18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

γίνεσθαι· ἡ δὲ ὀργὴ μονιμωτέραν καὶπαρατεταμένην, φασίν, ἐμφαίνει τὴν ἐπὶ τῇ λύπῃ

ἐκπλήρωσιν. Ὅτι τὸ μῆνινἈττικόν ἐστι καὶ Ἰωνικόν· μήνιδα δὲ τὸ κοινὸν οὐκ οἶμαι εἴ

τις ἐν χρήσει εὑρήσει, ὥσπερ ἐν τῇ γʹ ῥαψῳδίᾳ τὸ ἔριδα. δῆλον δὲ ὅτι ἐν πολλοῖς

ἐπικοινωνοῦσιν αἱδύο αὗται διάλεκτοι διὰ τὸ καὶ ἀποίκους Ἀθηναίων εἶναι τοὺς

Ἴωνας, Ἰώνωνκαλουμένων ποτὲ καὶ αὐτῶν ἀπὸ ἄρχοντος Ἴωνος. ὅμοιον δέ τι καὶ περὶ

τῆς Αἰολίδος καὶ ∆ωρίδος διαλέκτου λέγεται, ὡς καὶ αὐτῶν ὁμοιότητά τινα ἐχουσῶν.

∆ωριεὺς δὲ τὴν παρὰ Ἀττικοῖς μῆνιν μᾶνιν εἴποι ἄν. κανὼν δὲ τοῦ βραχυκαταληκτεῖν

τὴν μῆνιν κατὰ Ἡρωδιανὸν τοιοῦτος· τὰ εἰς ˉν λήγοντα ἐν τῇ αἰτιατικῇπάντα βραχέα

ἐστίν· οἷον, Εὔπολιν, Ἄλεξιν, ἔχιν, Θέτιν. οὕτω γοῦν καὶ μῆνιν.διό, φησί, τὴν κνημῖδα

καὶ σφραγῖδα οἱ Αἰολεῖς κναμὶν καὶ σφραγὶν λέγοντεςμετὰ ὀλιγότητος συλλαβῶν

συστέλλουσιν. Ὅτι τὸ ἀείδειν, ὃ πρωτότυπόν ἐστικαὶ ἐντελέστερον τοῦ ᾄδειν, κυρίως

ἐπὶ ποιημάτων διὰ τὸ ἐμμελὲς τῆς ποιήσεως. καὶ οὐκ ἔστι καιριωτέραν τούτου λέξιν

ἐνταῦθα εἰπεῖν, οὔτε τὸ φάσθαιοὔτε τὸ μυθεῖσθαι οὔτε ἄλλο τι τοιοῦτον, ὁποῖον καὶ τὸ

λέγειν· ὅπου γε καὶ ἡἁρμονικὴ σοφία διαφορὰν οἶδε τοῦ ᾄδειν καὶ τοῦ λέγειν, τὸ μὲν

ᾄδειν ἀπονέμουσα τῇ ἐμμελείᾳ, τὸ δὲ λέγειν τῷ ἀμελεῖ λόγῳ διδοῦσα. ἀείδεσθαι γοῦν

φαμεντὰ ποιήματα, ἀείδειν δέ ἐστι τὸ ἐμμελῶς λέγειν, καὶ ᾠδὴ ὁ μεμελισμένος λόγος,ὃς

καὶ ἔξαρμα ἔχει ἤγουν ὕψος, ὄγκον, μέγεθος, καί πως διὰ τὸ ὑπερηρμένονἔποχος ὁ

τοιοῦτος λόγος εἶναι δοκεῖ. διόπερ ὁ μὴ τοιοῦτος πεζὸς λέγεται διὰ τὸταπεινὸν καὶ τὸ

ὡς ἀπὸ ὕψους τινὸς καὶ ὀχήματος καταβῆναι εἰς τοὔδαφος. οἱγὰρ περὶ Φερεκύδην καὶ

Ἑκαταῖον λύσαντες μὲν τὸ μέτρον, ἄλλα δὲ φυλάξαντες τὰ ποιητικὰ συνέγραψαν. εἶτα

οἱ ὕστερον ἀφαιροῦντες ἀεί τι τῶν τοιούτωνεἰς τὸ νῦν εἶδος κατήγαγον, ὡς ἀπὸ ὕψους

τινός. ταῦτα ὁ Γεωγράφος. ἔοικεδὲ καὶ Ἡρόδοτος τῷ Φερεκύδῃ καὶ Ἑκαταίῳ εἶναι

ὅμοιος τοῖς καταβαλοῦσι τὸ τῆς ποιήσεως εὐδόκιμον, ὅπερ εἶχεν ὅτε πρῶτον εἰς μέσον

