18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

κἀκεῖνος τοὺς ἐκεῖ μύρμηκας εἰςἀνθρώπους μεταποιεῖ κἀκεῖθεν εἰς πλῆθος οἱ ἀρχόμενοι

ἐπιδεδώκασι τῷ Αἰακῷκαὶ οἱ τοιοῦτοι ἐκ τῆς αὐτῶν πρωτογόνου φύτλης Μυρμιδόνες

παρωνομάσθησαν.καὶ τοιαῦτα μὲν οἱ μυθογραφοῦντες, ἐν οἷς καὶ ὁ Λυκόφρων «στρατὸν

μύρμωνἑξάπεζον» τοὺς Μυρμιδόνας εἰπών. οἱ δὲ τὸν μῦθον ἱστορικῶς

θεραπεύοντεςγεωρύχους τοὺς Αἰγινήτας εἶναί φασι κοιλαίνοντας τὴν γῆν δίκην

σπηλαίων καὶὑπὸ μὲν τὰς καταδύσεις οἰκοῦντας, τὸ δὲ ἀναβαλλόμενον χῶμα εἰς

εὔχρηστονκαρποῖς γῆν διαπεταννύοντας διὰ τὸ τὴν νῆσον τὰ μὲν ἄνω τραχεῖαν εἶναι,

ἀγαθὴν δὲ τὰ ἔνερθεν. διὰ τοῦτο τοίνυν τοὺς ταῦτα ποιοῦντας μύρμηξιν εἰκάζοντεςοἱ

ἰδόντες διὰ τὸ τῆς διαίτης, ὡς εἰπεῖν, μυρμηκόβιον Μυρμιδόνας ἐπεκάλουναὐτούς.

ἐκεῖθεν δὲ ὕστερον τῷ Αἰακῷ συμμετοικισθέντες τινὲς εἰς Φθίανσυναπήγαγον ἑαυτοῖς

καὶ τὴν κλῆσιν καὶ τοὺς μὲν πατριώτας νησιώτας Αἰγινήτας ἀφῆκαν καλεῖσθαι, τοὺς δὲ

Φθιώτας ἐξ ἑαυτῶν εἰς Μυρμιδόναςμετέθεντο. καὶ οὕτω μὲν ταῦτα. ἕτεροι δὲ ἀγαθὸν

εἶναι τὸν Αἰακὸν ἱστοροῦντεςτὰ εἰς τὸ ἄρχειν φασὶν ἀπὸ πολλῆς ὅτι μάλιστα

λειπανδρίας τὴν ὑπ' αὐτῷ γῆνεἰς πολυανθρωπίαν ἐπαυξηθῆναι κἀντεῦθεν διαδοθῆναι

τὸν μῦθον ὡς ὅτιπερ οἱκατὰ χώραν μύρμηκες ἄνδρες τῷ Αἰακῷ ἐγένοντο κατ' εὐχήν.

εἴωθε δὲ ἡπαροιμία καὶ ἐν ἄλλοις τὸ πολὺ τῆς εὐτυχίας ἀπὸ μυρμήκων λαλεῖν, ὡς

καὶὅτε μυρμηκιάν φησιν ἀγαθῶν. συντελεῖ δέ τι ἐνταῦθα καὶ Θεόκριτος

εἰπών·»μύρμηκες ἀνάριθμοι» ἐπὶ πολυπληθείας λαοῦ. Ὅτι τὸ ἀνάσσειν ὥσπερ καὶ

τὸἡγεῖσθαι καὶ τὸ ἄρχειν ποτὲ μὲν γενικῇ, ποτὲ δὲ δοτικῇ συντάσσεται,

οἷον»Μυρμιδόνεσσιν ἄνασσε» ἀντὶ τοῦ Μυρμιδόνων ἄνασσε. ἐν δὲ τῇ πῖ ῥαψῳδίᾳ»ἄρχε

δὲ Μυρμιδόνεσσι» λέγει. οὕτω καὶ Τρώων ἡγεῖταί τις καὶ Τρώεσσινἡγεῖται

διφορουμένης τῆς τῶν ῥημάτων συντάξεως, ὡς καὶ πρὸ τούτου γέγραπται. (ῃ. 181) Ὅτι

κοτέοντα ἐνταῦθα λέγει τὸν νῦν πρώτως θυμοῦσθαι ἀρξάμενονἈχιλλέα παραχρώμενος

πάντως τῇ λέξει. τὸ γὰρ τοιοῦτον χολοῦσθαι μᾶλλόνἐστιν. ὁ γὰρ κότος, ὡς προεγράφη,

χόλος ἐστὶν ἀποκείμενος. μετ' ὀλίγα μέντοικυριολεκτῶν «χόλον παύσειε» φησίν.

