Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

δὲ καὶ πρόπολος τὰ μετὰπροθέσεων προπαροξύνονται. Τὸ δὲ θέμιστας ∆ωρικόν. ὡς γὰρ χάρις χάριδοςχάριτος, οὕτω θέμις θέμιδος καὶ θέμιτος, ἐξ οὗ τὸ θεμιτὸν καὶ ἀθέμιτον,πλεονασμῷ δὲ τοῦ ˉσ θέμιστος, ὅθεν καὶ Θεμίστιος κύριον καὶ ἀθεμίστια ἐνὈδυσσείᾳ τὰ ἄδικα. ὅτι δὲ ἡ παρ' Ὁμήρῳ διὰ τοῦ ˉσˉτ κλινομένη Θέμις μυθικὴν θεὰν δηλοῖ, ἀλλαχοῦ φανήσεται. (ῃ. 234) Φύλλα δὲ διὰ δύο ˉλ εὐλόγως. δοκοῦσιγὰρ οὕτω λέγεσθαι διὰ τὸ ἐν τῷ φυσᾶσθαι λαλαγεῖν ἢ πρὸς διαστολὴν τοῦ φύλου,ὃ δηλοῖ τὴν φυλήν. (ῃ. 235) Τομὴν δὲ λέγει τὸ ἐν τῷ ὄρει λελειμμένον σύρριζον,οὗ τὸ σκῆπτρον ἀποτέτμηται. (ῃ. 236 ς.) Τὸ δέ «οὐκ ἀναθηλήσει· περὶ γάρ ῥάἑ χαλκὸς ἔλεψε φύλλα τε καὶ φλοιόν» πάνυ παρατετηρημένως εἴρηται. ἰτέα γὰρκαὶ ἄλλα τῶν φυτῶν, εἰ καὶ τομὴν ἐν ὄρεσι λέλοιπεν, ἀλλὰ καὶ οὕτω προΐενταίτι θάλους κείμενα ἢ φυτευόμενα· ἐκλεπισθέντα δὲ οὐκέτι ἀναθηλήσουσιν οὐδ'αὐτά. Χαλκὸν δὲ τὸν σίδηρον λέγει διὰ τὴν πάλαι ποτὲ χρῆσιν τοῦ χαλκοῦ,ὁπηνίκα εἰς σιδήρου χρείαν ἐβάπτετο, ὅτε καὶ «χαλκῷ» κατὰ τὸν Ἡσίοδον»εἰργάζοντο» ἄνθρωποι «μέλας δ' οὐκ ἔσκε σίδηρος». Τὸ δέ «ˉἑ» δηλοῖ μὲναὐτὸ ἤγουν τὸ σκῆπτρον, ἐγκλίνεται δὲ καὶ ἀντωνυμία ἐστὶ τριγενής, ὥσπερκαὶ τὸ ˉνˉιˉν καὶ τὸ ˉμˉιˉν. Ἔστι δέ πως ἀκατάλληλον ἐνταῦθα κατὰ σύνταξιν ὑγιῆ τὸ»περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα τε καὶ φλοιόν». οὐ γὰρ πάνυ εὐοδοῦται εἰςσύνταξιν ὁ εἰπών, ὅτι περιέλεψεν ὁ χαλκὸς αὐτὸ φύλλα τε καὶ φλοιόν. ἀλλὰκατὰ γενικὴν εἰπεῖν ἔδει περὶ τοῦ σκήπτρου, ὅτι ὁ χαλκὸς περιελέπισεν αὐτοῦτὰ φύλλα καὶ τὸν φλοιόν. ἔχει δὲ ἡ καινότης τῆς τοιαύτης συντάξεως θεραπείαςτρεῖς· μίαν μὲν τὴν ἀντίπτωσιν, ὡς τοῦ ἕ ἀντὶ πτώσεως ἄλλης κειμένουἤγουν ἀντὶ γενικῆς, ἥτις ἐστὶ τὸ αὐτοῦ· ἑτέραν δὲ ἔχει θεραπείαν πρόσληψινπροθέσεως ἔξωθεν, ἵνα λέγῃ, ὅτι περιέλεψεν αὐτὸ ὁ χαλκὸς κατὰ τὰ φύλλα καὶτὸν φλοιόν· τρίτην δὲ καὶ τελευταίαν θεραπείαν ἡ τοιαύτη σύνταξις ἔχει τὴνστιγμὴν καὶ τὴν ἐκ τοῦ ἐπιφερομένου σαφήνειαν. ἡ γὰρ στιγμὴ ἀναπαύουσα τὸ ἕἐπάγει ὕστερον τὸ φύλλα τε καὶ φλοιόν, ἵνα λέγῃ ὅτι περιέλεψεν αὐτὸ ὁ χαλκός. 