18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

1.152 τὴν ἱστορίαν Ἡρακλῆς ἔτι νεωτάτου ὄντος τοῦ Νέστορος τὴν Πύλον πολιορκήσας,

ὅτε καὶ Ποσειδῶν αὐτῷ καὶ Ἀπόλλων ἀντέστησαν κατὰ Πίνδαρον, τούςτε γέροντας

ἀνεῖλε μίαν ἐκείνην γενεὰν καὶ δευτέραν γενεὰν τοὺς ἀκμάζονταςπρὸ τοῦ Νέστορος

ἄμφω καὶ γενομένους καὶ τραφέντας ἐν τῇ Πύλῳ. καὶἐκείνους μὲν ἀνεῖλεν ἤγουν τοὺς

γέροντας, ὡς λόγοις βλάψαντας· ἐκώλυσανγὰρ τὸν τῆς Πύλου βασιλέα Νηλέα

ὑποδέξασθαι καὶ καθᾶραι φόνου τὸνἩρακλέα· τούτους δὲ ἤτοι τοὺς ἀκμαίους ὡς καὶ

ἔργοις λυπήσαντας· μαχόμενοιγὰρ ἀντέστησαν· τὴν δὲ τρίτην περιεποιήσατο γενεὰν τὴν

τῶν παίδων ὡςἀμεμφῆ καὶ μηδὲν αὐτὸν βλάψασαν, ἧς καὶ ἦρξεν ὕστερον ὁ Νέστωρ τῆς

τρίτηςδηλαδή. ἰστέον δὲ ὅτι ὁ λόγος οὗτος ἱστορεῖ μέν τι τῶν κατὰ τὸν Νέστορα, οὐμὴν

καὶ πολυχρονιότητα φανερῶς προσμαρτυρεῖ αὐτῷ. ἕτεροι δὲ οὕτω φασίν·ὅτι γενεὰ κατὰ

τοὺς παλαιοὺς οἱ τριάκοντα χρόνοι, μεθ' οὓς τελειοῦται ἄνθρωπος,ὡς δοκεῖ καὶ Ἡσιόδῳ

ἐν τῷ «μήτε τριηκόντων ἐτέων μάλ' ἀπολείπων». τῷτοίνυν Νέστορι δύο γενεαὶ

ἀνθρώπων ἐφθίατο τουτέστι παρῆλθον· ἤνασσε δὲτῆς τρίτης γενεᾶς καὶ τῶν ἐν αὐτῇ

ὄντων τουτέστιν ὑπερέβη τὰ ἑξήκοντα ἔτη.ἔχει δὲ καὶ ὁ λόγος οὗτος πρόσκομμά τι·

πρῶτα μὲν διὰ τὴν ἀοριστίαν–οὐγὰρ φανερῶς ὥρισται, οἵου ἔτους ἦν ὁ Νέστωρ, ἀλλὰ

δηλοῦται μόνον ὅτι ὑπὲρτὰ ἑξήκοντα ἦν ἔτη–εἶτα καὶ διότι τὸ «οἵ οἱ πρόσθεν ἅμα

τράφεν ἠδ' ἐγένοντοἐν Πύλῳ» οὐκ εὐκόλως πρὸς τὴν τοιαύτην ἔννοιαν συμβιβάζεται.

λέγεται οὖν τιςκαὶ τρίτη ἔννοια τοιαύτη· ὅτι δύο γένη ἀνθρώπων ὅλα παρῆλθον, αὐτὸς

δὲ ἄρτιτῶν τρίτων ἤνασσεν. Οἷον ἐβασίλευσεν ἔτι παντελῶς νεάζων ἀκμαίων καὶ

ἤδητελείων στρατιωτῶν. ἀπέκαμον ἐκεῖνοι καὶ τῷ χρόνῳ ἔφθιντο καὶ

παρεθέντεςγεγόνασιν ἀπόμαχοι. καὶ ἰδοὺ ἔφθιτο τῷ Νέστορι μία γενεά. ἦρξεν αὖθις

ἑτέρωνὁ Νέστωρ τῇ ἀκμῇ τεθηλότων. ἀπερρύη δὲ τῷ χρόνῳ καὶ αὐτοῖς τὸ

νεοτήσιονἄνθος καὶ ἀπέσβη τὸ πρὸς τὰ ἔργα θερμόν. καὶ ἰδοὺ δευτέρα γενεὰ οὗτοι,

οἳἐπίσης τοῖς πρὸ αὐτῶν ὑπὸ αὐτῷ ἤτοι τῷ Νέστορι ὄντες ἅμα τράφεν καὶἐγένοντο.

