18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὁ ποιητής «πρύμνῃ ἐνὶ νηΐ»,τοιαύτην ἔχει τινὰ μέθοδον καὶ τοῦτο τὸ σχῆμα τῶν δύο

δοτικῶν· ὅλον μὲνγὰρ ἡ ναῦς, μέρος δὲ ἡ πρύμνα. λέγει οὖν ὅτι ἐν τῇ νηῒ ἤγουν ἐν μέρει

αὐτῆς τῇπρύμνῃ ἢ κατὰ ἀντίπτωσιν ἐν τῇ πρύμνῃ τῆς νηός. ὅμοιον καὶ τὸ «ἀλλ'

οὐκἈτρείδῃ ἥνδανε θυμῷ». ὅλον μὲν γάρ τοι ὁ Ἀτρείδης, μέρος δὲ ὁ θυμός· ἢ τοίνυν τῷ

Ἀτρείδῃ οὐκ ἤρεσκεν ἐν τῷ θυμῷ ἢ ἀντιπτωτικῶς τῷ τοῦ Ἀτρείδου θυμῷ. (ῃ. 237) Ὁ δὲ

φλοιὸς γίνεται μὲν ἐκ τοῦ φλέω, ὀξύνεται δὲ ὡς τὸκολοιός· ἀποβαλὼν δὲ τὸ ˉι

βαρύνεται ὡς τὸ χνόος, ῥόος· ἔκτοτε δὲ καὶ συναιρεθὲν γίνεται φλοῦς. ὥσπερ δὲ τὸ

φλοιός ἐκπεσὸν τοῦ ˉι βαρύνεται, οὕτω καὶ ἐπὶἄλλων ὀνομάτων συμβαίνει. ἐκ τοῦ

χροιά γὰρ ἡ χρόα γίνεται καὶ ἐκ τοῦ ῥοιά ῥόακαὶ ἐκ τοῦ δειρή ὁ τράχηλος δέρη. (ῃ. 238)

[Ὅτι τὸ «ἐν παλάμαις φορέουσι»τὸ σκῆπτρον δηλαδὴ οἱ δικασπόλοι ἀντὶ τοῦ φέρουσι

κεῖται καὶ ἔστι πάνυ 1.148 συνήθης ἡ λέξις τοῖς ποιηταῖς.] (ῃ. 240) Ὅτι πολλάκις ὁ

ποιητὴς ἐν βραχεῖπροεκτίθεται τὰ ἐς ὕστερον ὑπ' αὐτοῦ εἰς πλάτος λεχθησόμενα

ψυχαγωγῶνοὕτω τοὺς ἀκροατὰς γλιχομένους ἐκεῖνα προμαθεῖν. καὶ καλεῖται τὸ

τοιοῦτονσχῆμα προαναφώνησις. οὕτω γοῦν καὶ ἐνταῦθα προαναφωνεῖ λέγων

«ἔσταιποτὲ ποθὴ τοῖς Ἕλλησι τοῦ Ἀχιλλέως, εὖτ' ἂν πολλοὶ ὑφ' Ἕκτορος

ἀνδροφόνουπίπτωσι θνῄσκοντες. σὺ δὲ ὁ Ἀγαμέμνων οὐ δυνήσῃ χραισμεῖν, ἀλλ'

ἔνδοθιθυμὸν ἀμύξεις χωόμενος». ὁμοίως δὲ προαναφώνησις ἦν καί, ὃ εἶπεν ἡ

Ἀθηνᾶπρὸς Ἀχιλλέα τὸ «καί ποτέ σοι τρὶς τόσσα δῶρα παρέσεται», παραμυθουμένητὸν

ἀκροατὴν ὑβριοπαθοῦντα ἐπὶ τῷ Ἀχιλλεῖ. ποθὴ δέ ἐστιν ὁ πόθος καὶ ἀπ'αὐτοῦ παρήχθη

ὡς χόλος χολή. ὀξύνεται δὲ τὸ ποθή κανόνι τοιούτῳ· τὰ εἰς ˉοˉςδισύλλαβα τῷ ˉο

παραληγόμενα βαρύτονα ἀπαρασχημάτιστα οὐδετέροις, ἐὰνποιῶσι θηλυκόν, ὀξύτονον

αὐτὸ ποιοῦσι· στρόφος στροφή, νόμος νομή, ῥόος ῥοή,πλόκος πλοκή. οὕτω καὶ ποθή.

