18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τῶν, οἷς θυμοῦται, ταχὺ ἄν ποτε 1.137 ὀλεῖται περιτυχὼν ἑτέρῳ μὴ ὑπενδιδόντι κατ'

ἐμέ. (ῃ. 206) Ὅτι γλαυκῶπιςἈθηνᾶ οὐ μόνον γραφικῶς ὡς ἁπλῶς γλαυκοὺς ἔχουσα τοὺς

ὀφθαλμούς,ἀλλὰ καί, ὡς ἂν εἴποι τις, δεινὴ τὴν ὄψιν καὶ ἐκπληκτικὴ κατὰ τὰ

γλαυκωπὰτῶν θηρίων. γλαυκοὶ γὰρ καὶ οἱ λέοντες οἱ βασιλικοὶ καὶ ἰδεῖν δεινοί.

καὶδράκοντας δέ τις τῶν ποιητῶν γλαυκῶπας καλεῖ. γλαυκῶπις οὖν καὶ ἡ φοβερὰκατὰ

τὸ πρὸ μικροῦ ῥηθὲν τὸ «δεινὼ δέ οἱ ὄσσε φάανθεν». τάχα δὲ καὶ ἄλλως ὁμῦθος

ἐπίτηδες τὸ γλαυκὸν τοῖς τῆς Ἀθηνᾶς ἀφώρισεν ὀφθαλμοῖς διὰ τὸπρὸς αὐτὴν συγγενὲς

τῆς λέξεως καὶ τὴν ἐξ ἀναπτύξεως ἐτυμολογικῆς ταὐτότητα.Ἀθήνη τε γὰρ ἀλληγορικῶς

ἀπὸ τοῦ ἀθρεῖν εἰρῆσθαι δοκεῖ ὡς προαθροῦσα τὰοἷον ἐν σκότει καὶ μέλλοντα. καὶ τὸ

γλαυκὸν δὲ ἀπὸ τοῦ γλαύσσω παρῆκται,τὸ θεωρῶ, καὶ δηλοῖ τὸ ὑπόλευκον καὶ

εὐόρατον. εἰ τοίνυν ταὐτὰ τὸ γλαύσσεινκαὶ τὸ ἀθρεῖν, ἔχει πως συγγενῶς κατ' αὐτὰ καὶ

τὰ ἐξ αὐτῶν παραγόμενα. διὸτὸ γλαυκωπὸν ᾠκείωται τῇ Ἀθηνᾷ ὡς ἀθρητικῇ

βλεπτικόν. διὰ τοῦτο δὲ καὶἡ γλαὺξ οἰκεία τῇ Ἀθηνᾷ οὐ μόνον ὡς νυκτὸς ὁρῶσα, ὥσπερ

καὶ ἡ σύνεσιςκατὰ τὸν εἰπόντα «ὀρθῇ κελεύθῳ ἐν ταῖς βουλαῖς τὰ ἐν σκότει

ποδηγετεῖ»,ἀλλὰ καὶ διὰ τὴν ἀπὸ τοῦ γλαύσσω παραγωγήν, ὅπερ ἐστὶ ταὐτὸν τῷ

ἀθρῶ.οὕτω καὶ ἄλλα τῶν ὀρνέων ᾠκείωνται ἄλλοις θεοῖς διὰ τὴν πρὸς

ἐκείνουςσυγγένειαν ἢ κατὰ τὸν τῆς κλήσεως τύπον ἢ κατὰ ἐνεργείας ταὐτότητα, οἷον

ἡνῆσσα τῷ Ποσειδῶνι· ὑγρὰ μὲν γὰρ οὐσία ὁ Ποσειδῶν καὶ ἡ νῆσσα δὲ παρὰτὸ νῶ νήσω

τὸ κολυμβῶ ἠτυμολόγηται, ἐξ οὗ καὶ τὸ νήχω καὶ ἡ ναῦς καὶ ὁ Νηρεύς· ἱέραξ δὲ ἱέρωται

Ἡλίῳ Ἀπόλλωνι διά τε τὸ ὀξὺ τῆς κινήσεως·ὠκυπέτης γὰρ ὁ ἱέραξ καὶ ὁ ἥλιος δὲ

ὀξυκίνητος· καὶ διὰ τὴν ἐξ ἐτυμολογίαςσυγγένειαν. καὶ γὰρ ἵεται ῥᾷον ὁ ἥλιος. ἐντεῦθεν

