18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

εἰςὅρκον ὡς ξύλον ἁπλῶς θεωρούμενον τὸ σκῆπτρον τόδε. εἰ δὲ καὶ οὐχ' ὡς

ἁπλῶςξύλον, ἀλλ' ὡς θεῖόν τι καὶ τίμιον καί, ὡς προείρηται, βασιλείας ὑπουργὸν

καὶδίκης σύμβολον θεωρήσει τις αὐτό–εἰς τόδε γὰρ τὸ βασιλικὸν ὀμνύει καὶ οὐχ'ἁπλῶς

εἰς ἅπαν σκῆπτρον· –μάλιστα ἂν εἰς ὅρκον παραληπτέον αὐτό, οὐ δι'ἑαυτό, ἀλλὰ διότι

μιν ἐν παλάμαις φορέουσι δικασπόλοι, οἳ θέμιστας πρὸς ∆ιὸςφυλάσσουσι. διὸ εἰς τόδε τὸ

σκῆπτρον ὀμνύων ὡς εἰς αὐτὴν τὴν ∆ιὸς ἀρχὴν ἢεἰς τὴν δίκην ἢ εἰς τὴν θέμιν φησί·

«ναὶ μὰ τόδε σκῆπτρον» καὶ τὰ ἑξῆς· καὶ ἐπάγει ἐν τῷ τέλει, ὅτι «ὅδε μέγας ἔσσεται

ὅρκος». πῶς δὲ μέγας; διὰ τὰ ῥηθέντα.(ῃ. 240–3) Ἔστι δὲ τὸ πᾶν τοῦ ὅρκου τοιοῦτόν τι·

«μὰ τόδε σκῆπτρον, ὄντωςἈχιλλέως ποθὴ ἵξεται υἷας Ἀχαιῶν σύμπαντας, ὅτε πολλοὶ

ὑπὸ Ἕκτοροςἀνδροφόνοιο θνῄσκοντες πίπτωσιν». εἰ δέ τῳ μὴ ἀρέσκει ὁ εἰς τὸ σκῆπτρον

1.145 ὅρκος διὰ τὸ ἀφελές τε καὶ εὐτελές, ἐνθυμείσθω τὸ [«ἴστω σίδηρος ὅρκιον δέ

μοιξίφος», ἔτι δὲ καὶ] τοὺς ὀμνύοντας τὴν πλάτανον ἢ τὸν χῆνα ἢ τὰ τοιαῦτα.πολλῷ

γὰρ δή που τοῦτο ἐκείνων σεμνότερον, εἰ καὶ ἐν καιρῷ θυμοῦ σχεδιάζεται. θεὸν γὰρ

ὀκνεῖ, φασίν, ἐπομόσασθαι δεδιὼς τὸ τοῦ ὅρκου δυσέκβατον.(ῃ. 234) Ἰστέον δὲ ὅτι δύο

τούτων ὄντων ἐπιρρημάτων ὁρκωμοτικῶν, τοῦ μάκαὶ τοῦ νή, ἀπωμοτικὸν μὲν ἤτοι

ἀποφατικόν ἐστι τὸ μά· οἷον «μὰ τὴν δίκηνοὐ ποιήσω τό». κατωμοτικὸν δὲ τὸ νή· οἷον

«νὴ τοὺς λόγους ποιήσω τό». ὁμέντοι ποιητὴς ἐνταῦθα καὶ κατωμοτικὸν ἔχων ὅρκον

καὶ ἀπωμοτικὸν, τὴν δὲτοῦ ˉνˉη χρῆσιν μὴ ἔχων τότε ἐγνωσμένην τῷ ναί ἀντ' αὐτοῦ

ἐχρήσατο ἐπιρρήματικαὶ δίδωσιν ἀφορμὴν ἡμῖν ὑπονοεῖν, ὡς ἐντεῦθεν ὕστερον τὸ νή

ἐπίρρημαγέγονεν, εἰπών· «ναὶ μὰ τόδε σκῆπτρον» καὶ ἐμφήνας ὅτι καὶ

καταφατικῶςὀμόσει καὶ κατὰ ἀπόφασιν ἤγουν κατωμοτικῶς καὶ ἀπωμοτικῶς· διὰ μὲν

τὸ ναὶκατωμοτικῶς, ἀπωμοτικῶς δὲ διὰ τὸ μά. καὶ ἔστιν ὅρκος ἐνταῦθα ἐν

καταφάσειμὲν τὸ «ὄντως Ἀχιλλῆος ποθὴ ἵξεται Ἀχαιούς», ἐν δὲ ἀποφάσει τὸ «σὺ δὲ οὐ

