18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

1.134 ἡ πόρνη λέγεται, ἀρσενικὸν δὲ αὐτῆς οὐχ' εὕρηται. τάχα γάρ, ἵνα τις ἀστείωςεἴποι,

οὐκ ἦν εἰκὸς ἄνδρα παρωνυμεῖσθαι τῇ μὴ ἐχούσῃ ἕνα τινά. διὰ μετοχῆς μέντοι ὁ

τοιοῦτος ἀναπληροῦται· ἡταιρηκὼς γὰρ λέγεται. πάλιν δὲ αὖ ἑταῖρος μὲν ὁ φίλος

λέγεται, ἑταίρα δὲ ἡ φίλη οὐκ ἂν ἀψόγως εὑρεθείη ἄν. ἐτέθηγὰρ ἡ λέξις ἐπὶ πόρνης

εὐφημότερον. (ῃ. 197) Ὅτι φύσει μὲν ὄπισθεν μετὰ τοῦ ˉσγραπτέον· συγκέκοπται γὰρ

ἀπὸ τοῦ ὀπίσωθεν· τὸ δέ «στῆ δ' ὄπιθεν» ἀποβολὴντοῦ ˉσ πέπονθε. [τοῦτο δὲ καὶ ἐν

ἄλλοις εὑρεθήσεται.] (ῃ. 200) Ὅτι Παλλάδατὴν Ἀθηνᾶν λέγει κατὰ ἀλληγορίαν διὰ τὸ

τῆς προνοίας ἢ φρονήσεως, εἰς ἣν ἡἈθηνᾶ ἐκλαμβάνεται, ὀξυκίνητον, ὡς ἀπὸ τοῦ

πάλλω τοῦ δηλοῦντος τὸ κινῶ·ἐξ οὗ καὶ πάλος ὁ κλῆρος λέγεται [καὶ κραιπάλη ὁ ἐκ

μέθης παλμός, ὅ ἐστικίνησις καὶ δίνησις τοῦ κάρα ἤγουν τῆς κεφαλῆς.] ἡ δὲ ἱστορία εἰς

ταὐτὸν ἄγειτῇ νεάνιδι τὴν Παλλάδα οὕτω παρὰ τοῖς παλαιοῖς τὰς μείρακας

ὀνομάζεσθαιλέγουσα· ὅθεν καὶ ἡ παλλακὶς παρωνόμασται καὶ πάλλαντες δὲ παρὰ

τοῖςἀρχαίοις οἱ νέοι, ὥς φησι Φιλιστίδης ἐν Συγγενικοῖς. τὸ δὲ λέγειν οὕτωκαλεῖσθαι

αὐτήν, ἐπειδὴ ἐν τῇ Γιγαντομαχίᾳ Πάλλαντά τινα πεφόνευκε Γίγαντα,ἢ ὅτι ἐκ τῆς τοῦ

∆ιὸς ἀνέπαλτο κεφαλῆς ἢ ὅτι κεραυνῷ τῆς Σεμέλης βληθείσηςκαὶ τοῦ ∆ιονύσου

διεκπεσόντος ἐμβρύου παλλομένην τὴν τοῦ ἀμβλώματος καρδίαν ἤνεγκε τῷ ∆ιῒ ἢ εἴ τι

τοιοῦτον ἄλλο λέγεται, μύθου ἐστὶ παραλήρημα.καὶ ἐκεῖνο μέντοι ἰστέον, ὅτι τὰ τῆς

Παλλάδος εἴδωλα Παλλάδια τοῖς παλαιοῖςὀνομάζονται καὶ ὅτι φρόνησις ἠθικῶς ἐστιν ἡ

Ἀθηνᾶ, ὡς ἐρρέθη. διὸ καὶ ∆ιὸςκαὶ Μήτιδος εἶναι λέγεται ἤτοι νοὸς καὶ βουλῆς. φησὶ

γὰρ ὁ μῦθος, ὅτι ἔγκυοςοὖσα τὴν Ἀθηνᾶν ἡ Μῆτις κατεπόθη ὑπὸ τοῦ ∆ιός, ἐν δὲ τῷ

ὡρισμένῳ ταῖς κυούσαις καιρῷ ἐξέθορεν, ὡς πρὸ μικροῦ εἴρηται, τῆς τοῦ ∆ιὸς κεφαλῆς