1.147 ποῖον αὐτό; τὰ φύλλα δηλαδὴ καὶ τὸν φλοιόν. καὶ ἔστι τὸ μέν «ἕ» ἤγουν αὐτὸ1.147 ὁλότης τοῦ ξύλου, τὸ δέ «φύλλα καὶ φλοιόν» δήλωσις μέρους τοῦ ἐκπίπτοντοςἐν τῷ λεπίζεσθαι. τοιαῦτα δὲ καὶ ἄλλα μυρία παρὰ τῷ ποιητῇ ἔχοντα τὴνὁλότητα κατὰ αἰτιατικὴν πτῶσιν, εἶτα ἑρμηνείαν αὐτῆς ἐκ τῶν μερῶν ὁμοιόπτωτον, ὡς ἐκθεραπεύεσθαι ὁμοίως τριχῶς καὶ αὐτά· οἷον «ποῖόν σε ἔπος φύγενἕρκος ὀδόντων;» ἢ γὰρ τὸ σέ ἀντὶ πτώσεως ἑτέρας ἐλήφθη· σοῦ γὰρ ὤφειλενεἰπεῖν· καὶ ἔστι τοῦτο ἀντίπτωσις· ἢ πρόθεσιν προσληπτέον ἔξωθεν, οἷον»ποῖόν σε ἔπος ἐξέφυγε κατὰ τὸ ἕρκος τῶν ὀδόντων;» τοῦτο δὲ μάλιστα ἐκδηλότατον ἀπὸ τοῦ ἐντελῶς ἐν Ὀδυσσείᾳ ῥηθέντος «εὖτ' ἄν μιν κάματος κατὰ γυῖαλάβῃσιν», ὅπερ εἰ δίχα προθέσεως ἐρρέθη «εὖτ' ἄν μιν κάματος γυῖα λάβῃσιν»,ὅμοιον ἦν τῇ ἐνταῦθα καινοπρεπείᾳ τοῦ σχήματος, ἤγουν, ὡς εἴρηται, νοητέονὅτι ἔφυγε κατὰ τοὺς ὀδόντας· ἢ στικτέον εἰς τὸ «ἔφυγε» καὶ τὸ μέν «ˉσˉε»νοητέον δηλοῦν τὸν ὅλον ἄνθρωπον, τὸ δέ «ἕρκος ὀδόντων» ἐπηνέχθαι εἰς δήλωσιντοῦ μέρους, ὅθεν ὁ λόγος φυγὰς ἐδραπέτευσεν, ὅπερ εἰσὶ τὰ χείλη, αἱ θύραι τοῦστόματος. τοιοῦτον καὶ τὸ «τί δέ σε φρένας ἵκετο πένθος;» ἢ γὰρ τὸ σέ ἀντὶ τοῦσοῦ εἴληπται· ἢ τί δέ σε κατὰ τὰς φρένας ἵκετο πένθος; ἢ τί ποτέ σε πένθοςἵκετο; τὰς σὰς φρένας δηλαδή. ὅμοιον καὶ τὸ «ἐπεί μιν ἄχος κραδίην καὶθυμὸν ἵκανεν» ἤγουν ἐπειδὴ αὐτοῦ τὴν καρδίαν λύπη κατέλαβεν· ἢ αὐτὸν κατὰτὴν καρδίαν λύπη κατέλαβεν· ἢ αὐτὸν λύπη κατέλαβεν ἤγουν τὴν καρδίαν αὐτοῦ.τοιοῦτον δὲ καὶ τὸ «Ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας» καὶ τὸ «ἇδός τέ μινἵκετο θυμόν» καὶ «κρατερόν ῥά ἑ πένθος ὀφθαλμοὺς κάλυψε» καὶ «τοὺς δ' ἄραπάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα» καὶ «Τρῶας δ' ἄχος ἔλλαβε θυμόν» καὶἄλλα μυρία. Ἰστέον δὲ ὅτι καί, ὅτε που εἴπῃ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 94

