18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀλληγορία λέγεται παρὰ τοῖς σοφοῖς καὶἡ τῶν λέξεων ἑρμηνεία, ὅθεν καὶ λέξεις

ἀμετάληπτοι αἱ ἀνερμήνευτοι, οὐκἔστιν ἀμφιβαλεῖν.] Ἦτορ δὲ κατὰ τοὺς παλαιοὺς ἡ

ψυχὴ παρὰ τὸ ἄω τὸ πνέω·πνεῦμα γὰρ νοερὸν ἡ ψυχή. Ὅτι τὸ διχῇ, ὁπηνίκα συσταλῇ

κατὰ τὴν λήγουσαν,μετατίθησι καὶ τὸν τόνον καὶ βαρυτόνως λέγεται δίχα, ἐξ οὗ καὶ τὸ

διάνδιχα.οὕτω καὶ τὸ τριχῇ τρίχα λέγεται καὶ ὁμοίως τέτραχα καὶ πένταχα. τὸ δὲ

δίχαἀντὶ τοῦ χωρίς καὶ ἄνευ τῆς ὑστέρας χρήσεώς ἐστι. παρὰ γὰρ τοῖς ἀρχαίοις τὸδίχα

ἀντὶ τοῦ διχῇ ἐλαμβάνετο, ἐξ οὗ καὶ τὸ παρὰ τοῖς ὕστερον δίχα μετήνεκται.ὅτι δὲ τὰ

τοιαῦτα κατὰ μεταπλασμόν τινα ἔτρεψαν τὸ ˉη εἰς ˉα, προείρηται.[Γίνεται δὲ τὸ

διάνδιχα ἐκ τῆς διά καὶ ἀνά προθέσεως, ὧν ἡ μέν «διά» δυασμόντινα σημαίνει, ὡς

δῆλον ἐκ τοῦ διαιρεῖσθαι καὶ διαφωνεῖν καὶ διΐστασθαι καὶ ἐκτοῦ διαζυγίου καὶ τῆς

διαφορᾶς, ἡ δὲ ἀνὰ πρόθεσις δευτέρωμά τι δηλοῖ, ὡς ἐντῷ ἀναβαπτίζειν φαίνεται καὶ

ἀνακρίνειν καὶ ἐπανερωτᾶν καὶ τοῖς ὁμοίοις,ἵνα ᾖ διάνδιχα βουλεύεσθαι τὸ δυάζειν

βουλὴν οὕτω καὶ οὕτω καὶ ἀναβουλεύεσθαιἄλλως καὶ ἄλλως.] (ῃ. 191) Ὅτι ἐν τῷ

«μερμήριξεν Ἀχιλλεύς» ἤγουν ἐβουλεύσατο, εἰ «τοὺς μὲν Ἕλληνας ἀναστήσειεν, ὃ δ'

Ἀτρείδην ἐξεναρίζοι», τὸ ἀναστήσειν οἱ μὲν κοινότερον ἐνόησαν ἀντὶ τοῦ ταράξας

ἐξεγερεῖ, 1.127 οἱ δὲ ἀντὶ τοῦ ἄνω κάτω ποιήσει, ἀναστατώσει, ἀναστάτους ποιήσει. καὶ

εὕρηται ἡλέξις παρὰ τοῖς παλαιοῖς, οἳ πόλιν ἀναστήσειν πολλάκις τὸ

ἀναστατώσεινφασί. καὶ εἰ τοῦθ' οὕτως ἔχει, ἔστι καὶ αὐτὸ πρωθύστερον ἤγουν σχῆμα

ὑστερολογίας, ἵνα ᾖ τὸ ἀκόλουθον οὕτω· «Ἀτρείδην ἐξεναρίζοι, τοὺς δὲ ἀναστήσει»,ὅ

ἐστιν ἀναστάτους καὶ ἀβασιλεύτους ποιήσει. (ῃ. 189) Μερμηρίζειν δὲ τὸμερίζεσθαι εἰς

διαφόρους βουλάς, ἐξ οὗ καὶ ἡ μέριμνα γίνεται· ἐτράπη δὲ τὸ ˉεεἰς ˉη, ἵνα χρησιμεύσῃ

εἰς μέτρον σπονδειακόν. καὶ ὁ μηρὸς δὲ ἀπὸ τοῦ μερίζωγίνεται τροπῇ τοῦ ˉε εἰς ˉη. ἡ δὲ