ἡ Ἀθηνᾶ.Ὅτι τὸ «δεινὼ δέ οἱ ὄσσε φάανθεν» ἀντὶ τοῦ δυσαντίβλεπτοι τῷ Ἀχιλλεῖ

ἐφάνησαν οἱ τῆς Ἀθηνᾶς ὀφθαλμοί, εἴτε μυθικῶς διὰ τὸ φοβερὸν εἴτε καὶμάλιστα πρὸς

ἀλληγορίαν. οὐ γὰρ ἔσχεν οἷον ἀντωπῆσαι καὶ ἐναντίος ἐλθεῖντῷ ὀρθῷ λογισμῷ, οἷα μή

τινα ἔχοντι ἀντιλογίαν, ἀλλὰ εὐθύς, φησί, μετετράπετο,ὅπερ μυθικῶς μὲν δηλοῖ, ὡς

εἴρηται, τὸ ἐστράφη, ὡς ἂν ἴδῃ τίς ὁ τῆς κόμηςἁψάμενος, ἀλληγορικῶς δὲ τὸ μετεβλήθη

τοῦ θυμοῦ ἢ ἐπεστράφη τοῦ φρονῆσαικατὰ τὸ «οὔ τι μετατρέπῃ οὐδ' ἀλεγίζεις». τινὲς δὲ

τὸ «δεινὼ δέ οἱ ὄσσεφάανθεν» ἀντὶ τοῦ φαεινοὶ αὐτῷ ἐγένοντο καὶ ἐφωτίσθησαν οἱ

ὀφθαλμοί. διὸαὐτίκα ἔγνω ἐκείνην οἷα ἀγχίνους, ὡς πρὸ μικροῦ εἴρηται, καὶ οὐκ

ἔλαθεναὐτὸν τοῦ λοιποῦ οὔτε ὅτι κακῶς μελετᾷ καὶ ὅτι δεῖ κρεῖττόν τι ἐπιλογίσασθαι,

1.135 οὔθ' ὅτι φρόνησις αὕτη ἐπῆλθεν αὐτῷ. Τὸ δέ «φάανθεν» σκευωρεῖται οὕτως.τὰ εἰς

ˉμˉεˉν πληθυντικὰ τῶν εἰς ˉηˉν ληγόντων παθητικῶν ἀορίστων τῷ ˉη παραληγόμενα

ἀποβολῇ τοῦ ˉη καὶ ˉμ τὸ τρίτον τῶν πληθυντικῶν ποιοῦσιν, οἷονἐτύφθην πρῶτος

ἀόριστος παθητικός· τούτου τὸ πληθυντικὸν ἐτύφθημενκαὶ ἐξ αὐτοῦ ἀποβολῇ τοῦ ˉη

καὶ ˉμ τὸ τρίτον τῶν πληθυντικῶν κατὰ τοὺς Αἰολεῖς ἔτυφθεν ἀντὶ τοῦ ἐτύφθησαν.

οὕτω καὶ ἠγέρθημεν ἤγερθεν, ἐκοσμήθημενἐκόσμηθεν, ἐτμάγημεν ἀντὶ τοῦ διεκόπημεν

ἔτμαγεν· «ὣς τὼ βουλεύσαντεδιέτμαγεν», ἐφαάνθημεν ἐφάανθεν· «δεινὼ δέ οἱ ὄσσε

φάανθεν» ἀντὶ τοῦἐφάνησαν. ὁμοίως καὶ ὅσα ἄλλα τοιαῦτα, ἐν οἷς καὶ τὸ «ἐρήτυθεν

καθέδρας»ἤγουν κατέσχον ἢ ἡσύχασαν κατὰ τὰς καθέδρας. οἱ δὲ παλαιοὶ οὕτω

καθολικώτερον κανονίζουσι τὰ τοιαῦτα Αἰολικὰ πλατύτερον παραδιδόντες

κανόνα.φασὶ γὰρ ὅτι πολλοὶ παρῳχημένοι τὰ τῶν οἰκείων πληθυντικῶν τρίτα

ποιοῦσινἐκ τῆς γενικῆς τῶν ἰδίων μετοχῶν, κλινομένης μὲν διὰ τοῦ ˉνˉτ,

ἀποβαλλούσηςδὲ τὴν τελευταίαν συλλαβήν· οἷον λέγων λέγοντος ἡ μετοχή. ταύτης

τῆςγενικῆς ἀφαιρεθεῖσα ἡ λήγουσα ποιεῖ τοῦ ἔλεγον παρῳχημένου τὸ

τρίτονπληθυντικὸν ἔλεγον. οὕτω καὶ γράφων γράφοντος, ἐγράφομεν ἔγραφον.ὁμοίως

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

86

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!