18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

στέρησιν καὶ αὐτὴ τῆς θηλῆς διὰ τὸ τέλειον ἢ παρὰ τὸ ἀθρεῖντὸ βλέπειν ἀθρήνη τις

οὖσα ὡς τῶν μελλόντων καὶ δεόντων προβλεπτική.ἐκ ∆ιὸς δέ, διότι ἐκ τοῦ νοός. Ζεὺς

γὰρ καὶ ὁ νοῦς· ἐκ κεφαλῆς δὲ διὰ τὸ ἐκεῖλογιστικόν, οὗ προβολὴ ἡ φρόνησις. Ἥφαιστος

δὲ αὐτὴν ἐκφαίνει, διότι αὐτὸςμὲν εἰς πῦρ ἀλληγορεῖται τὸ καὶ φωσφοροῦν καὶ ἐκκαῖον

καὶ ἀνωφορούμενον.καὶ ἡ φρόνησις δὲ φωσφόρος τέ ἐστι καὶ τὸ δραστήριον πρηστήριον

οἷον ἔχεικαὶ οὐδὲν ταπεινὸν φρονεῖ, ἀλλὰ ὑπερῆρται καὶ ἄνω φέρεται. συγκροτεῖται

δὲκαὶ ἐκ τῶν ἐπιθέτων ἡ Ἀθηνᾶ εἰς τὸ νοεῖσθαι φρόνησις, ὡς ἐν οἰκείοις τόποιςἕκαστον

φανήσεται. εἰ δέ ποτε καὶ στοιχειακῶς ἡ Ἀθηνᾶ εἰς γῆν ἀλληγορεῖταικαὶ εἰς αἰθέρα

ἐκλαμβάνεται, καὶ αὐτὸ λεχθήσεται κατὰ καιρόν. ὁ δὲ Παραβάτης,ἐν οἷς ∆ία νοεῖ τὸν

ἥλιον, ἐξ αὐτοῦ γενέσθαι λέγει τὴν Ἀθηνᾶν ἤτοι τὴν πρόνοιαν.διό, φησί, καὶ θείᾳ μοίρᾳ

Ὅμηρος ἀπεμαντεύσατο τὸ «τιοίμην, ὡς τίεταιἈθηναίη καὶ Ἀπόλλων». γεννᾷ δέ, φησίν,

οὐκ ἐξ ἀκροτάτου μέρους, ἀλλὰ ὅλην ἐξ ὅλου. ὅτι δὲ Ἀθηνᾶ πρόνοια λέγεται, φέρει

ἐκεῖνος καὶ χρῆσιν τοιαύτην·»ἵκετο δ' ἐς Πυθὼ καὶ ἐς γλαυκῶπα προνοίην». Τέσσαρες δὲ

εὐθεῖαί εἰσι τῆςἈθηνᾶς· πρωτότυπος μὲν ἡ Ἀθήνη οἷον ἀθήλη, ὡς εἴρηται· ἀνδρομήκης

γὰρ τῆς τοῦ ∆ιὸς ἐξέθορε κεφαλῆς· ἐκ δὲ τούτου κατὰ συστολὴν Ἀθάνα γέγονε,

καθὰπαρά τε Σοφοκλεῖ κεῖται καὶ ἑτέροις· ὥσπερ δὲ τὴν ἅμαξαν κατὰ

παραγωγὴνἁμαξαίαν φασὶ καὶ τὴν αὐλὴν αὐλαίαν καὶ τὴν προνομὴν προνομαίαν, ὡς

ἐπὶἐλέφαντος, καὶ τὴν προτέρην προτεραίαν καὶ τὴν ὑστέραν ὑστεραίαν καὶ τὴν 1.133

ἀλκὴν ἀλκαίαν, ὡς ἐπὶ λέοντος, [καὶ τὴν πέρην περαίαν] καὶ τὴν ἀκτὴν ἀκταίην,ὡς ἐπὶ

Ἀττικῆς παρὰ Καλλιμάχῳ, καὶ τὴν γαλήνην γαληναίην, ὡς τὸ «γαληναίητε γένηται»

καὶ τὴν ἀνάγκην ἀναγκαίαν, οἷον· «ἀναγκαίη γὰρ ἐπείγει» καὶ τὴνσελήνην σεληναίαν,

οἷον· «ἐπειδὴ φῶς σεληναίης καλόν», οὕτω καὶ τὴν ἈθήνηνἈθηναίαν φασὶν ἄλλοι τε

καὶ ὁ ποιητής. οἱ μέντοι ὕστερον ἀποβάλλοντες τὸ ˉιτῆς ˉαˉι διφθόγγου καὶ Ἀθηνάαν