ὁ ποιητής «πρύμνῃ ἐνὶ νηΐ»,τοιαύτην ἔχει τινὰ μέθοδον καὶ τοῦτο τὸ σχῆμα τῶν δύο δοτικῶν· ὅλον μὲνγὰρ ἡ ναῦς, μέρος δὲ ἡ πρύμνα. λέγει οὖν ὅτι ἐν τῇ νηῒ ἤγουν ἐν μέρει αὐτῆς τῇπρύμνῃ ἢ κατὰ ἀντίπτωσιν ἐν τῇ πρύμνῃ τῆς νηός. ὅμοιον καὶ τὸ «ἀλλ' οὐκἈτρείδῃ ἥνδανε θυμῷ». ὅλον μὲν γάρ τοι ὁ Ἀτρείδης, μέρος δὲ ὁ θυμός· ἢ τοίνυν τῷ Ἀτρείδῃ οὐκ ἤρεσκεν ἐν τῷ θυμῷ ἢ ἀντιπτωτικῶς τῷ τοῦ Ἀτρείδου θυμῷ. (ῃ. 237) Ὁ δὲ φλοιὸς γίνεται μὲν ἐκ τοῦ φλέω, ὀξύνεται δὲ ὡς τὸκολοιός· ἀποβαλὼν δὲ τὸ ˉι βαρύνεται ὡς τὸ χνόος, ῥόος· ἔκτοτε δὲ καὶ συναιρεθὲν γίνεται φλοῦς. ὥσπερ δὲ τὸ φλοιός ἐκπεσὸν τοῦ ˉι βαρύνεται, οὕτω καὶ ἐπὶἄλλων ὀνομάτων συμβαίνει. ἐκ τοῦ χροιά γὰρ ἡ χρόα γίνεται καὶ ἐκ τοῦ ῥοιά ῥόακαὶ ἐκ τοῦ δειρή ὁ τράχηλος δέρη. (ῃ. 238) [Ὅτι τὸ «ἐν παλάμαις φορέουσι»τὸ σκῆπτρον δηλαδὴ οἱ δικασπόλοι ἀντὶ τοῦ φέρουσι κεῖται καὶ ἔστι πάνυ 1.148 συνήθης ἡ λέξις τοῖς ποιηταῖς.] (ῃ. 240) Ὅτι πολλάκις ὁ ποιητὴς ἐν βραχεῖπροεκτίθεται τὰ ἐς ὕστερον ὑπ' αὐτοῦ εἰς πλάτος λεχθησόμενα ψυχαγωγῶνοὕτω τοὺς ἀκροατὰς γλιχομένους ἐκεῖνα προμαθεῖν. καὶ καλεῖται τὸ τοιοῦτονσχῆμα προαναφώνησις. οὕτω γοῦν καὶ ἐνταῦθα προαναφωνεῖ λέγων «ἔσταιποτὲ ποθὴ τοῖς Ἕλλησι τοῦ Ἀχιλλέως, εὖτ' ἂν πολλοὶ ὑφ' Ἕκτορος ἀνδροφόνουπίπτωσι θνῄσκοντες. σὺ δὲ ὁ Ἀγαμέμνων οὐ δυνήσῃ χραισμεῖν, ἀλλ' ἔνδοθιθυμὸν ἀμύξεις χωόμενος». ὁμοίως δὲ προαναφώνησις ἦν καί, ὃ εἶπεν ἡ Ἀθηνᾶπρὸς Ἀχιλλέα τὸ «καί ποτέ σοι τρὶς τόσσα δῶρα παρέσεται», παραμυθουμένητὸν ἀκροατὴν ὑβριοπαθοῦντα ἐπὶ τῷ Ἀχιλλεῖ. ποθὴ δέ ἐστιν ὁ πόθος καὶ ἀπ'αὐτοῦ παρήχθη ὡς χόλος χολή. ὀξύνεται δὲ τὸ ποθή κανόνι τοιούτῳ· τὰ εἰς ˉοˉςδισύλλαβα τῷ ˉο παραληγόμενα βαρύτονα ἀπαρασχημάτιστα οὐδετέροις, ἐὰνποιῶσι θηλυκόν, ὀξύτονον αὐτὸ ποιοῦσι· στρόφος στροφή, νόμος νομή, ῥόος ῥοή,πλόκος πλοκή. οὕτω καὶ ποθή. σεσημείωται τὸ κόρη ἐκ τοῦ κόρος ὁ νέος. ἐντάσσεται δὲ τῷ τοιούτῳ κανόνι καὶ ἡ βιοτὴ ἐκ τοῦ βίοτος, εἰ καὶ τρισυλλαβεῖ.