δὲ καὶ ὁ ἱέραξ ὠνόμασται.ὅθεν καὶ Ἰαπετὸς παρὰ τὸ ἵεσθαι καὶ πέτεσθαι ἡ οὐρανία

σφαῖρα λέγεται. οὕτωκαὶ ἡ φαληρὶς τῇ Ἀφροδίτῃ συνῳκείωται οὐ μόνον κωμικώτερον

διὰ τοὺςἰθυφάλλους καὶ τοὺς φαλλοὺς [καί, ὡς γοργότερον ἔφη τις, διὰ συνέμφασιν

τοῦφαλλοῦ,] ἀλλὰ καὶ διὰ λευκότητα τὴν ἐν σπέρματι ζωϊκῷ, οὗπερ ὁμοιότηςἔγκειται

τῷ τῆς φαληρίδος ὀνόματι. φάλιον γὰρ τὸ λευκόν, ἐξ οὗ καὶ τὰ φάλαρα.καὶ κύκνος δὲ

τῷ Ἀπόλλωνι οὐ μόνον διὰ τὸ ᾠδικὸν καὶ μαντικὸν ἀφιέρωται,ἀλλὰ καὶ διὰ τὸ λευκόν,

ὅπερ ἐκ τοῦ λεύσσειν ἤτοι βλέπειν παράγεται, οὗπερ 1.138 Ἀπόλλων ἐστὶ παραίτιος·

ὅθεν καὶ ∆ήλιος ἐπιθετικῶς ὀνομάζεται ὡς δῆλακαὶ εὐόρατα πάντα ποιῶν. καὶ ἀετὸς δὲ

τῷ ∆ιΐ, ἤτοι τῷ αἰθερίῳ ἀέρι, ἀνιέρωταιοὐ μόνον ὡς τελείῳ τέλειος καὶ ὡς οὐρανίῳ

ὑψιπέτης, ἀλλὰ καὶ διὰ τὴν κατὰτοὔνομα κοινωνίαν. ἀετός τε γὰρ καὶ ἀὴρ ἄμφω παρὰ

τὸ ἄω τὸ πνέω δοκοῦσιπαράγεσθαι. οἰκεῖος δέ πως καὶ λάρος Ἑρμῇ οὐ μόνον ὡς

Ἀργεϊφόντῃ λευκός, ἀλλὰ καὶ κατὰ τὸ παρωνυμεῖν τρόπον τινὰ τῇ τοῦ λόγου

γλυκύτητι. ὁ τε γὰρλόγος πρᾶγμα λαρὸν ἤγουν ἡδὺ καὶ ὁ λάρος δὲ παρὰ τόνον

ἐκπέφευγε τὴν πρὸςτὸ λαρόν συνέμπτωσιν καί, ἵνα μὴ πολλοῖς ὁμοίοις ἐπεξιόντες

περιττὰ σοφιζώμεθα, οὕτω καὶ γλαὺξ οἰκεῖον τῇ ἀθρητικῇ Ἀθηνᾷ διὰ τὴν πρὸς τὸ

ἀθρεῖν τοῦγλαύσσειν ταὐτότητα. ἵνα δὲ τῶν ὀρνίθων ἀφέμενοι καὶ ὑποκαταβάντες

γενώμεθα καὶ τῶν περὶ γῆν, οὕτω καὶ ἄλλα τινά τισιν ἀνάκεινται διὰ ὁμοίας αἰτίας,οἷον

∆ιονύσῳ κισσός· κισσητὸς γὰρ ὁ οἶνος, οὗ δοτὴρ ὁ ∆ιόνυσος. νάρκισσοςἘριννύσι

στεφάνωμα· νάρκισσός τε γὰρ ἐκ τοῦ ναρκᾶν παρηχεῖται καὶ τοῦ ναρκᾶν Ἐριννύες τοῖς

κακούργοις παραίτιοι. πεύκης φυτὸν Ἡφαίστῳ ἀνεῖται οὐ μόνον ὅτι εὐέξαπτον, ἀλλὰ

καὶ διὰ τὴν δᾷδα, ἥτις ἀπὸ τοῦ δαίω τὸ καίω παράγεται, καθὰ καὶ ἐκ τοῦ αἴθειν ὁ

Ἥφαιστος. ἡ τρίγλα κατὰ τοὺς παλαιοὺς Ἀρτέμιδος ἄγαλμα, παρόσον ἡ τρίγλα μὲν κατὰ

τὸν Κίλικα ποιητὴν τριγόνοιςγοναῖς ἐπωνόμασται τρὶς γεννῶσα τοῦ ἔτους· καὶ Ἄρτεμις,

ταὐτὸν δὲ εἰπεῖνσελήνη, τριταία μετὰ γέννησιν σαφῶς διεκφαίνεται. [τῇ δ' αὐτῇ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

88

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!