ποιοῦντες, ὥσπερ τὴν ἐλαίαν ἐλάαν Ἀττικῶς, οἷον· «τίς τῆς ἐλάας παρέτραγεν;»

Ἀθηνάαν μὲν οὔ φασι, τὰ δὲ δύο ˉα κιρνῶντεςλέγουσιν Ἀθηνᾶν. διὸ καὶ ἐκτείνεται ἡ

ταύτης εὐθεῖα καὶ ἀεὶ περισπᾶται διὰτὴν τῶν δύο ˉα κρᾶσιν. Ἰστέον δὲ ὅτι

παρασημειοῦνται οἱ παλαιοὶ μὴ λέγεσθαίποτε Ἀθηναίαν γυναῖκα διὰ τὴν τοιαύτην

Ὁμηρικὴν Ἀθηναίαν ἤτοι Ἀθηνᾶνἀνὴρ μὲν γάρ, φασίν, Ἀθηναῖός ἐστιν, ὥσπερ καὶ

Θηβαῖος, οὐ μήν, ὥσπερ Θηβαία, οὕτω καὶ Ἀθηναία γυνή, ἀλλὰ ἑτερωνύμως γυνὴ

Ἀττική. τὸ γὰρ Ἀθηναίαἤδη προκατείληπται. ὅθεν ὡς θεῖόν τι τυγχάνον ὄνομα καὶ

ὑπερηρμένον οὐθέμις ὑποκαταβῆναι καὶ θνητοῖς προσώποις ἐγκαθεσθῆναι καὶ ὡς οἷον

ἱεροσυληθῆναι θείαν κλῆσιν. Παυσανίας δὲ καὶ Αἴλιος ∆ιονύσιος ἐν τοῖς οἰκείοις

Λεξικοῖς φασιν, ὅτι Μετακλείδης αἰτίαν φησὶ τοῦ μὴ λέγεσθαι Ἀθηναίας τὰς Ἀττικὰς

γυναῖκας, ἵνα μὴ τὴν ἄγαμον αἱ γαμούμεναι τῇ προσηγορίᾳ καταισχύνωσιν. ὅτε δὲ

ἤρξαντο αἱ ἀσταὶ ἤτοι Ἀττικαὶ γυναῖκες Ἀθηναῖαι λέγεσθαι, τότε δὴ ἐπενοήθη καὶ τὸ

τὴν θεὸν μηκέτι Ἀθηναίην καλεῖσθαι, ἀλλὰ κατὰ συναίρεσιν Ἀθηνᾶν. ἕτεροι δὲ τῶν

παλαιῶν οὕτω συντόμως εἶπον· «ἀνάττικον Ἀθηναίαν γυναῖκα εἰπεῖν· ἀστὰς δὲ τὰς

Ἀττικὰς γυναῖκας ἔλεγον ὡς καὶ τοὺς ἄνδραςἀστούς». Σημείωσαι δὲ ὅτι [τε καθ'

ὁμοιότητά τινα τῶν προρρηθέντων ὀνομάτωνοὐδὲ ἀνδρείαν γυναῖκα βούλονται

λέγεσθαι, ἀλλ' ἀνδρικήν, οἷα τὸ τῆς ἀνδρίαςὄνομα τῇ ἀρετῇ ἀποκληρώσαντες· καὶ ὅτι]

ἐνταῦθα μὲν ὀνόματι ἀρσενικῷοὐκ ἐπηκολούθησε παρασχηματισμὸς θηλυκοῦ.

Ἀθηναῖος μὲν γὰρ ἀνήρ,οὐκέτι δὲ καὶ Ἀθηναία γυνή, ἀλλά, ὡς εἴρηται, ἀστὴ καὶ Ἀττική.

παρὰ μέντοι τοῖς φιλοσόφοις γίνεταί τι ἀνάπαλιν. αὐτοὶ γὰρ ἀρετὴν μὲν λέγουσιν· ἐξ

αὐτῆςδὲ παρωνυμούμενον ἀρσενικὸν ὀκνοῦσιν εἰπεῖν τὸν ἐνάρετον· ἀντὶ δὲ

αὐτοῦἑτερωνύμως σπουδαῖόν φασι τὸν τῆς ἀρετῆς μετέχοντα. οὕτω καὶ ἑταίρα μὲν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

85

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!