18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

δὲ διὰ τὰ πρὸμικροῦ εἰς τὸν Ἀχιλλέα φορτικά· δειλὸς δὲ διὰ τὸ πολλαχοῦ λέγειν τὸ

«φεύγωμεν», καθάπερ δηλωθήσεται. ἔοικε δὲ καὶ πρὸ τούτου τοῦ χρόνου τοιαῦτά τιναὁ

Ἀγαμέμνων ποιεῖν, ἐξ ὧν ἄρτι ὁ Ἀχιλλεὺς οὕτω σφοδρῶς ὑβρίζει αὐτόν. οὐ γὰρ ἂν

ἁπλῶς οὕτω καὶ ψευδῶς τοὺς λόγους παρέρριψε. Τὸ δέ «κυνὸς ὄμματ'ἔχων» φθάσας καὶ

ἄλλως ἔφρασεν, ὅτε ἀναιδείην τε ἐπιειμένον ἔλεγε τὸνἈγαμέμνονα καὶ κυνῶπα

συνθέτῳ ὀνόματι ἐκάλει αὐτόν. ἀντίκειται δὲ τὸ»κυνὸς ὄμματα ἔχων» πρὸς τὸ «κραδίην

ἐλάφοιο» καὶ ἔστιν ἀντίθετον σχῆμα 1.142 ῥητορικόν, ἵνα λέγῃ αὐτὸν θρασὺν μὲν ὡς

κύνα, δειλὸν δὲ ὡς ἔλαφον. τοιαύτηγὰρ ἡ ἔλαφος. διὸ καὶ φυζακινὴν αὐτὴν ἡ ποίησις

καλεῖ. Ἐνταῦθα δέ φασιν οἱπαλαιοί, ὅτι τρία ταῦτα Ἰσοκράτης ἀγαθὰ μαρτυρεῖ Κόνωνι,

τῷ τῶν Ἀθηναίων στρατηγῷ ἐπιμέλειαν, πίστιν, ἐμπειρίαν πολέμων, συναγαγὼν

τὸἐγκώμιον ἀπὸ τῶν ἐναντίως ἐνταῦθα προσμαρτυρουμένων τῷ Ἀγαμέμνονι.ἐξ

οἰνοποσίας μὲν γὰρ ἀμέλεια· ἐξ ἀναιδείας δὲ ἀπιστία ἡ πρὸς τὸ κοινόν· ἡ δὲδειλία τὴν

τῶν πολεμικῶν ἀπειρίαν ἐργάζεται. εἰ τοίνυν κακὸν ἀμέλεια καὶἀπιστία καὶ ἀπειρία

πολέμων, ἃ δὴ πρόσεστι τῷ Ἀγαμέμνονι, ἀγαθὸν ἄρα ἐξἐναντίου ἐπιμέλεια καὶ πίστις

καὶ πεῖρα πολεμικῶν. ἐντεῦθεν οὖν Ἰσοκράτηςτὸ τοῦ Κόνωνος ἐγκώμιον ἠρανίσατο.

Σημειωτέον δὲ ὡς ὁ Ἀγαμέμνων πολλὰὑβρίσαντα τὸν Ἀχιλλέα καὶ πρὸ τούτου καὶ νῦν

οὐκ ἀνθύβρισεν, ἀλλὰ καὶἀγαθόν που καὶ θεοείκελον ἔφη αὐτὸν αἰδούμενος τὴν ἀρετὴν

τοῦ ἀνδρός, ἴσωςδὲ καὶ ὀκνῶν λόγοις κολάζειν, ὃν ἔργοις ἀμυνεῖται. οὕτω δὲ ἦν ἡ τοῦ

Ἀχιλλέωςἀρετὴ ὁμολογουμένη, ὥστε καὶ αὐτὸς ὁ βασιλεὺς μάλα μέν φησι

καρτερὸναὐτὸν εἶναι, ἐκ θεοῦ δὲ τοῦτο λαβεῖν. [Ἰστέον δὲ ὅτι ὁ οἰνοβαρὴς ἔχει καὶ

ῥῆμαβαρύτονον τὸ οἰνοβαρείω, οὗ τῆς μετοχῆς χρῆσις ἐν Ὀδυσσείᾳ. (ῃ. 226 σς.) Ὅτι

ψόγος στρατηγοῦ τὸ «οὔτε ποτ' ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι οὔτε λόχονδ'ἰέναι σὺν

