18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

κέαρβάλλειν [καὶ προνώπιον παρ' Εὐριπίδῃ ἤτοι προενώπιον, πρόσχημα, οἷον «γῆς

Πελοπίας προνώπιον». καὶ κτεὶς κτενὸς ὡς οἱονεὶ ἐκτεὶς παρὰ τὸ ἐκτείνειν

τὰςκτενιζομένας τρίχας· ἴσως δὲ καὶ τὸ κλέπτειν ὡς ἀπὸ τοῦ ἐκλέπειν τοὺς

ὑποκλεπτομένους ἀφῃρέθη τὸ ˉε.] Ὅτι δὲ καὶ ἀπὸ τοῦ ξαίνειν, ἀφ' οὗ καὶ ξάνιον

τὸκτένιον, γίνεται ὁ ξανθὸς ὡς οἷον ξαντὸς διὰ τὸ ἀξίαν εἶναι τὴν τοιαύτηνμάλιστα

κτενίζεσθαι τρίχα ὑποδηλοῦσιν οἱ παλαιοί. [τακτέον δὲ εἰς τοιαύτηνἀντιστοιχίαν ψιλοῦ

εἰς δασὺ καὶ τὸ Τιθωνός ἐκ τοῦ τιταίνω καὶ τὸ αὐθέντης 1.131 ὁ αὐτόχειρ, ὡς δηλοῖ

ψιλούμενον τὸ «ἀνά τ' ἔντεα καὶ μέλαν αἷμα». ὅμοιον καὶτὸ ἐλεφαίρω ἐκ τοῦ ἔλπω τὸ

ἐλπίζω καὶ τὸ σφεδανόν ἐκ τοῦ σπεύδω καὶ ἡτερθρεία ἐκ τοῦ τερατεία. ὁμοίας δὲ

ἀγωγῆς καὶ τὸ ἄρθρον καὶ τὸ ῥεῖθρον καὶὁ ἐπὶ ζῴων λόφος ἐκ τοῦ λέπω τὸ λεπίζω καὶ ἡ

φιάλη ἐκ τοῦ πιεῖν καὶ ἐκ τοῦκάπτω ὁ κεκαφηὼς καὶ τὸ «μυελὸς σφονδυλίων ἔκπαλτο»

καὶ μοιχὸς παρὰ τὸμὴ οἰκὸς ἤγουν καθ' Ἡρόδοτον «ἐοικός», δι' ὃν οὐκ ἔοικε τὰ γένη.

ἀνάπαλιν δὲἀντιστοιχεῖ ψιλὰ πρὸς δασέα ἐν τῷ ἀμπεχόνη ἐκ τῆς ἀμφὶ προθέσεως

καὶἐκεχειρία τὸ ἐπέχειν χεῖρας καὶ τὸ πέφραδα καὶ οἱ ὅμοιοι ἀναδιπλασιασμοί.σὺν

ἄλλοις δὲ μυρίοις καὶ ὁ παρὰ Σοφοκλεῖ «λεύκιππος Αἰνιάν» καὶ ὁ ἀπηλιώτης καὶ οἱ

ἀντήλιοι. Ὅτι δὲ κόμη ξανθὴ ἐκόσμει καὶ τὸν Μενέλαον, ἐν τοῖςἑξῆς ἱστορήσει ὁ

ποιητής. δῆλον δὲ ὡς ἡ ξανθὴ κόμη, ἀφ' ἧς καὶ Ξάνθος ὄνομαἵππου ξανθοῦ, ὡς εἰκὸς

καὶ πυρρὰ λέγοιτ' ἄν, ἧς παρώνυμον πύρριχος, ἔτι δὲκαὶ πυρσὴ συγγενῶς ἔχουσα πυρσῷ

τῷ καὶ φανῷ. ἡ δ' αὐτὴ κόμη ῥηθείη ἂν καὶαἰθὴ ὡς ἐκ τοῦ αἰθός, οὗ χρῆσις ἐν τῷ «αἰθὸς

γεγένημαι». ἡ δὲ τοιαύτη αἰθὴκόμη τὴν παρὰ Λυκόφρονι Κομαιθὼ παρήγαγεν, ὅπερ

ἴσον ἐστὶ τῷ πυρρότριχα.καὶ ἡ Ἀγαμεμνονέη δὲ Αἴθη πυρρὰ εἴη ἂν κατὰ τὴν εἰρημένην

αἰθὴν καὶ ἄλλωςδὲ φοινικῆ, ἐπεὶ καὶ φοῖνιξ ἵππος ὁ ὁμόχρους φοίνικι τῇ ὀπώρᾳ. εἰ δ'

