18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μεταφράζεται καὶ οὐκέτι αὐτὸς ἔρχεται,ἀλλὰ στέλλει κήρυκας, ὡς ῥηθήσεται. Κλισία δὲ

ἡ αὐτοσχέδιος καὶ οὐ πολυτελὴςοἴκησις καὶ καιρική, ἥτις οὔτε θάλαμος οὔτε οἶκος οὔτε

δόμος οὔτε μέγαρονοὔτ' ἄν τι τῶν τοιούτων κυρίως ῥηθείη. ταῦτα γὰρ καὶ οἰκοδομητὰ

καὶ παραμόνιμα. Σκηνὴ δὲ μάλιστα ἡ τοιαύτη λέγεται οἴκησις, καὶ οὐκ ἔστι

καιριωτέρανἄλλην ἑρμηνείαν εὑρεῖν. ταὐτὸν γὰρ κλισία τε καὶ σκηνή, πλὴν ὅσον ἡ μὲν

κλισίαμιμεῖταί πως οἰκίαν πύλας τε ἔχουσά τινας καὶ μοχλὸν ἐπὶ ταῖς πύλαις,ὁποία καὶ

ἡ τοῦ Ἀχιλλέως κλισία φανήσεται. ἡ δὲ σκηνὴ οὐκ ἀπὸ ξύλου ἐξἀνάγκης μόνον, ἀλλὰ

καὶ ἀπὸ σινδόνων ἢ πίλων ποτὲ συνίσταται, ὅθεν καὶ οἱ Σκηνῆται τὸ ἔθνος

παρονομάζονται. δῆλον δὲ ὅτι ἡ κλισία καὶ κλισιὰς λέγεται.φησὶ γοῦν Ἡρόδοτος ὅτι

μεγάλαι κλισιάδες ἀναπέπτανται τῷ Πέρσῃ. ἔοικε δὲἡ κλισία ἀπὸ τοῦ κλίσιον οὐδετέρου

παρανομάζεσθαι. ἔστι δὲ τὸ κλίσιον, ὡςμὲν ὁ ποιητὴς ἐν Ὀδυσσείᾳ βούλεται, δουλικὸν

εὐτελὲς οἴκημα· ὡς δὲ τῷ ∆ίωνι δοκεῖ, τὸ τῶν προβάτων σκεπαστικὸν καὶ φυλακτικὸν

οἰκίδιον εὐτελὲςπάντως ὂν καὶ αὐτὸ οὐχ' ἧττον ἢ τὸ παρὰ τῷ ποιητῇ κλίσιον. Ἰστέον δὲ

ὅτιφανερῶς ἄδικος εἰς τὸν Ἀχιλλέα, [ὡς καὶ πρὸ ὀλίγου ἐγράφη,] ὁ βασιλεύς. οὐγὰρ

δίκαιον εἰπεῖν, ὅτι ἐμὲ ἀφαιρεῖται Ἀπόλλων τὴν Χρυσηΐδα, ἐγὼ δὲ ἄγω τὸσὸν γέρας τὴν

Βρισηΐδα, τουτέστιν ὡς αἰχμάλωτον ἀπαγάγω κατὰ τὸ «δακρυόεσσαν ἄγηται ἐλεύθερον

ἦμαρ ἀπούρας». δῆλον οὖν ὅτι χαρτὰ τῷ μυθικῷ Ἀπόλ1.124 λωνι ταῦτα, τῷ τῶν Τρώων

ἐπικούρῳ, ἐκπολεμώσαντι ἀλλήλοις τοὺς ἀριστεῖςτῶν Ἀχαιῶν. (ῃ. 185–7) Ὅτι ὁ

ἀπειλησάμενός τινι μέγα τι μέγας ὢν καὶ αὐτὸς εὐλόγως ἂν ἐπαγάγοι τὸ «ὄφρ' εὖ εἰδῇς,

ὅσον φέρτερός εἰμι σέθεν, στυγέῃδὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθῆναι ἄντην»

τουτέστιν ἄντικρυς ἢἀντικρύ. Ἰστέον δὲ ὅτι τὸ στυγεῖν οὐ μόνον ἐπὶ τοῦ μισεῖν

τάττεται, ἀλλὰ καὶἐπὶ τοῦ φρίσσειν, ὡς καὶ ἐνταῦθα. μετήνεκται δὲ ἡ λέξις ἀπὸ τῆς

Στυγός, ἣν ὁμῦθος πηγὴν ἐν Ἅιδου ἀναστομοῖ, περὶ ἧς καὶ ἐν Ὀδυσσείᾳ γέγραπται. (ῃ.

