18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐφθίατοἸωνικόν ἐστιν, ὡς ἀλλαχοῦ σαφῶς ῥηθήσεται. Τὸ δὲ ἐτράφησαν καὶ

ἐγένοντοσχῆμά ἐστι κατὰ μέν τινας ὑστερολογία, κατὰ δὲ ἄλλους πρωθύστερον· ἐπεὶτὸ

πρῶτον ὕστερον τίθεται καὶ τὸ ὕστερον πρῶτον. τὸ γὰρ ἐγένοντο πρῶτον

τοῦἐτράφησαν· ὕστερον γάρ τις τρέφεται γεννηθῆναι φθάσας. πολλὰ δὲ καὶ

ἄλλατοιαῦτα παρὰ τῷ ποιητῇ, οἷον τὸ «ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει».πρῶτον

γὰρ τὸ καθίζειν ἀγορὰν τοῦ λύειν· καὶ τὸ «εἰσῆλθε καὶ ὑπέρβη λάϊνονοὐδόν». πρῶτον

γὰρ ὑπερβαίνει τις οὐδόν, εἶτα εἰσέρχεται. τοιοῦτον καὶ τὸ»ἀνέβη μέγαν οὐρανὸν

Οὔλυμπόν τε», ὡς φανήσεται ἐν τοῖς ἑξῆς. ὅμοιον καὶ τὸ»τοὺς μὲν ἀνστήσειεν, ὁ δ'

Ἀτρείδην ἐξεναρίζοι», ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη.(ῃ. 252) Τὴν δὲ Πύλον παρὰ μὲν Ὁμήρῳ

οὐκ ἔστιν ἀναντιρρήτως εὑρεῖνλεγομένην κατὰ γένος ἀρσενικόν· ὁ μέντοι Γεωγράφος

καὶ ἄλλοι τὸν Πύλονφασίν. ὅτι δὲ τρεῖς Πύλοι καὶ ὅτι οἱ μὲν τῆσδε τῆς Πύλου, οἱ δὲ

ἐκείνης φασὶνἄρχειν τὸν Νέστορα, οἱ δὲ καὶ τῶν τριῶν, γραφήσεται καὶ ἐν τοῖς ἑξῆς.

περὶ δὲ Πύλου διείληπται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. [λέγει δ' ἐνταῦθα τὴν Πύλον

ἠγαθέην οὐ τόσον ἐκ τοῦ ἄγαν θείαν–ἦ γὰρ ἂν ἐφύλασσε τὸ νῦ τοῦ ἄγανὁμοίως τῷ

ἀγάννιφος Ὄλυμπος–, ὅσον ἐκ τοῦ ἀγῶ ἀγάζω, ὅθεν ἀγαστός, 1.154 ἀφ' οὗ ἀγαθός.

οὕτω δὲ καὶ ἠγαθέη ἡ ἀγαστή.] (ῃ. 253) Ὅτι ἐν τῷ «ἀγορήσατοκαὶ μετέειπε»

παρατηροῦσιν οἱ παλαιοὶ ὡς ἀγορήσασθαι μὲν ὁ ποιητὴς λέγει τὸἁπλῶς δημηγορῆσαι,

μετειπεῖν δὲ τὸ μετὰ ταῦτα παραινετικῶς ὑποθέσθαι τὸποιητέον. οἷον [ἐν τοῖς πρὸ

τούτων ὁ Κάλχας πρῶτα μὲν ἀγορήσατο ἑαυτὸνἀσφαλισάμενος καὶ ἄλλ' ἄττα εἰπών,

εἶτα καὶ μετέειπεν, ὅπερ ἐχρῆν γενέσθαι.οὕτω δὴ καὶ] ἐνταῦθα ἀγορήσατο μὲν ὁ Νέστωρ

ἀπὸ τοῦ «ὢ πόποι» ἕως τοῦ»ἀλλὰ πίθεσθε καὶ ὔμμες», μετεῖπε δὲ ἐν τῷ «μήτε σὺ ποίει

τόδε, μήτε σὺ ὦβασιλεῦ καὶ ὦ Ἀχιλλεῦ». (ῃ. 254) Ὅτι τὸ «ὢ πόποι» σχετλιασμὸν δηλοῖ

καὶ πάθος ψυχῆς ἐπὶ δεινοῖς τισι γινομένοις, ἐφ' οἷς ἢ θρηνήσει τις ἢ ἐκθαμβηθήσεταιἢ

ἄλλο τι τοιοῦτον πείσεται, ὡς καὶ ἐνταῦθα ὁ Νέστωρ ἐμφαίνει ὅλην ἐλεεῖντὴν Ἑλλάδα.

