18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Ἀρτέμιδι,ταὐτὸν δ' εἰπεῖν Ἑκάτῃ, καὶ μαινίδα θύεσθαί φασι διὰ τὸ δοκεῖν μανιῶναἰτίαν

εἶναί τισιν, ὡς οἷον εἰπεῖν τοῖς σεληνιαζομένοις. καὶ ἄλλοι δὲ ἰχθύεςἀνεῖνταί τισι κατὰ

οἰκειότητα, οἷον Ἀπόλλωνι μὲν κίθαρος ἤτοι κιθάρα, ἐπεὶκιθαριστὴς ἐκεῖνος

περιᾴδεται· Ἑρμῇ δὲ βόαξ ὡς κήρυκι διὰ τὴν βοήν, παρ'ἣν καὶ Βοώτης, κήρυκος ὄνομα·

Ἀφροδίτῃ δὲ ἀφύη ἡ καὶ ἀφρῖτις διὰ τὸἄμφω ἐξ ἀφροῦ φῦναι τήν τε ἀφύην δηλαδὴ

φυσικῶς καὶ τὴν δαίμονα μυθικῶς.]οὕτω καὶ λύκος Ἀπόλλωνος ἄθυρμα διὰ τὴν

ἀμφιλύκην νύκτα, μεθ' ἣν ἐκφαίνεταιἥλιος. καὶ λαγὸς ἐρώτων ἀνάθημα διὰ τὸ ταὐτὸν

τῆς κατὰ κλῆσιν γενέσεως.λαγός τε γὰρ ἀπὸ τοῦ λάειν καὶ Ἔρως ἐκ τοῦ ὁρᾶν, ἅπερ τὸ

βλέπειν μηνύουσι.καὶ Ἀθηνᾷ δὲ δράκων ἱέρωται, ἵνα, ὅθεν τὰ τῆς ἀρχῆς, ἐκεῖ καταλήξῃ

ὁ 1.139 λόγος ἡμῖν, διὰ τὸν αὐτὸν λόγον. δράκοντος μὲν γὰρ πρόκειται τὸ δέρκω

ἤτοιβλέπω, Ἀθηνᾶς δὲ τὸ ἀθρεῖν· ἀθρεῖν δὲ ταὐτόν ἐστι τῷ δέρκεσθαι. Σημείωσαιδὲ ὅτι

περὶ τῆς γλαυκός φασιν οἱ παλαιοί, ὡς ἐνεργὸς διὰ σκότους οὖσα, ἤγουνἐν σκότει καὶ

νυκτί, μεθ' ἡμέραν ἤτοι κατ' αὐτὴν τὴν ἡμέραν ἀποτυφλοῦταιξηρότητι καὶ λεπτότητι

τῆς περὶ τὸν ὀφθαλμὸν ὑγρότητος μὴ φερούσης τὴνπρὸς τὸ φῶς σύγκρασιν. ἡ δὲ περὶ

γλαυκὸς παροιμία ἡ λέγουσα «γλαὺξ εἰςἈθήνας» ἐμφαίνει μὲν καθ' ἱστορίαν καὶ αὐτὴ

φίλον εἶναι πτηνὸν Ἀθηνᾷ τὴν γλαῦκα· λαμβάνεται δὲ ἢ ἐπὶ τῶν συμβαλλόντων, ἔνθα

μὴ χρεία συμβολῆς, ἢἐπὶ τῶν θαμιζόντων, ἔνθα πολὺ τοιοῦτον πλῆθος. οἱ δὲ παλαιοί

φασι καί, ὅτιτὸ «γλαῦκα Ἀθήναζε» ἁρμόττει ἐπὶ τῶν ἄλλοθεν μάτην ὡς σπάνιά

τιναἐμπορευομένων, ὃ καὶ εἶναι ὅμοιον τῷ «πύξον ἐς Κύτωρον ἤγαγες» ἤ «ἰχθὺνεἰς

Ἑλλήσποντον». Ὅτι δὲ ἡ γλαὺξ οὐ μόνον ὀξύνεται κοινότερον, ἀλλὰ καὶ περισπᾶται

Ἀττικῶς, δηλοῦται ἀλλαχοῦ. (ῃ. 207) Ὅτι ἐν τῷ «ἦλθον ἐγὼ παύσουσα τεὸν μένος, αἴ κε

πίθηαι» δηλοῖ φιλοσόφως ὁ ποιητὴς τὸ ἐφ' ἡμῖνεἶναι παύεσθαι θυμοῦ εἴτε καὶ μὴ καὶ

