18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τοιαύτης οὖν Ἥρας πείθεται φρονεῖν λογισάμενος μὴ δεῖν εἶναι αὐτὸν ἄνδρα μέγαν καὶ

ἡγεμονικὸν οὕτω θυμωθῆναιὡς μεγάλῳ βασιλεῖ ἐπεξελθεῖν. ἢ γὰρ οὐκ ἀνύσει καὶ οὐκ

εὖ αὐτῷ γέγονεν ἢἀνύσει τὸν τοῦ βασιλέως φόνον καὶ γενήσεται κακὰ μέγιστα, ὧν τὸ

κεφάλαιοναὐτῷ μὲν δύσκλεια, τοῖς δὲ Ἕλλησιν ἀναστάτωσις. [καὶ ἄλλως δέ πως

ὑπὸἭρας, ὡς οἷον ἀέρος, ἡ φρόνησις Ἀθηνᾶ πέμπεται διὰ τὸ ἀερίαν καὶ σκοτεινὴν καὶ

ἐξ ἀφανοῦς οἷα ἀνέλπιστον ἐλθεῖν αὐτῷ τὴν ἐκ μετανοίας ἐπιμήθειαν. διὸκαὶ αὐτὸς

ἐκεῖνος θαυμάζει τὸ πρᾶγμα.] (ῃ. 197) Καὶ τὸ «ἔστη δὲ ὄπισθεν»τοῦτο δηλοῖ κατὰ τοὺς

παλαιοὺς ὅτι τοῦ μέλλοντος αὐτὸν εἰς ἔννοιαν ἤγαγενἡ Ἀθηνᾶ. ἔμπροσθεν μὲν γὰρ τὰ

οἰχόμενα καὶ ἤδη γενόμενα καὶ εἰς θέαν ἢπεῖραν ἐλθόντα, ὀπίσω δὲ καὶ ὄπισθεν τὰ

ἔσεσθαι μέλλοντα, ἐπειδὴ ἀπροόρατοντὸ μέλλον, καθάπερ ἀόρατα καὶ τὰ κατόπιν ἡμῖν

ὄντα. Τὸ δέ «οὐρανόθεν»τοῦτο τὸ παρ' Ὁμήρῳ τὸ νῦν ἀλληγορηθὲν ἀφορμὴ γέγονε τοῖς

Πλατωνικοῖς τῆςκεφαλικῆς οὐρανώσεως, οἵπερ μυθεύονται τὴν ψυχὴν ἐκπεσοῦσαν τῶν

ἄνω καὶσώματι ἐγκλεισθεῖσαν ἐνοικισθῆναι τῇ κεφαλῇ πλασθείσῃ πρὸς τύπον οὐρανίου

σφαιρώματος, ὡς ἂν μὴ πάντῃ ἀλλοφύλῳ τόπῳ ἐμπέσοι, ἀλλὰ τῷ μικρῷτούτῳ

οὐρανίσκῳ ἐγκατοικοῦσα ἔχοι μεμνῆσθαι ὅθεν ἦν. Ξανθῆς δὲ κόμης ἑλεῖντὸν Ἀχιλλέα ἡ

Ἀθηνᾶ λέγεται συμβολικῶς καὶ τοῦτο διὰ τὸ ἐν τῇ κεφαλῇ, ὡς εἴρηται, ἱδρῦσθαι τὸ

ἡγεμονικόν. (ῃ. 198) Μόνῳ δὲ αὐτῷ λέγεται φαίνεσθαι,διότι οὐδεὶς εἶχε συνορᾶν, ἃ

ἔνδον Ἀχιλλεὺς καθ' ἑαυτὸν ἐβουλεύετο. οἱ δὲ

παλαιοί φασι μόνους τούτους, τὸν Ὁμηρικὸν Ἀχιλλέα καὶ τὸν Ἀθηναῖον Σωκράτην, ἐν

συντυχίαις τῷ οἰκείῳ κεχρῆσθαι δαίμονι. Ἀχιλλεύς τε γὰρ ἐνταῦθα λαλεῖ καὶ ἀκούει τὰ

μυθευόμενα καὶ Σωκράτης δὲ ἔλεγεν, ὡς εἶπέ μοιτὸ δαιμόνιον. [εἶχον δὲ ἂν οἱ παλαιοὶ

ἐν τοῖς Ὁμηρικοῖς προσώποις προσθεῖναι,ὡς τοιοῦτόν τινα καὶ τὸν Ὀδυσσέα, καθὰ καὶ

ἑτέρους τινάς.] (ῃ. 199) Θαμβεῖταιδὲ Ἀχιλλεύς, εἰ οὕτω θυμὸς πολὺς ἐξεκαύθη αὐτῷ καὶ

