18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

εἶτα καὶ τὰ φθάσαντα παρεισάγεικαὶ τὰ μέλλοντα δὲ ὕστερον εὐφυέστατα παρενείρει τῷ

λόγῳ, στοχαστικῶςἐκεῖνα ἐκ τοῦ εἰκότος ἢ καὶ μαντικῶς σχηματίζων, ὅπερ καὶ ἐν ταῖς

ἠθοποιΐαιςγίνεται, ἵνα μηδενὸς μέρους τῆς προκειμένης ἱστορίας ἢ ἁπλῶς

ὑποθέσεωςἀνήκοος εἴη ὁ θεατής τε καὶ ἀκροατής. Ὅτι δὲ οἶδεν ὁ ποιητὴς καὶ τὴν

κατὰφύσιν ἀφήγησιν ἤτοι τὴν ἀπὸ τῶν πρώτων ἀρχομένην διὰ σαφήνειαν

καὶπροϊοῦσαν ἐπὶ τὰ ἐφεξῆς δειχθήσεται πολλαχοῦ. ἐνταῦθα δὲ ἰστέον καὶ ὅτι

σχῆμαεὐκρινείας καὶ σαφηνείας παρὰ τοῖς παλαιοῖς ἡ προέκθεσις,

προδιδάσκουσακεφαλαιωδῶς καὶ προεκτιθεμένη τὸν τοῦ ἐφεξῆς λόγου σκοπόν. ὃ δὴ

καὶἐνταῦθα ποιεῖ Ὅμηρος λέγων, ὅτι ἐκ τῆς τοῦ Ἀχιλλέως ἀρξάμενος μήνιδος

ἀφηγήσεται τὰ ἐν αὐτῇ συμβεβηκότα κακὰ οὐ μόνον τοῖς Ἀχαιοῖς, εἰ καὶ τούτοιςἐπὶ

πλέον, ἀλλ' ὡς εἰκὸς καὶ τοῖς Τρωσίν. οὐ γὰρ ἦν αὐτοὺς καθ' Ἑλλήνων εὐδοκιμοῦντας

μὴ καὶ ἀντιπάσχειν τὰ κατὰ νόμον πολέμου. ∆ιὰ τί δὲ ἀπὸ τῆς τοῦἈχιλλέως ἤρξατο

μήνιδος, εἴρηται. Ὁ δὲ σχηματισμὸς τῆς προεκθέσεως ταύτης κατὰ τοιαύτην προάγεται

μέθοδον. προκαλεῖται ὁ ποιητὴς Μοῦσαν, ὡςκαὶ μετ' ὀλίγα ῥηθήσεται σαφέστερον καὶ

πλατύτερον, ὥστε εἰπεῖν τήν τε τοῦ 1.13 Ἀχιλλέως μῆνιν τὴν ὀλεθρίαν, τὴν πολλοὺς

καὶ ἀλγύνασαν καὶ θανατώσασανκαὶ τὴν αἰτίαν δὲ καὶ τὸν καιρὸν τῆς τοιαύτης μήνιδος.

εἶτα οἱονεὶ τὴν Μοῦσανεὑρὼν ὑπακούουσαν εἰς ἀφήγησιν τοῦ ζητηθέντος αὐτὸς μὲν

τοῦ λοιποῦ δῆθενσιωπᾷ στήσας τὸν ἑαυτοῦ λόγον ἢ εἰς τὸ «Ἀτρείδης ἄναξ ἀνδρῶν», ὥς

τινεςεἶπον, ἢ μάλιστα εἰς τὸ «τίς δὴ αὐτοὺς θεὸς ἔριδι ξυνέηκε μάχεσθαι;» τὸ δὲἐντεῦθεν

ἡ Μοῦσα διαδεξαμένη τὸν λόγον περαίνει τὴν ὅλην ποίησιν, ἐρωτωμένηπου πάλιν κατά

τινα ποσὰ διαστήματα ἢ καὶ ἄλλως ἀφήγησιν ζητουμένη ὑπὸτοῦ ποιητοῦ καὶ αὖθις

λαλοῦσα, ὡς φανήσεται. Ἰστέον δὲ ὅτι, ὥσπερ ἡ Ἰλιὰς ἀπὸ προεκθέσεως ἄρχεται, οὕτω

καὶ ἡ Ὀδύσσεια, ὡς δῆλόν ἐστι τοῖς μετιοῦσιναὐτήν. (ῃ. 1) Ὅτι μῆνις κατὰ τοὺς

παλαιοὺς ἡ ἐπιμένουσα ὀργή, ἐκ τοῦ μένειν, οὐμὴν ἐκ τοῦ μαίνεσθαι· ἀπὸ τούτου γὰρ ἡ

μανία γίνεται, οὐκέτι μῆνις αὐτὴοὖσα οὐδὲ ἄλλο τι εἶδος ὀργῆς, ἀλλὰ φρενῶν ἔκστασις.

