18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Πάριδος. καὶ Ὀδυσσέα δὲ ὁ ποιητὴς διὰ μιᾶς πόλεως ἅλωσιν πτολίπορθονπολλαχοῦ

λέγει ἅπαξ που τὸν ὄντως πολιορκητὴν Ἀχιλλέα τοιούτου καταξιώσαςὀνόματος.

[Ἐνθυμητέον δὲ ὡς ἔχουσί τι συγγενὲς οἵ τε παρ' Ἡσιόδῳ δωροφάγοι βασιλεῖς καὶ ὃς δὲ

καθ' Ὅμηρον δῶρ' ἀποαιρεῖται, καὶ ὅτι ἡ σύνθεσις τοῦἀποαιρεῖται ὁμοία τῇ τοῦ

«ἀποαίρεο κούρην».] (ῃ. 231) Ὅτι Ἀχιλλεὺς οὐκ ἂν ὡς εἰς μόνον ἑαυτὸν ἀδίκου

πειραθεὶς τοῦ βασιλέως οἷα δαπανήσαντός τι τῶναὐτοῦ, δημοβόρον αὐτὸν καλεῖ. οὐ γὰρ

ἂν εὖ τοῦτο λέγοι, μὴ καὶ θυμῷ φερόμενος λάθοι ἂν σκῶμμα καθ' ἑαυτοῦ συντιθείς. εἰ

γὰρ δι' αὐτὸν δημοβόροςὁ βασιλεύς, ἄρα τοῦ δήμου αὐτὸς καὶ ὁ τυχὼν στρατιώτης καὶ

ὡς εἰπεῖν τῆςἀγέλης ἄνθρωπος καὶ οὐκέτι ἄριστος Ἀχαιῶν, ὁποῖον ἑαυτὸν αὐτὸς ἐρεῖ. εἰ

δὲδημότης ἐστίν, ὀφείλει ἄρα σιγᾶν. δῆμον γὰρ ἄνδρα οὐ δεῖ ἀντιλέγειν βασιλεῖ»παρὲξ

ἀγορεύοντα», ὥς που ὁ Τρωϊκὸς ῥήτωρ Πολυδάμας φησίν. ἀλλὰτοῦτο μὲν ἀστείως

εἴρηται. δημοβόρον δὲ ἄλλως τὸν Ἀγαμέμνονα λέγειἈχιλλεὺς ὡς αὐτὸν ἑαυτῷ τὰ κοινὰ

δαπανῶντα, οἷα εἰκός, πολλάκις, ὡς πρὸμικροῦ εἴρηται. ἐνταῦθα δὲ ἀσυνδέτως εἰπών

«δημοβόρος βασιλεύς»ἐλλειπτικῶς εἶπε διὰ θυμόν. λείπει γὰρ τὸ εἶ. ὁμοίως δὲ καὶ μετ'

ὀλίγα ἐρεῖ·»ἦ γὰρ ἂν Ἀτρείδη νῦν ὕστατα λωβήσαιο». ἐλλείπει γὰρ ἐνταῦθα ὡς

λαμβανόμενον ἀπὸ κοινοῦ τὸ «εἰ μὴ οὐτιδανοῖς ἤνασσες». σφόδρα δὲ κινητικὸν

τοῦδήμου τὸ δημοβόρος βασιλεύς καὶ ἐρεθιστικὸν εἰς θυμόν. ὥσπερ δὲ παρ'Ἡσιόδῳ τὸ

δωροφάγοι ἐπιτείνει τὸ κακὸν τοῦ δωροληπτεῖν, οὕτω κἀνταῦθα τὴνἀδικίαν τὸ

δημοβόρον, ὃ ἠρέμα ὑπελαλήθη καὶ ἐν τῷ «δῶρ' ἀποαιρεῖσθαι». ὅραδὲ καὶ ὅτι οὐ μόνον

οἰνοβαρὴς ὁ Ἀγαμέμνων σκώπτεται ἀλλὰ καὶ βορός. [ἐντούτοις δὲ ὁ Ἀχιλλεὺς καὶ τῶν

Ἀχαιῶν καταφέρεται οὐκ εὐλόγως εἰπών· «ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις», ἐθέλων

ἐκείνους θυμομαχοῦντι αὐτῷ συνδιατίθεσθαι, ὡς καὶ ἐπαναστῆναι τῷ βασιλεῖ. Τὸ δέ

«σέθεν ἀντίον εἴπῃ» ὅμοιόν ἐστιπρὸς τὸ «ἶσον ἐμοὶ φάσθαι» καὶ πρὸς τὸ «ἀντείπῃ».] (ῃ.