(ῃ. 243) Ἀμύσσειν δὲ κυρίως τὸ ξέειν, ὡς καὶ αἷμα ῥυΐσκεσθαι, οἱονεὶ αἱμύσσεινμετὰ δασείας καὶ ἀποβολῇ τοῦ ˉι ἀμύσσειν μετὰ ψιλῆς. ἀμύσσειν γοῦν τιςλέγεται παρειάν, ἐξ οὗ καὶ ἀμυχαὶ σαρκῶν καὶ ἀμυχαὶ ξεσμάτων τῶν ὁπουδήποτε, οἷον καὶ ἐν βιβλίοις ἢ ξύλοις. τὸ δὲ τὴν ψυχὴν ἀμύσσειν μεταφορικόνἐστιν ἀπὸ σώματος. (ῃ. 244) Χωόμενος δὲ ἐνταῦθα οὐκ ἐπὶ ὀργῆς, ἀλλὰ ὁσυγκεχυμένος τὴν ψυχὴν τῇ λύπῃ, [ὅπερ ἀχνύμενος ἔφη ἀνωτέρω. Ἰστέον δὲὡς ἡ ῥηθεῖσα προαναφώνησις ἔπεισε τὸν ἥρωα εἶξαι τοῖς κήρυξι. τί γὰρ ἔδειθυμομαχεῖν αὐτόν, οὗ μικρὸν ὅσον σύμπαντες υἷες Ἀχαιῶν δεήσονται ὡς μόνουδυναμένου χραισμεῖν, ὅ ἐστι βοηθεῖν, χρησιμεύειν, ὅθεν καὶ γίνεται τὸτοιοῦτον ῥῆμα. χρησιμῶ γὰρ καὶ τροπῇ τοῦ ˉη εἰς ˉα καὶ μεταθέσει τοῦ διχρόνουχραισμῶ, οὗ σημειώδης δεύτερος ἀόριστος ἔχραισμον, ὅθεν ὑποτακτικὸνχραίσμω, οὗ τρίτον χραίσμῃ τὸ προρρηθέν. (ῃ. 242) Τὸ δέ «εὖτ' ἄν» ἐπίρρημάἐστι χρονικὸν ἴσον τῷ ὅτε.] (ῃ. 244) Ὅτι περιαυτολογῶν ὁ Ἀχιλλεὺς ἄριστον Ἀχαιῶν ἑαυτὸν ἀποκαλεῖ φιλοτίμως καὶ μεγαλοπρεπῶς. εἰ δὲ φθάσας αὐτὸςἄριστον ἐν στρατῷ εἶναι τὸν Ἀγαμέμνονα εἶπε, ζητητέον τὰ ῥηθέντα ἐκεῖ.[∆ῆλον δὲ ὡς οὐκ ἀεὶ ψεκτὸν τὸ περιαυτολογεῖν κατὰ τὸν παροιμιαζόμενονἈστυδάμαντα. ἔστι δέ ποτε καὶ φιλοτίμου καὶ μεγαλοψύχου ἤθους ὁ τοιοῦτοςἔπαινος, καθὰ δηλοῖ καὶ ὁ παρὰ Σοφοκλεῖ μαστιγοφόρος Αἴας καὶ ὁ Φιλοκτήτηςδὲ καὶ ὁ ἐν Τραχινίαις Ἡρακλῆς καὶ ἕτεροι μυρίοι. φράζει δὲ ὁ Ἀχιλλεὺς οὕτω «πείσεται τάδε ὁ βασιλεύς, ὅτ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν».] (ῃ. 245)Ὅτι δημηγορήσας ὁ Ἀχιλλεὺς ἔβαλε πρὸς τῇ γῇ τὸ σκῆπτρον ἤγουν ἔρριψε. καὶ ὅρα οἷον ὁ θυμός. ὅπερ γὰρ ὕψωσε τῇ ὁρκωμοσίᾳ ῥίψας εἰς γῆν ἐξουδένωσεν. 1.149 (ῃ. 246) [Οὐ ψιλὸν δὲ κόσμου τὸ ῥηθὲν σκῆπτρον, ἀλλὰ χρυσέοις ἥλοισι πεπαρμένον κατὰ τὸν ποιητήν, ὃ περίφρασίς ἐστι τοῦ «χρυσόηλον» εἰπεῖν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 95

