18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

αὐτόν.] Τὸ δὲ λιγύς οὐλόγου ἁπλῶς ἀλλὰ φωνῆς ἐστι ποιότης, ὡς τὸ «λίγα κλάζοντες»,

ἢ κάλλιονεἰπεῖν ἀρετή. οὕτω γὰρ καὶ οἱ κήρυκες λιγαίνειν λέγονται καὶ

λιγύφθογγοικαλοῦνται, ὡς καὶ ἡ ἀηδών. λέγεται δὲ καὶ μάστιγξ λιγυρὰ καὶ ἠχὴ

λιγύθροοςκαὶ ἄνεμοι λιγέες. ὀξυνομένου δὲ τοῦ λιγύς ἐπὶ τοῦ ὀξέος τὸ Λίγυς κύριον καὶ

τὸἀπ' αὐτοῦ ἐθνικὸν βαρύνεται πρὸς διαστολὴν τούτου. ἰστέον δὲ καὶ ὅτι, εἰ

καὶἰσοδυναμεῖ τὸ λιγύς τῷ ὀξύς, ἀλλὰ τὸ μὲν λιγύς μόνης ἐστὶν ἐπίθετον φωνῆς, τὸδὲ

ὀξύ καὶ ἐπὶ βελῶν καὶ οἴνου καὶ ἑτέρων πολλῶν λέγεται. Καὶ ὅτι, ὥσπερζητῶ καὶ

ζητεύω, ὡς τὸ «ζητεύει βίοτον», οὕτω καὶ ἀγορῶ, ἐξ οὗ ἀγορήσατο καὶἀγορητὴς καὶ

ἀγορεύω, ἐξ οὗ τὸ «μή τι φόβονδ' ἀγόρευε». (ῃ. 249) Γλῶσσα δὲνῦν μὲν τὸ τῆς φωνῆς

ὄργανον· δηλοῖ δέ ποτε καὶ ἀπεξενωμένην διάλεκτον,ὡς τὸ «γλῶσσ' ἐμέμικτο» καὶ ὡς

ὅτε εἴπωμεν, ὅτι τὸ μὲν λοιμοῖο καὶ δένδροιοκαὶ ἵπποιο Θετταλῶν γλώσσης ἐστί·

Συρακουσίων δὲ γλῶσσα λέγει τὸ πίσυνος· Κρητῶν δὲ γλώσσης τὸ θεράπων· [Αἳ δὴ

γλῶσσαι, καθὰ καὶ αἱ ἀπ' αὐτῶνσυγκροτούμεναι διάλεκτοι, κατασκευάζονται παρὰ τοῖς

παλαιοῖς μὴ ἀπὸ φύσεωςεἶναι διὰ τὸ μηδὲ κοιναὶ πᾶσι τυγχάνειν τοῖς ὁμοειδέσιν. ὅτι δὲ

τῆς ζωϊκῆςγλώττης παρώνυμον ἐπὶ φιλήματός τινος τὸ καταγλώττισμα καὶ ἡ ἐν

αὐλοῖςγλωσσὶς ἀναγκαία οὖσα τοῖς μελικοῖς, δῆλόν ἐστι. τῆς μέντοι χωρικῆς γλώτ1.151