ἄλλως διαφορά ἐστι ξανθοῦ τοῦ ἡλιώδους ἔτι δὲ καὶ πυρροῦ τοῦ οἱονεὶ φλογέου

καὶφοινικοῦ τοῦ καθ' αἷμα, μεριστέον πρὸς τὰ τοιαῦτα τρία τὰς εἰρημένας λέξεις,ὡς

δῆλόν ἐστιν.] (ῃ. 190) Ὅρα δὲ ἐν τοῖς κατὰ τὸν Ἀχιλλέα, ὅτι τε ὅπλα ἐφόρουν οἱ παλαιοὶ

καὶ ἐν ταῖς ἀγοραῖς καὶ ὅτι οὐκ ἀγαθὸν ἦν ἐνόπλους ὄντας βουλεύεσθαι.μικροῦ γὰρ ἂν

μέγα συνέβη κακὸν τοῦ Ἀχιλλέως χρησαμένου τῷ ξίφει. διὸ καὶἐκωλύθη παρὰ τοῖς

ὕστερον ἡ ἁπλῶς ὅπῃ τύχῃ ὁπλοφορία διὰ τὰ ἐξ αὐτῆςκακά. εἰ γὰρ κατὰ τὸν ποιητήν

«αὐτὸς ἐφέλκεται ἄνδρα σίδηρος» καὶ ἰδίᾳ πουκείμενος, τί οὐκ ἂν ποιήσῃ φορούμενος;

καὶ δηλοῦσι τοῦτο καὶ ὅσοι τῶνβαρβάρων ὁπλοφορεῖν διὰ βίου μεμελετήκασι, παρ' οἷς

οὐδέποτε φόνοι ἐπιλείπουσι. φέρεται δὲ καὶ περὶ Ζαλεύκου τοῦ Λοκροῦ ἱστορία, ὡς

νομοθετήσοι μὲνὁ ἀνὴρ μηδένα φορεῖν ὅπλα ἐν βουλευτηρίῳ. ἐπεὶ δέ ποτε πολέμου

ἐπικειμένουἔνοπλος ὢν εἰσῆλθε, κατ' ἀνάγκην οὕτως ἔχων, εἰς τὴν βουλήν, ὑπέκρουσε

μέν τις 1.132 ὡς ἤδη τὸν νόμον ὁ Ζάλευκος λέλυκεν. ὁ δὲ οὐ λύσειν ἔφη ἀλλὰ κυρώσειν

καὶἅμα τῷ ξίφει δοὺς ἑαυτὸν ἀπέρρηξε τὸ ζῆν, ὅπερ ἦν ποινὴ τῷ παραβάντι τὸννόμον.

[Ἰστέον δὲ ὅτι ἀναλληγόρητον νοούμενον τὸ «μετετράπετο» ἀντὶ τοῦἐστράφη κεῖται·

τρέψας δηλαδὴ ὀπίσω τὰς ὄψεις, ἵνα ἴδῃ, τίς ὁ τῆς κόμηςαὐτὸν ἑλών, ὅτε καὶ ἰδὼν καὶ

γνοὺς θαμβεῖται καὶ ὠφελεῖται.] (ῃ. 200) Ἀθήνη δὲμυθικῶς μὲν ∆ιὸς θυγάτηρ, οἱονεὶ

ἀθήλη τις οὖσα ὡς μὴ θηλάσασα. ὤδινε μὲνγάρ, φασίν, ἡ κεφαλὴ τοῦ ∆ιός. ἐφίσταται δὲ

προσκληθεὶς Ἥφαιστος καὶπλήττει πελέκει τὴν κεφαλὴν καὶ τὸ ἐγκυμονούμενον

ἐξέθορε τελεία κόρηἔνοπλος. καὶ αὐτὴ ἐκ τοῦ μὴ θηλάσαι τὴν κλῆσιν ἔλαχε. θῶ γὰρ

θήσω τὸ θηλάζω,ὡς τὸ «ἐπηετανὸν γάλα θῆσθαι». ἐξ οὗ καὶ ἀρνίον γαλαθηνὸν καὶ

τιθηνὸς ἡτροφὸς [ἡ καὶ θηλαμὼν παρὰ Λυκόφρονι, ἔτι δὲ καὶ ἡ θηλὴ καὶ τὸ θηλάζεινκαὶ

ἡ τήθη ὡς οἷον ἐπιτάσσουσα τῷ βρέφει «τῆ» τουτέστι λάβε, θήλασον, κατὰτοὺς

παλαιούς.] Ἀλληγορικῶς δέ, ὡς ἐν ὀλίγῳ πολλὰ συνελεῖν, Ἀθήνη ἡ φρόνησις ἢ κατὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

84

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!