ὅλως τὸ μὴ βίᾳ εἶναι, ἀλλ' ἑκούσιον τὸκαλόν. (ῃ. 211) Ὅτι ὀνειδίζειν οὐ μόνον τὸ

εὐεργεσίας ἀναφέρειν τοῖς εὐηργετημένοις, ὅπερ πρὸ μικροῦ Ἀχιλλεὺς ἐποίησε

προσονειδίσας τῷ βασιλεῖ, ὡς τὸμὲν πλεῖον τοῦ πολέμου αὐτὸς ἔχει, ἐκεῖνος δὲ τὸ πλέον

τοῦ δασμοῦ, ἀλλὰκαὶ τὸ ἁπλῶς ὀνοστά τινα καὶ ἐπίμομφα λέγειν. Ἀχιλλεὺς οὖν

ἐνταῦθα ὑπὸτῆς Ἀθηνᾶς ἐπιτραπείς «ἔπεσσιν ὀνειδίσαι, ὡς ἔσσεταί περ» εὐεργεσίας μὲν

οὐπροφέρει τῷ βασιλεῖ, οὐδὲ ἀχάριστον εἶναι λέγει, ὅπερ ἦν κυρίως ὄνειδος·ἄλλως δὲ

ὑβριστικῶς ὀνειδίζει «οἰνοβαρῆ» τε προσειπὼν καὶ ἕτερα ὅσα εἰρήσεται.εἰ μὴ ἄρα ἐρεῖ

τις, ὅτι ἐξελάθετο καὶ δέον ὂν ὀνειδίσαι καὶ εὐεργεσιῶν ὑπομνῆσαικαὶ ἀχαριστίας τὸν

Ἀγαμέμνονα γράψασθαι, ὁ δὲ ὑβρίζει ἐκεῖνον ἡττηθεὶς αὖθιςτῷ θυμῷ καὶ οὗ

παρηγγέλθη ἐκλαθόμενος. [ὅτι δὲ οὐκ ἀεὶ τὸ ὄνειδος βαρεῖαλέξις ἐστὶ καὶ ἀηδής, δηλοῖ

οὐ μόνον ὁ γράψας ὡς «καλὸν ὄνειδος σπαργάνωνἀνειλόμην», ἀλλὰ σὺν ἄλλοις καὶ ὁ

εἰπών «κάλλιστον ὄνειδος». εἴη δὲ ἂντοιοῦτον ὄνειδος ὁ λόγος ὁ προφέρων πάθος τι

δεινὸν μέν, ἐπίσημον δὲ ἄλλωςἐν ἀνθρώποις καὶ θαυμαζόμενον, ὁποῖον καὶ τὸ τοῦ

Οἰδίποδος διήγημα, οὗμέρος καὶ ἡ τῶν σφυρῶν αὐτοῦ τρῆσις καὶ οἴδησις, ὅθεν Οἰδίπους

ἐκλήθη, 1.140 καὶ ἡ κατὰ Θηβῶν ἐπίθεσις τῆς Σφιγγὸς καὶ ὅσα τοιαῦτα.] Ὅρα δὲ ὅπως

ἡἈθηνᾶ τὸ ὀλίγον συγχωρεῖ τῷ Ἀχιλλεῖ ἤτοι τὸν βασιλικὸν ὄνειδον, ἵνα τοῦ μείζονος

ἀποτρέψῃ κακοῦ ἤτοι τῆς φονικῆς ἐγχειρήσεως. οὕτω καὶ ἰατρός ποτετῷ πυρέττοντι

ἀπαγορεύων οἶνον, ὕδωρ δίδωσιν. οὐ γὰρ δεῖ τοῖς κρατοῦσιπάθεσιν αὐστηρῶς

ἀντιβαίνειν, ἀλλὰ μετρίως εἴκειν· καθὰ καὶ Ἡσίοδος τῷἀδελφῷ παραχωρεῖ «πλούτου

κορεσσάμενον, τότε δὴ νείκεα ὀφέλλειν» ἤτοιφιλονεικεῖν. (ῃ. 213 ς.) Ὅτι φανερῶς

ἐνταῦθα ὁ ποιητὴς τὴν Ἀθηνᾶν οὐ θεὰν ἀφίησι νοεῖν, ἀλλὰ φρόνησιν στοχαστικὴν τοῦ

μέλλοντος ἐν τῷ «καίποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα [ὕβριος εἵνεκα τῆσδε·

σὺ δ' ἴσχεο,πείθεο δ' ἡμῖν», ἃ δὴ πραϋντικά ἐστι μεγάλου θυμοῦ, καθὰ καὶ πρὸ αὐτῶν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

89

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!