παρῆλθε. δοκεῖ 1.15 δὲ καὶ τὸ ἐνέπειν ἰσοδυναμεῖν τῷ ᾄδειν, ὡς δηλοῖ τὸ «ἄνδρα μοι

ἔννεπε Μοῦσα»[καὶ παρ' Ἡσιόδῳ «Μοῦσαι, ἐννέπετε».] ἐξ οὗ καὶ ἔπη τὰ ποιήματα

λέγονται.οἰκειότερον δὲ τῇ ἐμμελείᾳ τὸ ᾄδειν· ὅθεν καὶ ἐπὶ μουσικῶν ὀρνίθων

ᾄδεινλέγομεν, οὐ μὴν ἐννέπειν, ὥσπερ οὐδὲ λέγειν. περὶ ἀλεκτρυόνων γὰρ ᾠδάς

φαμενκαὶ ὄρνις ᾠδικούς τινας λέγομεν· καὶ ἡ ἀηδὼν δὲ ἐκ τοῦ ἀείδειν

παρετυμολογεῖται [τροπῇ, φασίν, Αἰολικῇ τῆς ˉεˉι διφθόγγου εἰς ˉη.] διὸ καὶ τὰς

Σειρῆνας[ὡς καλὸν ἀειδούσας] ἀηδόνας ὁ Λυκόφρων ἐκάλεσε. γίνεται δὲ τὸ ἀείδειν ἐκ

τῆςˉα ἐπιτάσεως καὶ τοῦ εἴδω τὸ γινώσκω. πάνυ γὰρ εἰδότες καὶ ἐπιστήμονες,

ὡςφιλόσοφοι, ἐδόκουν οἱ ποιηταί. ὅθεν καὶ τὸν ἐν Ὀδυσσείᾳ ἀοιδόν, τὸν τῆς

Κλυταιμνήστρας φύλακα, φιλόσοφόν τινες ἡρμηνεύκασιν, ὡς εὖ εἰδότα τὰ πάνταἐκ

Μουσῶν. καὶ μαντικοὶ δὲ διὰ σοφίαν οἱ ἀοιδοὶ ἐνομίζοντο, καθὰ καὶ

ἀλλαχοῦφανήσεται. οὗ σύμβολον καὶ ἡ ἐκ δάφνης ῥάβδος, ἡ τοῦ Ἀπόλλωνος, ἥν,

ὡςπροερρέθη, κατεῖχον ᾄδοντες οἱ ῥαψῳδοί. τὴν τοιαύτην πρόγνωσιν ὑπεμφαίνεικαὶ

Πίνδαρος εἰπών, ὡς κατωτέρω ῥηθήσεται, «μαντεύεο Μοῦσα». [Ἰστέον δὲὅτι τε παρὰ τῇ

κοινῇ διαλέκτῳ ἀργεῖ τὸ ἀείδειν καὶ ἡ ἐκεῖθεν ἀοιδή, ἐνεργεῖταιδὲ τὸ ᾄδειν καὶ ἡ ᾠδή,

τὰ παθόντα κρᾶσιν καὶ συναίρεσιν, ὥσπερ καὶ ἀντὶ τοῦπατέρος καὶ μητέρος, τῶν κοινῶς

ἀπαθῶν, τὰ κατὰ πάθος φασὶ πατρὸς καὶμητρός. καὶ ὅτι ἐπὶ τοῦ ἑτέρου ἀχρήστου ἀείδειν

ἤγουν μὴ βλέπειν ἑτεροία ἡκρᾶσις, ὡς ἐκφωνοῦσα τὸ ˉι ἐν τῷ αἴδω καὶ αἰδῶς, ὁμοίως

τῷ ἀεικίζω αἰκίζω,ἀείρω αἴρω, φαείνω φαίνω. καὶ ὅτι διὰ τὸ ἐνέπειν ἰσοδυναμεῖ τῷ

ᾄδειν καὶ τὸεἰπεῖν, οἷον «εἰπὲ θεὰ Κρονίδαο διάκτορον αἴθοπος εὐνῆς».] Ὅτι ἐν τῷ

«ἄειδεθεά» θεὰν ὁ ποιητὴς τὴν ἐν τῇ ἑαυτοῦ ψυχῇ γνῶσιν λέγει, τερατωδέστερον

τὸνλόγον ὑψώσας. θεῖον μὲν γάρ τι ἡ γνῶσις, ὥσπερ καὶ ἡ ψυχή, οὐ μὴν θεά. ὅλωςδὲ ἡ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

9

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!