18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πρὸςὁμοιότητα τοῦ ἀργυρόηλον. τὰ μέντοι κοινὰ καὶ ἰδιωτικὰ σκῆπτρα οὐκ ἂν

εἴητοιαῦτα.] (ῃ. 247) Ὅτι ἐν τῷ «Ἀτρείδης ἑτέρωθεν ἐμήνιε» παραχρησάμενος εἶπε τὸ

μηνίειν ὁ ποιητής. οὔπω γὰρ μηνίει ὁ βασιλεύς, ἀλλὰ χολοῦται, ὡςπροείρηται. [Ἰστέον

δὲ ὡς ὁ μὲν ποιητὴς μηνίειν οἶδε βαρυτόνως. οὕτω δὲ καὶἡ κοινὴ χρῆσις. τῶν τινες δὲ

ὕστερον Ἀττικιστῶν μηνιᾶν εἶπον ὡς βοᾶν καὶμηνιῶντες ὡς βοῶντες. τοιοῦτοι δέ τινες

καὶ τὸ συνιέναι εἰς τὸ συνιεῖν ἐκαινοτόμησαν ἐκ τοῦ συνιῶ.] Ὅτι ὁπηνίκα τὰς τῶν

πραγμάτων περιπετείας αὐξήσειπλασματικῶς ὁ ποιητὴς καὶ ἀλύτως ἔχειν ποιήσει αὐτὰς

ἢ πάνυ δυσλύτως,ὥστε τὸν ἀκροατὴν ἐπαπορεῖν καὶ λέγειν, ὡς οὐκέτι λυθήσεται ἡ τοῦ

πράγματοςδυσχέρεια, τότε δὴ μηχανᾶται λύσεις καὶ ἄλλας μέν, μάλιστα δὲ ταύτας ὡςἐπὶ

πολὺ τὰς πέντε ἢ πάσας ὁμοῦ ἤ τινας· παρουσίαν θεοῦ, ξυναλλαγὴν γερόντωνἀνδρῶν,

ἀπειλήν, πληγὴν καὶ γέλωτα. οἷον ἐν μὲν τῇ βῆτα ῥαψῳδίᾳ, ἐπειδὴπαντὸς κινηθέντος

τοῦ στρατοῦ εἰς φυγὴν καὶ ἀνάπλουν δυσχερέστατον ἦν ἐκείνους κατασχεῖν, θεά τε

οὐρανόθεν πάρεστιν ἡ Ἀθηνᾶ καὶ οἱ δύο γέροντεςμεταπείθουσιν, Ὀδυσσεὺς δὲ καὶ

ἀπειλαῖς ἐπέχει καὶ πληγαῖς. ἐπὶ δὲ πᾶσινὁ διὰ τὸν Θερσίτην γέλως ἀπάγει τῆς

σκυθρωπότητος τοὺς Ἀχαιοὺς καὶἱλαρύνων ποιεῖ γλυκύτερον ἡγεῖσθαι τοῦ νόστου τὸν

πόλεμον. καὶ οὕτω μὲν ἐκεῖ.ἀλλαχοῦ μέντοι, ἔνθα μὴ πάνυ μέγιστα τὰ τῆς ἀνάγκης, οὐ

πάσαις χρᾶταιλύσεσιν ἀλλά τισιν, ὥσπερ δὴ καὶ ἐν τούτοις τὸν τοῦ Ἀχιλλέως θυμὸν

Ἀθηνᾶ τε ἔπαυσε καὶ νῦν ἡ δημηγορία τοῦ γέροντος Νέστορος. ἐν δὲ τῷ τέλει

τῆςῥαψῳδίας ταύτης ὁ τῆς Ἥρας θυμὸς καὶ ὁ τοῦ ∆ιὸς χόλος γέλωτι τῷ διὰ

τὸνἭφαιστον ἱλαρύνονται, ἡ δὲ Ἥρα καὶ ἀπειλῇ τινι σωφρονίζεται. τὸν μέντοι τοῦ

Ἀγαμέμνονος χόλον οὔτε Νέστωρ συμβουλεύων ἰσχύσει σβέσαι οὔτε Ἀχιλλεὺς

ἀπειλούμενος, ἀλλ' ἀφαιρήσεται τὴν Βρισηΐδα κατὰ τὴν ἱστορικὴνἀλήθειαν. διὸ καὶ

πάσχει κακῶς ὕστερον ὡς μηδενὶ τῶν πάντων ὑπείκων, οἷςὑπάγονται ἄνθρωποι. (ῃ.