δὲ καὶ πρόπολος τὰ μετὰπροθέσεων προπαροξύνονται. Τὸ δὲ θέμιστας ∆ωρικόν. ὡς γὰρ

χάρις χάριδοςχάριτος, οὕτω θέμις θέμιδος καὶ θέμιτος, ἐξ οὗ τὸ θεμιτὸν καὶ

ἀθέμιτον,πλεονασμῷ δὲ τοῦ ˉσ θέμιστος, ὅθεν καὶ Θεμίστιος κύριον καὶ ἀθεμίστια

ἐνὈδυσσείᾳ τὰ ἄδικα. ὅτι δὲ ἡ παρ' Ὁμήρῳ διὰ τοῦ ˉσˉτ κλινομένη Θέμις μυθικὴν θεὰν

δηλοῖ, ἀλλαχοῦ φανήσεται. (ῃ. 234) Φύλλα δὲ διὰ δύο ˉλ εὐλόγως. δοκοῦσιγὰρ οὕτω

λέγεσθαι διὰ τὸ ἐν τῷ φυσᾶσθαι λαλαγεῖν ἢ πρὸς διαστολὴν τοῦ φύλου,ὃ δηλοῖ τὴν

φυλήν. (ῃ. 235) Τομὴν δὲ λέγει τὸ ἐν τῷ ὄρει λελειμμένον σύρριζον,οὗ τὸ σκῆπτρον

ἀποτέτμηται. (ῃ. 236 ς.) Τὸ δέ «οὐκ ἀναθηλήσει· περὶ γάρ ῥάἑ χαλκὸς ἔλεψε φύλλα τε

καὶ φλοιόν» πάνυ παρατετηρημένως εἴρηται. ἰτέα γὰρκαὶ ἄλλα τῶν φυτῶν, εἰ καὶ τομὴν

ἐν ὄρεσι λέλοιπεν, ἀλλὰ καὶ οὕτω προΐενταίτι θάλους κείμενα ἢ φυτευόμενα·

ἐκλεπισθέντα δὲ οὐκέτι ἀναθηλήσουσιν οὐδ'αὐτά. Χαλκὸν δὲ τὸν σίδηρον λέγει διὰ τὴν

πάλαι ποτὲ χρῆσιν τοῦ χαλκοῦ,ὁπηνίκα εἰς σιδήρου χρείαν ἐβάπτετο, ὅτε καὶ «χαλκῷ»

κατὰ τὸν Ἡσίοδον»εἰργάζοντο» ἄνθρωποι «μέλας δ' οὐκ ἔσκε σίδηρος». Τὸ δέ «ˉἑ»

δηλοῖ μὲναὐτὸ ἤγουν τὸ σκῆπτρον, ἐγκλίνεται δὲ καὶ ἀντωνυμία ἐστὶ τριγενής,

ὥσπερκαὶ τὸ ˉνˉιˉν καὶ τὸ ˉμˉιˉν. Ἔστι δέ πως ἀκατάλληλον ἐνταῦθα κατὰ σύνταξιν

ὑγιῆ τὸ»περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα τε καὶ φλοιόν». οὐ γὰρ πάνυ εὐοδοῦται

εἰςσύνταξιν ὁ εἰπών, ὅτι περιέλεψεν ὁ χαλκὸς αὐτὸ φύλλα τε καὶ φλοιόν. ἀλλὰκατὰ

γενικὴν εἰπεῖν ἔδει περὶ τοῦ σκήπτρου, ὅτι ὁ χαλκὸς περιελέπισεν αὐτοῦτὰ φύλλα καὶ

τὸν φλοιόν. ἔχει δὲ ἡ καινότης τῆς τοιαύτης συντάξεως θεραπείαςτρεῖς· μίαν μὲν τὴν

ἀντίπτωσιν, ὡς τοῦ ἕ ἀντὶ πτώσεως ἄλλης κειμένουἤγουν ἀντὶ γενικῆς, ἥτις ἐστὶ τὸ

αὐτοῦ· ἑτέραν δὲ ἔχει θεραπείαν πρόσληψινπροθέσεως ἔξωθεν, ἵνα λέγῃ, ὅτι περιέλεψεν