229) Ὅτι στρατὸν εὐρὺνεἰπὼν Ἀχαιῶν ὁ ποιητὴς ἔδειξεν, ὡς καλῶς εὐρυκρείοντα τὸν

Ἀγαμέμνονα λέγει, ὅνπερ ἄλλοι καὶ εὐρυμέδοντά φασιν. (ῃ. 232) Ὅτι Ἀττικοὶ πολλάκις

εὐ1.144 κτικὰ λαλοῦσιν ἀντὶ παρῳχημένων, οἷον «ἐπεὶ ἔλθοι ὁ δεῖνα» ἤτοι ἦλθε· καὶ

«ὡςδὲ λαλήσοι» ἀντὶ τοῦ ἐλάλησε· καὶ ἄλλα τοιαῦτα. οὕτω καὶ ὧδε τὸ «ἦ γὰρ ἂν

νῦνὕστατα λωβήσαιο» ἀντὶ τοῦ τὰ ὕστερα ἂν ἐλωβήσω ἤγουν ὕβρισας. λώβη γὰρἡ εἰς τὸ

φανερὸν ὕβρις καὶ ὡς εἰπεῖν ἐν μέσῳ λαοῦ βαίνουσα εἴς τινα, οἱονεὶ λαόβηκαὶ κατὰ

κρᾶσιν λώβη. [τινὲς μέντοι παρὰ τὸ λώπιον ἐτυμολογοῦσι τὴν λώβην,ὅπερ ἐστὶν

ἱμάτιον, ἀφ' οὗ καὶ λωποδύτης καὶ ῥῆμα λωποδυτῶ, ἵνα ᾖ λώβηἡ ἐν ἀπεκδύσει λωπίου

ὕβρις ἐπαγομένη διὰ μάστιγος. Σημείωσαι δὲ ὅτι ἐν τῷ»ἦ γὰρ ἂν ὕστατα λωβήσαιο»

λείπει θυμικῷ λόγῳ τὸ «εἰ μὴ οὐτιδανοῖσινἄνασσες», ἵνα λέγῃ ὅτι τὰ ὕστατα ὕβρισας ἂν

ἐμὲ τὸν τηλικοῦτον, εἰ μὴ οὐτιδανοὶἦσαν οἱ Ἀχαιοὶ καὶ ἀφιλότιμοι οἱ παρὰ σοῦ

βασιλευόμενοι.] (ῃ. 234–7) Ὅτι θυμῷ ἐλαυνόμενος ὁ Ἀχιλλεὺς καὶ εἰς ὅρκον συνελάσας

ἑαυτὸν οὐ ∆ία ἢτοιοῦτόν τι ἐπόμνυται, ἀλλ', ὥσπερ κατὰ τὸν παλαιὸν λόγον τὸ

παρατυχὸνὄργανον ὅπλον ἐστὶν ἀχορηγήτου θυμοῦ, οὕτω καὶ νῦν Ἀχιλλεὺς ἐκ

τοῦπαρατυχόντος πράγματος τὸν ὅρκον πορίζεται διὰ τὸν τοῦτο ἀπαιτοῦνταθυμὸν καὶ

ὀμνύει εἰς τὸ ἀνὰ χεῖρα σκῆπτρον καὶ τούτου τὴν αἰτίαν ἐπάγειαὐτὸς διχόθεν εὔλογον

εἶναι τὸ πρᾶγμα τιθείς. εἴτε γὰρ ἁπλῶς ξύλον θετέον τὸσκῆπτρον τοῦτο τὸ ἀνὰ χεῖρας,

καλόν ἐστιν εἰς ὅρκον συμβολικώτερον τε καὶἀφελέστερον. ὡς γὰρ αὐτὸ οἷα ξύλον τὴν

τομὴν ἐν ὄρεσι λελοιπὸς οὔποτε τοῦλοιποῦ φύλλα καὶ ὄζους φύσει οὐδ' ἀναθηλήσει·

περιέλεψε γὰρ αὐτὸ ὁ χαλκὸςφύλλα τε καὶ φλοιόν· οὕτως οὐδὲ ἡμεῖς ἅπαξ ἐνταῦθα ἐν

τῇ ἀγορᾷ τομὴν λελοιπότες καὶ ἀλλήλων ὥσπερ ἀποτμαγέντες τῇ διαστατικῇ ἔριδι τὸ

τῆς φιλίαςἐνδειξόμεθα θάλος ἐς ὕστερον καὶ συμβησόμεθα. καὶ οὕτω μὲν εὔθετον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

92

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!