247–252) Ὅτι ὥσπερ ἐν τοῖς προλαβοῦσιν ἐγενεαλόγησεν ἐπὶ συστάσει προσώπου τὸν

Κάλχαντα οἷα πρόσωπον ἀξιόλογον καὶπολλαχοῦ τῆς ποιήσεως παραληφθησόμενον,

οὕτω καὶ νῦν εἰς τὸ Νέστοραδαπανᾷ στίχους τινὰς ὀλίγους, ὡς ἂν ἔχοιμεν καὶ ἐν τοῖς

ἑξῆς μεμνῆσθαι αὐτοῦ. Καί φησιν, ὅτι «ἡδυεπὴς ἦν λιγὺς Πυλίων ἀγορητής, οὗ καὶ ἀπὸ

γλώσσηςμέλιτος γλυκίων ῥέεν αὐδή· τῷ δ' ἤδη δύο μὲν γενεαί» καὶ τὰ ἑξῆς. καὶ

ἐνὈδυσσείᾳ δὲ δούλους τήν τε Εὐρύκλειαν καὶ τὸν Εὔμαιον γενεαλογίας ἀξιοῖδιὰ τὸ

πάνυ μέλλειν ἐκεῖ χρησιμεύσειν αὐτῷ τὰ τοιαῦτα πρόσωπα, ὡς καὶ ἐντῇ Ἰλιάδι

χρησιμεύσει ὁ Νέστωρ. εἰ δὲ μὴ καὶ ἐπ' Ἀχιλλέως ἢ Ἕκτορος ἢ Αἴαντος ἢ τῶν ὁμοίων

τοιοῦτόν τι πεποίηκεν Ὅμηρος, φανερὸν ὅτι διὰ τὸ πάντη ἐπιδοξότατον τῶν προσώπων

οὐκ ἐδεήθη τοιαύτης συστάσεως. Κάλχανταμὲν γάρ τις ἀκούσας ἢ Εὐρύκλειαν ἢ

Εὔμαιον, ἤδη δὲ καὶ Νέστορα τὸν διὰ τὸ 1.150 γῆρας ἀπόλεμον καὶ ἀνεντρεχῆ καὶ

ἀνεπίδεικτον τά γε εἰς μάχην καὶ ἀδόκιμον,οὐ πάνυ ἂν εἰδέναι αὐτοὺς ἔχοι· Ἀχιλλέα δέ

τις ἀκούσας ἢ Ἕκτορα ἢ ὅσοι τοιοῦτοι ἀρκεῖται μόνῃ τῇ κλήσει αὐτόθεν εἰς συστατικὸν

γνώρισμα καὶ οὐδέονται περιάπτου σεμνώματος, ὡς ἂν οὕτω ταῖς ψυχαῖς τῶν

ἀκροατῶνἐγκαθίσωσιν. εἰ δὲ καὶ εἰς τὸν Θερσίτην ἐλάλησέ τι τοιοῦτον ὁ ποιητής,

ἀλλ'ἐκεῖνο οὐκ ἦν προσωπικὴ σύστασις, ἀλλὰ σκώμματα καταβλητικὰ ἐκείνου

καὶἀφανιστικὰ τῆς περὶ αὐτοῦ μνήμης. διὸ καὶ προανεφωνήθη, ὅτι οὐκέτι λαλήσειὁ

Θερσίτης, ὥστε οὐδὲ μεμνήσεταί τις αὐτοῦ. (ῃ. 248) Ἰστέον δὲ ὅτι τὸ»ἡδυεπής» λόγου

δηλοῖ ἀρετὴν καὶ τὴν αὐτῷ ἐγκεκραμένην γλυκύτητα. (ῃ. 249)τοῦτο γὰρ ἐφερμηνεύων ὁ

ποιητὴς εἶπεν, ὅτι μέλιτος γλυκίων αὐδὴ ἔρρεετῷ γέροντι. γλυκὺς μὲν οὖν καὶ ἡδὺς

ταὐτὰ τρόπον τινά· ὁ δὲ καὶ μέλιτοςγλυκίω ἔρρεεν αὐδήν. [εἰ δὲ ἔπεσιν ἡδὺς καὶ

μελίρρυτος τὴν αὐδὴν ὁ γέρων,οὐκ ἂν εἴη πάντῃ ἀπᾷδον καὶ μελιηδέα συνθέτως εἰπεῖν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

96

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!