ἀριστήεσσιν Ἀχαιῶν τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι».τουτέστι θανάτῳ

εἰκάζεται ὑπὸ σοῦ ἡ κινδυνώδης μάχη καὶ οὐ χαίρεις ἐπ'αὐτῇ ὡς χάρμῃ. Ἀχιλλεὺς δὲ

κατὰ τοῦ βασιλέως ταῦτα σκώπτει ἐπάγωνκαί, ὅτι «πολὺ λώϊόν ἐστι κατὰ στρατὸν δῶρ'

ἀφαιρεῖσθαι, ὅς τις σέθεν ἀντίονεἴπῃ» ἤγουν αἱρετώτερόν σοι ζημιοῦν τοὺς

ἀντιλέγοντας ἤπερ ἐκ πολέμου ζῆν.](ῃ. 226 ς.) Ἰστέον δὲ ὅτι τὸ μὲν ἅμα λαῷ

θωρηχθῆναι τὴν φανερὰν δηλοῖ καὶἀντιμέτωπον παράταξιν, τὸ δὲ λόχονδ' ἰέναι σὺν

ἀριστεῦσι τὴν ἐξ ἐπικρύψεωςἐπίθεσιν σημαίνει. Ὅτι δὲ ἀριστέων μάλιστα ὁ λόχος

δέεται, ἐν τῇ νῦ ῥαψῳδίᾳῥηθήσεται, ὅπου καὶ λόχος ῥηθῆναι φαίνεται παρὰ τὸ λέγω τὸ

ἐπιλέγω, ἐν ᾧεἰσιν ἐπίλεκτοι καί, ὡς νῦν φησιν ὁ ποιητής, ἀριστεῖς. Σημείωσαι δὲ

ὅπωςἐνταῦθα ὁ ποιητὴς παρέφρασεν ἢ ἡρμήνευσε τὸ πρὸ ὀλίγου ῥηθὲν τὸ «ἢ

ὁδὸνἐλθεῖν ἢ ἀνδράσιν ἶφι μάχεσθαι». τὸ μὲν γὰρ εἰς πόλεμον ἅμα λαῷ

θωρηχθῆναιτοῦτό ἐστιν ἀνδράσιν ἶφι μάχεσθαι, τὸ δὲ λόχονδε ἰέναι ταὐτόν ἐστι τῷ

ὁδὸνἐλθεῖν. (ῃ. 230) Ὅρα δὲ καὶ ὅτι ἐν τῷ «δῶρα ἀποαιρεῖσθαι» δῶρα ὁ ποιητὴςλέγει οὐ

τὰ κυρίως, ἀλλὰ ἁπλῶς τὰ κατὰ λάχος προσόντα τοῖς Ἕλλησι. καὶἔοικε σκωπτικῶς

τοῦτο ῥηθῆναι παρ' ὑπόνοιαν. δέον γὰρ ἢ τὸν βασιλέα δῶραδιδόναι, ὁ δὲ δῶρα

ἀφαιρεῖται· ἢ καὶ ἄλλως δῶρα τὰ γέρα. τὸ γὰρ γέραςδῶρον πάντως τοῖς ἀριστεῦσιν οὐ

κλήρῳ λαγχάνον, ἀλλὰ πρὸς χάριν διδόμενον.ὁ γοῦν τὸ ἀλλότριον ἀφαιρούμενος γέρας

δῶρον ἀφαιρεῖται, ὃ δὴ ἐπὶ τῆς Βρισηΐδος ἠπείληται καὶ γεγένηται εἰς Ἀχιλλέα. εἰ δὲ μὴ

εὕρηται καὶ ἕτερος τοῦτο πεπονθώς, ἀλλὰ τυχὸν μὲν κατὰ τὸ σιωπώμενον γεγόνασι καὶ

ἐπ' ἄλλοιςτὰ ὅμοια· τέως γε μὴν παρὰ τῷ ποιητῇ καὶ ἐκ μιᾶς πείρας καθολικόν τι

πολ1.143 λάκις συνάγεται κατὰ πιθανότητα. Ἀλέξανδρος οὖν διὰ μίαν γυναῖκα

τὴνἙλένην, ἧς αὐτὸς πεπείραται, καλλιγύναικα τὴν Ἑλλάδα καλεῖ. καὶ Μενέλαος δὲ

τοὺς Πριαμίδας ὑπερφιάλους καὶ ἀπίστους λέγει ἑνὸς τοιούτου πεπειραμένοςτοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

91

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!