ἄρχουσα τοῦ μερμηρίζειν ἐξ ἀναδιπλασιασμοῦἐστι καὶ προσθήκης τοῦ ˉρ. τοῦτο δὲ καὶ

ἐπὶ ἄλλων γίνεται. καὶ ἐν τῷ μαρμαίρωγὰρ καὶ ἐν τῷ δαρδάπτω καὶ ἐν τῷ καρκαίρω

διπλασιασμός ἐστι καὶ πλεονασμὸς τοῦ ˉρ. ἐκ δὲ τοῦ μερμηρίζειν καὶ μέρμηραι παρὰ τοῖς

παλαιοῖς αἱ βουλαί,ὡς τὸ «ἄμπαυμά τε μερμηράων». (ῃ. 191) Ἐναρίζειν δὲ καὶ ἐναίρειν

τὸσκυλεύειν δηλοῖ, ὅθεν καὶ ἔναρα τὰ σκῦλα ἤτοι τὰ λάφυρα. λέγεται δέ ποτεἐναίρειν

καὶ ἐναρίζειν καὶ τὸ φονεύειν, οὗ παρακολούθημά ἐστι τὸ σκυλεύειν.(ῃ. 192) [Ὅτι

ταὐτολογεῖ Ὅμηρος καὶ ἐν τῷ «ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν». ταὐτὸν γὰρ

χόλον παῦσαι καὶ ἐρητῦσαι ἤγουν κωλῦσαι θυμόν. τοῦτοδέ ἐστι μὲν φρονήσεως ἄκρας

ἤγουν τὸ ἐν ἀκμῇ θυμοῦ βουλεύεσθαι τὰ εἰςφιλίαν. τῶν τισι δὲ παλαιῶν μεμπτόν τι

δοκεῖ τὸ οὕτως ἐν ὑπερβολῇ χόλουἡρωϊκοῦ πλάσαι τὸν Ὅμηρον, ὡς ταχὺ ὁ Ἀχιλλεὺς

κατεκλάσθη τοῦ κατὰ θυμὸν ἀτενοῦς. εἰ δὲ καὶ αὐτοὶ οὕτω φρονοῦσιν, ἀλλ' ὁ ποιητὴς

πολλαχῶςἐκκλίνει τὴν αἰτίασιν. Τὸ δὲ ἐρητύειν ἀπὸ τῆς εἱρκτῆς παράγουσιν οἱ

παλαιοί,ἵνα ἐξ αὐτῆς εἴη ἑρκτύειν τὸ οἱονεὶ καθείργειν καὶ ἐγκλείειν καὶ οὕτω

κωλύεινκαὶ ἀποβολῇ τοῦ ˉκ καὶ ἐνθέσει τοῦ ˉη ἐρητύειν.] (ῃ. 193) Ὅτι τὸ «ἕως ὃ

ταῦθ'ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν» ἀστείως ἐσχημάτισται καὶ πρὸς κάλλος.τὸν

γὰρ προσεχῶς ἀνωτέρω στίχον συμπληρώσας εἰς θυμόν–ἔφη γάρ «ἐρητύσειέ τε θυμόν»–

εἰς τὴν αὐτὴν λέξιν τελειοῖ καὶ τὸν παρόντα στίχον εἰπών»κατὰ φρένα κατὰ θυμόν».

καὶ ἔστι μὲν τοῦτο ἀντιστροφὴ ῥητορικὴ ὅμοιον τῷ»ταξιάρχους παρ' ὑμῶν, ἱππάρχους

παρ' ὑμῶν». οὐκ ἔστι δὲ καθαρῶς ἀντιστροφή. οὐ γὰρ ἡ τελευταία λέξις ἐν τοῖς δυσὶ

στίχοις τὴν αὐτὴν σημασίαν καὶ ἔννοιανἔχει, ἀλλὰ ἄνω μὲν ὁ θυμὸς τὸν χόλον ἐδήλου,

κάτω δὲ τὴν ψυχήν. ἔστιν οὖνκατὰ ὁμωνυμίαν ἀντιστροφὴ σπανίως εὑρισκομένη παρὰ

τοῖς παλαιοῖς, [εἰμὴ ἄρα τις καὶ ἐν τῷ «ἐρητύσειέ τε θυμόν» βιάσεται θυμὸν νοεῖσθαι

τὴνψυχήν.] Σημείωσαι δὲ ὅτι τὸ ἕως ἔστιν ὅτε καὶ ἀντὶ τοῦ τέως λαμβάνεται, ὃσημαίνει

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

81

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!