μετατρέπεταιταχὺ μεταβουλευσάμενος δι' ἀγχίνοιαν, ὅσγε καὶ ἀνωτέρω ἐβουλεύετο ἢ

τόδετι κακὸν ποιήσει ἢ τὸν χόλον παύσει ὡς ἑτοίμως ἔχων εἰς καταλλαγήν. εἰ γὰρκαὶ ἡ

ὕβρις ἀνεζωπύρει ἐξάπτουσα τὸν θυμόν, ἀλλ' ἡ φρόνησις κατεσβέννυε, 1.130 κἂν οἱ

παλαιοὶ αἰτιῶνται, ὡς ἐρρέθη, τὸν τοιοῦτον τόπον, ὡς τοῦ ποιητοῦἀχρόνως οὕτω τὸν

τηλικοῦτον τοῦ Ἀχιλλέως θυμὸν ἀπαμβλύνοντος. τὴν δὲ τοῦἈχιλλέως ἀγχίνοιαν,

ἤγουν τὴν ἐν ἀκαρεῖ χρόνῳ καὶ ὀλίγῳ καί, ὡς εἰπεῖν, ἐκτοῦ ἄγχιστα νόησιν καὶ

πρόγνωσιν τοῦ μέλλοντος ὑπαινίττεται ὁ ποιητὴς καὶἐν τῷ «αὐτίκα δ' ἔγνω θάμβησέν

τε». ἀγχίνοια γὰρ καὶ ἀγχινοεῖν καὶ αὐτίκαἔγνω τῆς αὐτῆς σημασίας εἰσί. Τὸ δὲ θαμβεῖν

καὶ θαυμάζειν ἐπὶ θέας καὶ τῆςἐντεῦθεν ἐκπλήξεως εἴωθε λέγεσθαι, ὡς ὅγε μὴ βλέπων

οὐδέν τι τούτων πάσχεινλέγεται. τὸ δέ «ἐθάμβησεν» ἐνεργητικὸν ἡ νεωτέρα χρῆσις οὐκ

ἔχει. θαμβούμενοι γὰρ καὶ ἐθαμβήθη καὶ τεθάμβημαί φασιν οἱ μεθ' Ὅμηρον. (ῃ. 197)Ἡ

δὲ ξανθὴ κόμη–τοιαύτη γὰρ ἱστορεῖται τὸν Ἀχιλλέα κοσμεῖν–τὸ θερμὸν παραδηλοῖ καὶ

ὀργίλον τοῦ ἥρωος. τοιοῦτοι γάρ, φασίν, οἱ ξανθόχολοι.ξανθὸς δὲ ἱστόρηται καὶ ὁ

Μενέλαος. ἀλλ' ἐκεῖνος οὐκ ἦν ἀκράχολος, ἀλλὰἐνηής. διὸ καὶ μαλθακὸς ἐδόκει

πολεμιστής. τὸ δέ «ξανθῆς κόμης ἕλε Πηλείωνα»ἢ ἀντίπτωσίς ἐστιν ἀντὶ τοῦ εἷλε τὴν

ξανθὴν κόμην τοῦ Πηλείωνος ἢ ἔλλειψινἔχει προθέσεως· εἷλε γὰρ τὸν Ἀχιλλέα ἐκ τῆς

ξανθῆς κόμης. ὁ δὲ ξανθὸς ὅτιἐκ τοῦ ἄνθος γίνεται πλεονασμῷ τοῦ ˉξ, δηλοῦται τοῖς

παλαιοῖς, ἵνα ᾖ ξανθὴκόμη ἡ ἀνθηρά. δύναται δὲ καὶ ἀπὸ τοῦ ἐξανθεῖν εἶναι ἀπελεύσει

τοῦ κατ'ἀρχὴν ˉε, ὃ δὴ καὶ ἐν τῷ Ἑξάδιος γέγονεν, ὅν τινες τρισυλλάβως Ξάδιον

γράφουσιν, ὡς ἐν τοῖς ἑξῆς εἰρήσεται. οὕτω δὲ καὶ τῆς ˉεˉς προθέσεως καὶ τῆς ˉεˉν

ἔστινοὗ ἀφαιρεῖται τὸ κατάρχον ˉε, ὡς δῆλον ἐν τῷ ἔνερθεν νέρθεν, ἐνέρτερος

νέρτεροςκαὶ ἐν τῷ σκορακίζειν καὶ σκαρδαμύττειν καὶ σκερβόλλειν, ὅ ἐστιν ἐς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

83

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!