187) Τὸ δέ «ἶσον ἐμοὶ φάσθαι» ἀφορμὴ γέγονε τοῖς μετὰ ταῦτα τοῦσυνθεῖναι τὸ τῆς

ἰσηγορίας ὄνομα. ἶσον γὰρ φάσθαι καὶ ἶσον ἀγορεῦσαι καὶ ἰσηγορία τῆς αὐτῆς δυνάμεώς

εἰσι [ψεκτὰ ὄντα καὶ ἄμφω, εἰ πρὸς βασιλέα γίνονται.]ἐκ δὲ τούτου καὶ ἡ ἀντιλογία

συνετέθη ἰσολογία τις οὖσα καὶ αὐτή. Σημείωσαιδὲ ὅτι ταὐτολογεῖ καὶ ἐνταῦθα ὁ

ποιητής. τὸ γὰρ ἶσον φάσθαι καὶ τὸ ὁμοιωθῆναιἄντην τὴν αὐτὴν δηλοῦσί πως ἔννοιαν.

τὸ δὲ ἶσον φάσθαι σεμνῶς ῥηθὲν ὅμοιόνἐστι τῷ ἐναντίον εἰπεῖν, ὡς δηλοῖ τὸ «ὅς τις

σέθεν ἀντίον εἴπῃ» τουτέστινἀντιφήσει καὶ ἐναντιολογήσει σοι. [Τὸ δὲ ὁμοιωθῆναι

ἄντην πρὸς ἀκρίβειανκεῖται. ὁμοιωθήσεται μὲν γάρ τίς ποτε μεγάλῳ ἄρχοντι, οὐ μὴν

οὕτω ἄντηνκαί, ὡς εἰπεῖν, κατενώπιον, ἰδίᾳ δέ που καὶ κρύφα καθ' ἑαυτὸν

γλώσσῃχαριζόμενος. Τὸ δέ «εἰδῇς» νοεῖται μὲν ἀντὶ τοῦ γνώσῃ, μάθῃς, ἔστι δὲ

ἐνεστὼςἀντὶ μέλλοντος. εἰδῶ γὰρ τὸ θέμα, οὗ ὁ μέλλων εἰδήσω, ὅθεν καὶ εἴδησις

ἡγνῶσις καὶ εἰδηκέναι καὶ εἰδηκώς, ἐξ ὧν κατὰ συγκοπὴν τὸ εἰδέναι καὶ ὁ εἰδώς.](ῃ.

189) Ὅτι στήθη λάσια τὰ τοῦ Ἀχιλλέως φησὶν ἢ τοιαῦτα, ὡς εἰκός, ὄντα πυκνὰ ταῖς

θριξίν, ὁποῖοι πολλοὶ τῶν θερμοτέρων, οἷς ὦπται καὶ ὑπὲρ σπιθαμὴνκαθειμένον

τοιοῦτον τὸ λάσιον, ἢ τὰ συνετὰ κατὰ μετάληψιν λέξεως. λάσιονμὲν γὰρ τὸ πυκινὸν

ἤτοι πυκνόν. πυκινὸν δὲ καὶ πυκνὸν τὸ φρόνιμον ἐν πολλοῖς,ὥστε εἴη ἂν στῆθος

λάσιον, ὅθεν τὸ ἦτορ ἀναδίδωσι βουλεύματα λάσια ἤτοιπυκινὰ καὶ τὸ τοῦ Αἰσχύλου

εἰπεῖν· «ἐξ οὗ τὰ κεδνὰ βλαστάνει βουλεύματα».διὸ καὶ ἐν τοῖς ἑξῆς «Πατροκλῆος» ἐρεῖ

καὶ «Πυλαιμένεος δὲ λάσιον κῆρ»κατὰ τοιοῦτον σημαινόμενον. οὐ γὰρ δή που

τετρίχωται τὸ κῆρ ἐξ ἀνάγκης, εἰκαί τινες καρδίαι ἐξ ἀνατομῆς τοιαῦται ἐφάνησαν κατὰ

τὴν παλαιὰν ἱστορίαν,ὡς καὶ ἡ τοῦ Λυσάνδρου καὶ ἡ τοῦ κυνὸς τοῦ Ἀλεξάνδρου. εἶναι

δὲ τὰ τῶνπανούργων καὶ συνετῶν στήθη λάσια δηλοῦσιν οἱ Φυσιογνώμονες. λάσιον δέ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

79

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!