αὐτὸ ὁ χαλκὸς κατὰ τὰ φύλλα καὶτὸν φλοιόν· τρίτην δὲ καὶ τελευταίαν θεραπείαν ἡ

τοιαύτη σύνταξις ἔχει τὴνστιγμὴν καὶ τὴν ἐκ τοῦ ἐπιφερομένου σαφήνειαν. ἡ γὰρ

στιγμὴ ἀναπαύουσα τὸ ἕἐπάγει ὕστερον τὸ φύλλα τε καὶ φλοιόν, ἵνα λέγῃ ὅτι

περιέλεψεν αὐτὸ ὁ χαλκός. 1.147 ποῖον αὐτό; τὰ φύλλα δηλαδὴ καὶ τὸν φλοιόν. καὶ ἔστι

τὸ μέν «ἕ» ἤγουν αὐτὸ1.147 ὁλότης τοῦ ξύλου, τὸ δέ «φύλλα καὶ φλοιόν» δήλωσις

μέρους τοῦ ἐκπίπτοντοςἐν τῷ λεπίζεσθαι. τοιαῦτα δὲ καὶ ἄλλα μυρία παρὰ τῷ ποιητῇ

ἔχοντα τὴνὁλότητα κατὰ αἰτιατικὴν πτῶσιν, εἶτα ἑρμηνείαν αὐτῆς ἐκ τῶν μερῶν

ὁμοιόπτωτον, ὡς ἐκθεραπεύεσθαι ὁμοίως τριχῶς καὶ αὐτά· οἷον «ποῖόν σε ἔπος

φύγενἕρκος ὀδόντων;» ἢ γὰρ τὸ σέ ἀντὶ πτώσεως ἑτέρας ἐλήφθη· σοῦ γὰρ

ὤφειλενεἰπεῖν· καὶ ἔστι τοῦτο ἀντίπτωσις· ἢ πρόθεσιν προσληπτέον ἔξωθεν, οἷον»ποῖόν

σε ἔπος ἐξέφυγε κατὰ τὸ ἕρκος τῶν ὀδόντων;» τοῦτο δὲ μάλιστα ἐκδηλότατον ἀπὸ τοῦ

ἐντελῶς ἐν Ὀδυσσείᾳ ῥηθέντος «εὖτ' ἄν μιν κάματος κατὰ γυῖαλάβῃσιν», ὅπερ εἰ δίχα

προθέσεως ἐρρέθη «εὖτ' ἄν μιν κάματος γυῖα λάβῃσιν»,ὅμοιον ἦν τῇ ἐνταῦθα

καινοπρεπείᾳ τοῦ σχήματος, ἤγουν, ὡς εἴρηται, νοητέονὅτι ἔφυγε κατὰ τοὺς ὀδόντας· ἢ

στικτέον εἰς τὸ «ἔφυγε» καὶ τὸ μέν «ˉσˉε»νοητέον δηλοῦν τὸν ὅλον ἄνθρωπον, τὸ δέ

«ἕρκος ὀδόντων» ἐπηνέχθαι εἰς δήλωσιντοῦ μέρους, ὅθεν ὁ λόγος φυγὰς ἐδραπέτευσεν,

ὅπερ εἰσὶ τὰ χείλη, αἱ θύραι τοῦστόματος. τοιοῦτον καὶ τὸ «τί δέ σε φρένας ἵκετο

πένθος;» ἢ γὰρ τὸ σέ ἀντὶ τοῦσοῦ εἴληπται· ἢ τί δέ σε κατὰ τὰς φρένας ἵκετο πένθος; ἢ τί

ποτέ σε πένθοςἵκετο; τὰς σὰς φρένας δηλαδή. ὅμοιον καὶ τὸ «ἐπεί μιν ἄχος κραδίην

καὶθυμὸν ἵκανεν» ἤγουν ἐπειδὴ αὐτοῦ τὴν καρδίαν λύπη κατέλαβεν· ἢ αὐτὸν κατὰτὴν

καρδίαν λύπη κατέλαβεν· ἢ αὐτὸν λύπη κατέλαβεν ἤγουν τὴν καρδίαν αὐτοῦ.τοιοῦτον

δὲ καὶ τὸ «Ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας» καὶ τὸ «ἇδός τέ μινἵκετο θυμόν» καὶ

«κρατερόν ῥά ἑ πένθος ὀφθαλμοὺς κάλυψε» καὶ «τοὺς δ' ἄραπάντας ὑπὸ τρόμος ἔλλαβε

γυῖα» καὶ «Τρῶας δ' ἄχος ἔλλαβε θυμόν» καὶἄλλα μυρία. Ἰστέον δὲ ὅτι καί, ὅτε που εἴπῃ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

94

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!