τινὲς δὲ μῆνίν φασι παρὰτὸ μὴ ἕν· στερεῖ γὰρ τῆς ἑνότητος διϊστῶσα τοὺς ἐρίζοντας. δεῖ

δὲ εἰδέναιὅτι ἐπὶ τῶν παροξυνομένων ἀνθρώπων τέσσαρα ταῦτα λέγονται ὀνόματα

παρὰτῷ ποιητῇ· θυμός, χόλος, μῆνις, κότος. ὧν θυμὸς μὲν καὶ χόλος ταὐτά ἐστιν,ὥσπερ

καὶ ἡ κοινότερον μεθ' Ὅμηρον λεγομένη ὀργή· καί εἰσι τὰ τρία ταῦτα, ὁθυμός, ὁ χόλος

καὶ ἡ ὀργή, συνώνυμα κατὰ τοὺς γραμματικούς. κατὰ δὲ ἄλλουςπολυώνυμα, καθὰ καὶ

τὸ βροτός, μέροψ, ἄνθρωπος καὶ τὸ ξίφος, ἄορ, σπάθη,φάσγανον. παρῆκται δὲ ὁ μὲν

θυμὸς παρὰ τὸ θύειν, ὃ δηλοῖ τὸ ὁρμᾶν, καὶ τὸ αἷμα,οἱονεὶ θύαιμός τις ὤν· κίνησις γὰρ

αἵματος ἐν καρδίᾳ ἐστὶν ὁ θυμός. ὁ δὲ χόλοςπαρὰ τὴν χολήν. ἡ δὲ ὀργὴ παρὰ τὸ ὀρέγω.

καὶ γὰρ ἀντιλυπήσεώς ἐστιν ὄρεξιςὁ θυμός. καὶ οὕτω μὲν χόλος καὶ ὀργὴ καὶ θυμὸς

πολυωνυμοῦσιν ἐν ταὐτότητισημασίας καί εἰσιν ἔτι ἐν καταρχῇ τινι καὶ κινήσει καὶ

πάθους θυμικοῦ ἀρχομένουεἰσὶν ὀνόματα. ὃ δὴ πάθος, εἰ παραμείνῃ, μῆνις λέγεται·

ἐγκαθίσαν δὲ τῇ ψυχῇἐπὶ πλέον εἰς κότον ἀποκαθίσταται, ὃς οὕτω λέγεται ἀπὸ τοῦ

κεῖται ῥήματος.καὶ ἡ μὲν κυριολεξία τῶν ῥηθέντων ὀνομάτων τοιαύτη· παρὰ δὲ τῷ

ποιητῇποτε καὶ συγχέονται, ὡς τήν τε μῆνιν χόλον λέγεσθαι, οἷον «μὴ ἐμὲ

γοῦντοιοῦτος χόλος λάβοι», ὡς ἐν τῇ πʹ ῥαψῳδίᾳ, καὶ ἀνάπαλιν, οἷον «Ἀτρείδης δ' 1.14

ἑτέρωθεν ἐμήνιεν» ἀντὶ τοῦ ἐχολοῦτο, ἀδιαφορεῖν δέ ποτε καὶ τὸν χόλον καὶ τὸνκότον,

ὡς δηλοῖ τὸ «οὐδ' ὄθομαι κοτέοντος» ἤγουν χολουμένου, καὶ ἁπλῶς ἀντὶἀλλήλων

κεῖσθαι, ὡς εἴπερ ἅπαντα ἓν ἦσαν. Ἰστέον δὲ ὅτι τινὲς οὐχ', ὡςεἴρηται, ταὐτίζουσι θυμὸν

καὶ ὀργήν, ἀλλὰ διαφορὰς αὐτῶν οἴδασι καὶ ἑτέραςμὲν καὶ ταύτην δέ, ὡς ὁ μὲν θυμὸς

ὀξεῖαν τοῦ πάθους ἔχει κίνησιν, λεγόμενος,φασίν, οὕτω διὰ τὸ ἐξ ἀναθυμιάσεως χυμῶν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

8

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!