της τῆς τὰς διαλέκτους συγκροτούσης παρώνυμον τετόλμηται παρὰ τοῖς παλαιοῖς τὸ

γλωσσηματικόν.] Τὸ δέ «ἔρρεεν αὐδή» τὴν τοῦ λόγου δηλοῖ δαψίλειαν ὡςῥύδην καὶ

ἀπαραποδίστως προϊόντος καὶ κατὰ ῥεῦμα προχεομένου καὶ ῥέοντος.ὅτι δὲ τοιοῦτος ὁ

Νέστωρ, αὐτὰ δηλώσει τὰ πράγματα. εἰ δὲ τοιοῦτος αὐτός,πολλῷ πρότερον κατὰ σχῆμα

συλλογισμοῦ θαυμαστέος Ὅμηρος ὁ τὰ κατ' αὐτὸνμιμούμενος καὶ πλάττων. Νέστορα

οὖν, φασίν, ἐπαινῶν ἑαυτὸν δοκεῖ ἐπαινεῖν,καθὰ πρὸ μικροῦ καὶ Ἀχιλλεὺς ἐποίησε

φανερῶς ἄριστον ὀνομάσας ἑαυτόν.μήποτε δὲ διὰ τοῦτο καὶ Μέλητος ποταμοῦ υἱὸν τὸν

ποιητὴν ἐπλάσαντο οἱ παλαιοί· Μέλητος μὲν κατά τινα ἐν τοῖς ἑξῆς φανησομένην

παρῳδίαν ἢ καινοτέρανπαρήχησιν διὰ τὴν μελιτόεσσαν ἡδυέπειαν· ποταμοῦ δὲ διὰ τὸ

πολύρρουν τῆςφράσεως καὶ διὰ τὸ οἷον ποταμηδὸν προβάλλειν τὰς τοῦ λόγου ῥοάς. διὸ

καί τιςτῶν παλαιῶν καλῶς ἠρώτησε «τίς ἀμείνων Ὁμήρου φράσαι;» πρὸς [ὃν

ἀποτείναιτ' ἄν τις θαρρούντως, ὅτι οὐδείς. δύο δὲ ὄντων Ὁμηρικῶν ῥητόρων,Ὀδυσσέως

τε καὶ Νέστορος, οὐ δημηγορεῖ νῦν], Ὀδυσσεὺς ὡς ὑπὸ τοῦ βασιλέως ἀπειληθείς, ἵνα μὴ

δόξῃ θωπεύειν αὐτόν, ὡς ἂν μὴ τὸ γέρας ἀφαιρεθῇ. [Τὸ δέ»οὗ ἀπὸ γλώσσης», ὡς οἷα καί

τινος Μουσῶν σίμβλου, «γλυκίων ῥέεν αὐδή»,οὐ μόνον ταῖς ἐννοίαις ἡδὺν εἶναι δηλοῖ

τὸν Νέστορα, ἀλλὰ καὶ τῇ φράσεικομμωτικόν. διό, εἰ καὶ καταφορικῶς ἔφραζέ ποτε, οὐκ

ἂν ἦν ἀγλευκὴς οἷα τὴντραχύτητα τῆς δημηγορίας λεαίνων οὐ μόνον μεθόδοις ἀλλὰ

καὶ κάλλειφράσεως. οὔκουν ὁ ποιητὴς ποτὲ μὲν γλυκὺν εἶναι ῥήτορα τὸν Νέστορά

φησι,ποτὲ δὲ οὔ, ἀλλὰ ἁπλῶς τοιοῦτον εἰσαεὶ δηλαδή.] Τὸ δέ «ἔρρεεν αὐδή» τὸῥῆμά

ἐστιν, ἐξ οὗ ὁ ῥήτωρ παράγεται. Ὅτι δύο ταῦτα τῷ Νέστορι προσμαρτύρεται ὁ ποιητὴς

λογιότητά τε ῥητορικὴν καὶ φρόνησιν. ὅθεν, οἶμαι, καὶ ὁ παρὰτῷ Γεωγράφῳ εἴληπται

ὁρισμὸς τῆς ῥητορικῆς λέγων ὡς ῥητορική ἐστι φρόνησις περὶ λόγους. καὶ ὅτε μὲν

ἡδυεπῆ ἔφη ἐκεῖνον ἀνωτέρω καὶ τὰ ἑξῆς, ὡςῥήτορα συνέστησε τὸν γέροντα. ἔστι γὰρ ὁ

Νέστωρ Ὁμηρικὸς ῥήτωρ, οὗ τὰδευτερεῖα φέρει Ὀδυσσεύς. (ῃ. 250–2) Ὅτε δὲ εἴπῃ «τῷ δ'

ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων ἐφθίατο, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ'

ἐγένοντο ἐν Πύλῳ,μετὰ δὲ τριτάτοισιν ἄνασσε» σύνεσιν αὐτῷ ἐπιμαρτύρεται τὴν ἐξ

ἐμπειρίαςπολυχρονίου. μήτηρ γὰρ φρονήσεως ἐμπειρία. τοῦτο δὲ πλατέως

ἐνταῦθαλεχθὲν ἐν Ὀδυσσείᾳ ὁ ποιητὴς ἀπεστένωσεν οὕτω φράσας· «τρὶς γὰρ δή

μίνφασιν ἀνάξασθαι γένε' ἀνδρῶν». ἔστι δέ, ὅπερ ἐνταῦθα λέγει, τοιοῦτον· ὅτι κατὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

97

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!