φθαρέντων δὲ καὶ αὐτῶν ὁ Νέστωρ ἔτι ἐξήρκεσε. νῦν δέ γε τρίτηςἀνάσσει γενεᾶς

ἀκμαίας δηλαδὴ καὶ ἀντιπάλου τοῖς Τρωσίν. ὡς εἴγε μὴτοιαύτης ἄρχει τρίτης γενεᾶς,

ἀλλ' ἐκείνης τῆς παιδικῆς τῆς περισωθείσης ἐντῇ τῆς Πύλου ἁλώσει. ἢ καὶ ἄλλως·

ἀνδρῶν τῶν ὑπὲρ τὰ ἑξήκοντα ἔτη πεμπέλωνἄρχει καὶ ὁμοίων ἑαυτῷ, ἐξ ὧν οὐδεμία

τοῖς Ἀχαιοῖς εἰς μάχην ἐστὶ λυσιτέλεια,ὥστε μᾶλλον οὕτω λέγοιτ' ἂν τρίτης ἄρχειν ὁ

Νέστωρ γενεᾶς· ὧν αἱ μὲνδύο πρόσθεν γεγονυῖαι οὐκέτι εἰσί· τῆς δὲ τρίτης ἄρτι ἄρχει

αὐτὸς ἐξαρκέσαςκαὶ εἰς γενεὰν τρίτην. ὅτι δὲ τὸ γενεά πολυσήμαντόν ἐστι, δηλοῦσιν οἱ

παλαιοί.ἰστέον δὲ ὅτι τὴν ῥηθεῖσαν τριακονταετῆ γενεὰν Ἡρόδοτος βραχύ τι

παρεκτείνων 1.153 φησίν, ὡς γενεαὶ τρεῖς ἀνδρῶν ἑκατὸν ἔτεά εἰσι. (ῃ. 250) Μέροπες δὲ

οἱἄνθρωποι παρὰ τὸ φύσει μεμερισμένην ἔχειν τὴν ὄπα εἴς τε λέξεις καὶ εἰς συλλαβὰς

καὶ εἰς στοιχεῖα, ὃ μηδεμία τις ἄλλη ἔχει φωνὴ παρὰ τὴν τῶν ἀνθρώπωναὐδήν. αἱ γὰρ

ἄλλαι οὔτε ὄπες λέγονται, ὥσπερ οὐδὲ αὐδή, καὶ οὐδὲ ἐπιμερίζονται. οἱ μέντοι τῆς

ἡμετέρας θείας αὐλῆς μέροπας τοὺς ἀνθρώπους ἐπικληθῆναί φασιν ἀπὸ τοῦ μερισμοῦ

ἤτοι διαμερισμοῦ τῆς ὀπός, ὃν ἔπαθον μετὰ τὸντῆς Χαλάνης πύργον διαμερισθέντες

ἁπανταχοῦ τῆς γῆς. δῆλον δὲ ὅτι καὶ ὄρνιθέςτινες λέγονται μέροπες, ὧν τάχα πρὸς

διαστολὴν ἐνταῦθα πρόσκειται τὸἀνθρώπων. φησὶ γάρ «δύο γενεαὶ μερόπων

ἀνθρώπων». εὕρηνται δὲ καὶ οἱ Κῷοι, τουτέστιν οἱ τῆς Κῶ τῆς νήσου ἔποικοι, Μέροπες

ἰδίως καλούμενοιὀνόματι ἐθνικῷ καὶ ἡ νῆσος αὐτῶν Κῶς Μεροπηΐς. εὑρεθήσεται δέ που

καὶκύριον ὄνομα ὁ Μέροψ ἐν τοῖς ἑξῆς. [Ἰστέον δὲ ὅτι τὸ μέν «μερόπων

ἀνθρώπων»ἐντελῶς πέφρασται, καθὰ καὶ τὸ «βροτοὶ ἄνδρες», ὁ δὲ ἄλλως τοὺς

ἀνθρώπουςφράσας κατὰ μόνας βροτοὺς ἢ μέροπας ἐλλείπει.] (ῃ. 251) Τὸ δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

98

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!