ἐκ παραλλήλου δὲ καὶ τὸ ὤ καὶ τὸ πόποι δηλοῦσι τὸ αὐτό, ὡςἐάν τις εἴποι «φεῦ παπαί».

καὶ γὰρ καὶ τὸ «φεῦ παπαί» παράλληλα κείμενα τὴναὐτὴν σημασίαν ἔχουσιν. ἔστι δὲ

σχῆμα ἐκ παραλλήλου, ὅτε δύο λέξεις ὁμοῦκεῖνται παράλληλοι προφορᾷ μόνῃ

διαφέρουσαι, σημαίνουσαι δὲ τὸ αὐτό· οἷον»θάνατόν τε μόρον τε». ταὐτὸν γὰρ αἱ λέξεις

ἄμφω δηλοῦσι· καὶ «βάσκ' ἴθι»ἀντὶ τοῦ πορεύθητι, ἄπελθε· καὶ «ποθέεσκε δ' ἀϋτήν τε

πόλεμόν τε». καὶ»ῥινοῦ τε βοῶν τ' εὐποιητάων». ῥινὸς γὰρ ἐνταῦθα καὶ βόες ταὐτὸν

νοοῦσιν.ὅμοιον καὶ τὸ «πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι» καὶ τὸ λίαν πάνυ καὶ

τὸτυχὸν ἴσως καὶ ὅσα τοιαῦτα. ἐπίρρημα δέ ἐστι τὸ πόποι πρωτόθετον καὶ

ἴσωςὠνοματοπεποιημένον, ὥσπερ καὶ τὸ ποποῖ καὶ τοττοῖ καὶ ὀτοττοῖ καὶ παπαὶκαὶ φεῦ

καὶ ἄλλα πολλά. φασὶ δὲ οἱ παλαιοὶ ἐν τῷ «ὢ πόποι», ὅτι τὸ ὤ καὶ δασεῖαν εἶχε καὶ

περιεσπᾶτο ὡς ἐνθουσιαστικόν τι ἐπίρρημα· παρὰ δὲ τοῖςὕστερον οὐδέτερον τούτων

πάσχει. οὔτε γὰρ δασεῖαν οὔτε περισπωμένην ἔχει,ἵνα μὴ συνεμπέσῃ τῷ ὧ ῥήματι, ὃ

δηλοῖ τὸ πέμψω, ὅπερ μετὰ συνθέσεως ἐφῶ 1.155 γίνεται καὶ ἀφῶ. τοῖς δὲ βιαζομένοις

τὸν Ὅμηρον καὶ μετάγουσι πρὸς ἑτέρουςποιητὰς τὰ ἐκείνου ἀρέσκει λέγειν τὸ «ὦ

πόποι» ἀντὶ τοῦ «ὦ θεοί», ἐπειδὴεὕρηνται ἐν τοῖς μεθ' Ὅμηρον οἱ θεοὶ πόποι λεγόμενοι

οἱονεὶ ἔποποι κατὰτοὺς παλαιούς, ὡς τὰ πάντα διοπτεύοντες, ὁποῖον δή τι καὶ ὁ δίοπος

δηλοῖ,λέξις παρ' Αἰσχύλῳ ἡγεμονική. Ὅτι μέγα κακὸν ὁ ποιητὴς κρίνει, ἐφ'

ᾧπενθήσουσι μὲν οἱ φίλοι, χαρήσονται δὲ οἱ ἐχθροί. καὶ δηλοῖ τοῦτο ἐν οἷς θέλωνδεῖξαι

φαύλην τὴν τῶν βασιλέων ἔριν φησίν «ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδαγαῖαν ἱκάνει·

γηθήσαι δὲ Πρίαμος ἄλλοι τε Τρῶες, ἐὰν τάδε πύθοιντο».σημείωσαι δὲ ὅτι [τὸ μὲν

πένθος ἐκ τοῦ πάθος μετηλλάγη, καθὰ καὶ τὸ βάθοςἐκ τοῦ βένθος, οἷον «ἡμένη ἐν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

99

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!