σεσημείωται τὸ κόρη ἐκ τοῦ κόρος ὁ νέος. ἐντάσσεται δὲ τῷ τοιούτῳ κανόνι καὶ ἡ βιοτὴ

ἐκ τοῦ βίοτος, εἰ καὶ τρισυλλαβεῖ.(ῃ. 243) Ἀμύσσειν δὲ κυρίως τὸ ξέειν, ὡς καὶ αἷμα

ῥυΐσκεσθαι, οἱονεὶ αἱμύσσεινμετὰ δασείας καὶ ἀποβολῇ τοῦ ˉι ἀμύσσειν μετὰ ψιλῆς.

ἀμύσσειν γοῦν τιςλέγεται παρειάν, ἐξ οὗ καὶ ἀμυχαὶ σαρκῶν καὶ ἀμυχαὶ ξεσμάτων τῶν

ὁπουδήποτε, οἷον καὶ ἐν βιβλίοις ἢ ξύλοις. τὸ δὲ τὴν ψυχὴν ἀμύσσειν μεταφορικόνἐστιν

ἀπὸ σώματος. (ῃ. 244) Χωόμενος δὲ ἐνταῦθα οὐκ ἐπὶ ὀργῆς, ἀλλὰ ὁσυγκεχυμένος τὴν

ψυχὴν τῇ λύπῃ, [ὅπερ ἀχνύμενος ἔφη ἀνωτέρω. Ἰστέον δὲὡς ἡ ῥηθεῖσα προαναφώνησις

ἔπεισε τὸν ἥρωα εἶξαι τοῖς κήρυξι. τί γὰρ ἔδειθυμομαχεῖν αὐτόν, οὗ μικρὸν ὅσον

σύμπαντες υἷες Ἀχαιῶν δεήσονται ὡς μόνουδυναμένου χραισμεῖν, ὅ ἐστι βοηθεῖν,

χρησιμεύειν, ὅθεν καὶ γίνεται τὸτοιοῦτον ῥῆμα. χρησιμῶ γὰρ καὶ τροπῇ τοῦ ˉη εἰς ˉα

καὶ μεταθέσει τοῦ διχρόνουχραισμῶ, οὗ σημειώδης δεύτερος ἀόριστος ἔχραισμον, ὅθεν

ὑποτακτικὸνχραίσμω, οὗ τρίτον χραίσμῃ τὸ προρρηθέν. (ῃ. 242) Τὸ δέ «εὖτ' ἄν»

ἐπίρρημάἐστι χρονικὸν ἴσον τῷ ὅτε.] (ῃ. 244) Ὅτι περιαυτολογῶν ὁ Ἀχιλλεὺς ἄριστον

Ἀχαιῶν ἑαυτὸν ἀποκαλεῖ φιλοτίμως καὶ μεγαλοπρεπῶς. εἰ δὲ φθάσας αὐτὸςἄριστον ἐν

στρατῷ εἶναι τὸν Ἀγαμέμνονα εἶπε, ζητητέον τὰ ῥηθέντα ἐκεῖ.[∆ῆλον δὲ ὡς οὐκ ἀεὶ

ψεκτὸν τὸ περιαυτολογεῖν κατὰ τὸν παροιμιαζόμενονἈστυδάμαντα. ἔστι δέ ποτε καὶ

φιλοτίμου καὶ μεγαλοψύχου ἤθους ὁ τοιοῦτοςἔπαινος, καθὰ δηλοῖ καὶ ὁ παρὰ Σοφοκλεῖ

μαστιγοφόρος Αἴας καὶ ὁ Φιλοκτήτηςδὲ καὶ ὁ ἐν Τραχινίαις Ἡρακλῆς καὶ ἕτεροι μυρίοι.

φράζει δὲ ὁ Ἀχιλλεὺς οὕτω «πείσεται τάδε ὁ βασιλεύς, ὅτ' ἄριστον Ἀχαιῶν οὐδὲν

ἔτισεν».] (ῃ. 245)Ὅτι δημηγορήσας ὁ Ἀχιλλεὺς ἔβαλε πρὸς τῇ γῇ τὸ σκῆπτρον ἤγουν

ἔρριψε. καὶ ὅρα οἷον ὁ θυμός. ὅπερ γὰρ ὕψωσε τῇ ὁρκωμοσίᾳ ῥίψας εἰς γῆν

ἐξουδένωσεν. 1.149 (ῃ. 246) [Οὐ ψιλὸν δὲ κόσμου τὸ ῥηθὲν σκῆπτρον, ἀλλὰ χρυσέοις

ἥλοισι πεπαρμένον κατὰ τὸν ποιητήν, ὃ περίφρασίς ἐστι τοῦ «χρυσόηλον» εἰπεῖν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

95

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!