[Ἰστέον δὲ ὅτι τὸ «σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζωοὐδ' ὄθομαι κοτέοντος, ἀπειλήσω δέ τοι

ὧδε» ἄρχων ἢ ἀρχικὸς ἀνὴρ εἴποι ἂνπρός τινα ταπεινότερον θυμούμενον. ὁ βασιλεὺς δὲ

τοῦτό φησι πρὸς Ἀχιλλέαοἱονεὶ λέγων ὡς, εἰ καὶ σὺ ἔφης οὔ τι μετατρέπεσθαί με τῶν

Ἀχαιῶν οὐδ'ἀλεγίζειν, ἀλλ' ἐγώ σε περιφρονῶ καὶ εἰς τοσοῦτον, ὥστε καὶ

ἀπειλοῦμαι,ὡς ἐμὲ μὲν ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος, ἐγὼ δὲ ἄγω τὸ σὸν γέρας. τοῦτο

δὲοὐκ ἔνδικον. οὐ γὰρ ἐχρῆν τὸν Ἀχιλλέα ῥυσιάζεσθαι διὰ τὸν Φοῖβον. Ἰστέον δὲ ὅτι τὸ

μὲν ὄθομαι, ὅ ἐστιν ἐπιστρέφομαι, μετακινοῦμαι, πρωτότυπόν ἐστι τῆς 1.123 τε ὀθόνης

καὶ τοῦ ἐννοσιγαίου καὶ τοῦ εἰνοσίχθονος καὶ τοῦ εἰνοσιφύλλουὄρους. (ῃ. 184) Τὸ δέ

«ἐγὼ ἄγω» ἀντὶ τοῦ ἄξω. ἐκ τούτου δὲ καὶ ἀπαγωγὴ ἡαἰχμαλωσία καὶ ἀγελεία ἡ

ἀπάγουσα λαφυραγωγίαν. περὶ δὲ τούτου καὶ τῆςβασιλικῆς ἀδικίας καὶ μετ' ὀλίγα

εἰρήσεται.] Ὅτι τὸ Χρυσηΐς, ὥσπερ καὶ τὸ Βρισηΐς πατρωνυμικῶς ἐρρέθησαν ἀπὸ

πατέρων τοῦ τε Χρύσου καὶ τοῦ Βρισέως. φησὶ γοῦν προϊών· «κούρη Βρισῆος». φασὶ γὰρ

ὅτι ἐν ἀρχαίαιςχωρογραφίαις φέρεται, ὡς Χρύσης καὶ Βρίσης ἀδελφοὶ ἦσαν, παῖδες

Ἄρδυος,ὁ μὲν οἰκῶν ἐν Πηδάσῳ ἐπὶ τῷ Σατνιόεντι ποταμῷ, ὁ δὲ Χρύσης ἐν τῇ

Χρύσῃδιεχούσῃ τῆς Πηδάσου ἡμέρας ὁδόν. ἦν δέ, φασί, τῷ Χρύσῃ μὲν θυγάτηρ

Ἀστυνόμη, τῷ Βρίσῃ δὲ Ἱπποδάμεια. τὰ δὲ Ὁμηρικὰ ὀνόματα ταύταις ἀπὸ πατέρων μετὰ

τὴν αἰχμαλωσίαν τεθέντα, ὥς τινες καὶ τοῦτο εἶπον. (ῃ. 185) Ὅτινῦν μὲν ὁ Ἀγαμέμνων

αὐτὸς ἐλθεῖν εἰς τὴν τοῦ Ἀχιλλέως κλισίαν ἐπαπειλεῖται, προϊὼν δέ, ἐπείπερ πρὸ μικροῦ

ἐρρέθη ὅτι αἱ δεύτεραί πως φροντίδες σοφώτεραι,πτοεῖται τὸ τῆς ἐγχειρήσεως

ἐπικίνδυνον καὶ μάλιστα, ἐπεὶ καὶ Ἀχιλλέωςἀκούει δεινὰ ἐπαπειλησαμένου καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

78

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!