δυνήσεαι ἀχνύμενός περ χραισμεῖν». Ἰστέον δὲ ὅτι παρὰ τοῖς ∆ωριεῦσινεὕρηται ἐξ

ὀρθοῦ ὁρκωμοτικὸν ἐπίρρημα τὸ ναί, οἷον «ναὶ τὼ σιώ» ἤγουν νὴτοὺς θεούς. καὶ τάχα

ἐκ τούτου μάλιστα τὸ νὴ ὁρκωμοτικὸν ἐπίρρημα γέγονε.τὸ μέντοι Ὁμηρικὸν τοῦτο ναὶ

βεβαιωτικόν ἐστιν ἐπίρρημα. Σκῆπτρον δὲ νῦνμὲν βασιλικὸν ἄλλως τε σεμνὸν καὶ

χρυσείοις δὲ ἥλοις πεπαρμένον. ἐν δὲ Ὀδυσσείᾳ, ὡς καὶ προερρέθη, καὶ πτωχικὸν

σκῆπτρον εὕρηται ἤτοι βάκτρον καὶῥάβδος, ὅπερ οὐκ ἂν γένοιτό τινι ὅρκος διὰ τὴν

εὐτέλειαν. εἰ γὰρ καὶ ἐκεῖνο τομὴνἐν ὄρεσι λέλοιπε περιφραστικῶς ἀντὶ τοῦ ἐξετμήθη

τοῦ ὄρους, ἔτι δὲ καὶἐξελεπίσθη, ἀλλ' οὐ δικασπόλοι φέρουσιν αὐτό. διὸ οὐδὲ μέγα

ἐκεῖνο εἰς ὅρκον.τοῦτο μέντοι μέγα τὸ παρὰ τῷ Ἀχιλλεῖ διὰ τὴν δίκην καὶ τὴν τοῦ ∆ιὸς

θέμιν, ὧνἐστι σύμβολον. διὸ καὶ δὶς ἐπεσημήνατο τὸ αὐτοῦ μεγαλεῖον ὁ ποιητὴς πρό

τετοῦ ὅρκου εἰπών· «μέγαν ὅρκον ὀμοῦμαι»· καὶ μετὰ τὸν ὅρκον· «ὃ δέ τοι μέγαςἔσσεται

ὅρκος» τοῖς τε νῦν δηλαδὴ καὶ τοῖς μετὰ ταῦτα μανθάνουσιν. (ῃ. 239)Ἐνταῦθα δὲ ὅρα

καὶ ὅτι τὸ «ὅδε τοι μέγας ἔσσεται ὅρκος» εἶχε μὲν καὶ ἄλλωςεἰπεῖν «τόδε τοι μέγας

ἔσσεται ὅρκος» ἤγουν τὸ βασιλικὸν σκῆπτρον· ὅμωςδὲ ὁ ποιητὴς καινότερον σχηματίζει

ἀποδεδωκὼς πρὸς τὸ «ὅρκος», ὁποῖάτινα ποιήσει καὶ ἀλλαχοῦ. ἔστι δὲ τὸ σχῆμα ὅμοιον,

ὡς καὶ εἴ τις εἴποι, ὅτιτάδε καὶ τάδε γίνονται· ὃ δέ τοι τρόπος οἰκονομίας βασιλικῆς· ἢ τὸ

καὶ τὸγενήσεται, ὅσπερ δὴ νόμος προνοίας θεοῦ καὶ ὅσα τοιαῦτα. (ῃ. 238) ∆ικασπόλοι δὲ

λέγονται οἱ περὶ δίκας πολοῦντες, ὡς οἰωνοπόλοι καὶ ὀνειροπόλοι οἱπερὶ οἰωνοὺς καὶ

ὀνείρους. ∆ίκη δὲ καὶ θέμις ταὐτόν ἐστι. διὸ καὶ ὁ ποιητὴς 1.146 ἐφερμηνεύων φησί·

«δικασπόλοι, οἳ θέμιστας πρὸς ∆ιὸς φυλάσσουσι». θεσμοφύλακες οὖν οἱ δικασπόλοι.

ἄμφω δὲ ταῦτα ἦσαν οἱ βασιλεῖς, οἷς καὶ τὸ σκῆπτρονσύμβολον ἦν δίκης, ὥσπερ ἀνδρίας

τὸ δόρυ. Σκοπητέον δὲ ὡς τὸ μὲν δικασπόλος καὶ τὰ κατ' αὐτὸ παροξύνεται, ἀμφίπολος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

93

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!