18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μεθιστῶν. οὕτω γὰρ δεινὸς περιτρέπειν ὁ ποιητὴς τὰνοήματα. ∆ιοτρεφεῖς δὲ τοὺς

βασιλεῖς λέγει ὃν τρόπον καὶ διογενεῖς, ὡς τοῦἀστρολογουμένου ∆ιὸς συμβαλλομένου

τι εἰς αὐτοὺς κατὰ τοὺς ταῦτα δοξάζεινστέργοντας. διὸ καὶ Ἡσίοδος λέγει ὡς «ἐκ μὲν

Μουσῶν καὶ Ἀπόλλωνος ἀοιδοὶ καὶ κιθαρισταί, ἐκ δὲ ∆ιὸς βασιλῆες». ἰστέον δὲ ὅτι τὸ

μὲν διοτρεφήςσυστέλλει τὴν ἄρχουσαν ὡς ἀπὸ τῆς ∆ιὸς γενικῆς, τὸ δὲ διογενής ἐκτείνει

αὐτὴνἀπὸ τοῦ δῖος ὁ ἔνδοξος. διογενὴς μὲν γὰρ ὁ δῖος τὸ γένος, διοτρεφὴς δὲ ὁτραφεὶς

ὑπὸ τοῦ ∆ιός. [∆ῆλον δὲ ὡς οὐ μόνον ἐκ τῆς ∆ιὸς γενικῆς αἱ συνθέσειςγίνονται, ἀλλὰ

καὶ ἀπὸ δοτικῆς, οἷον διϊπετὴς ποταμός· ∆ιΐφιλος, ἐξ οὗ κατὰκρᾶσιν ∆ίφιλος κύριον

ὄνομα· ∆ιϊτρέφης κύριον· διϊπετὲς Παλλάδιον.] (ῃ. 177) Τὸ δέ «πόλεμοί τε μάχαι τε» ἢ ἐκ

παραλλήλου δηλοῖ τὸ αὐτὸ ἢ καὶ διαφορά τιςἔστι ταῖς λέξεσιν, εἴγε μάχεται μέν τις καὶ

λόγοις, ὡς καὶ ἡ λογομαχία δηλοῖ·καὶ αὐτὸς δὲ ὁ ποιητὴς μετ' ὀλίγα φησί «μαχεσαμένω

ἐπέεσσι», πολεμεῖν δὲλόγοις οὐ λέγεται. καὶ ἄλλως δὲ μάχη μὲν αὐτὴ ἡ τῶν ἀνδρῶν

συνεισβολὴ παρὰτὸ αἷμα χέειν, ὁ δὲ πόλεμος καὶ ἐπὶ παρατάξεων καὶ μαχίμου καιροῦ

λέγεται. 1.121 χρήσιμον δὲ ὧδε καὶ τὸ «πολεμίζειν ἠδὲ μάχεσθαι». (ῃ. 176) Ἰστέον δὲ καὶ

ὅτι τὸ»ἔχθιστος» ἐνταῦθα οὐκ ἔστι κυρίως ὑπερθετικόν, ἀλλὰ ἁπλῶς εἴληπται ἀντὶτοῦ

ἐχθρός, ἵνα μὴ ἀναγκασθείη τις νοῆσαι, ὅτι πάντες μὲν ἐχθροὶ ἦσαν τῷἈγαμέμνονι,

ἔχθιστος δὲ ὁ Ἀχιλλεύς. ἄλλως μέντοι εἰπεῖν καὶ ψεύδεται νῦν θυμούμενος ὁ βασιλεύς,

ὥσπερ καὶ μετ' ὀλίγα εἰς τὸ αὐτὸς ἐλθεῖν εἰς τὴν σκηνὴντοῦ Ἀχιλλέως καὶ εἰς τὸ λαβεῖν

τὸ τοῦ Αἴαντος ἢ τὸ τοῦ Ὀδυσσέως γέρας. οὕτω δέ πως καὶ Ἀχιλλεὺς ἐψεύδετο

κολακεύων τὸν λαόν, ἐν οἷς ἔφη ὅτι»ἔδοσαν δέ μοι γέρας οἱ Ἀχαιοί» καὶ «νῦν δὲ ἄπειμι

Φθίηνδε». [Ὡς δὲ πολλὰ ὑπερθετικά, ὥσπερ δὴ καὶ συγκριτικά, εἰς ἁπλότητα

λαμβάνονται, μυριαχοῦφανεῖται· ὧν καὶ τὸ «θεῶν ὀλοώτατος» ἀντὶ τοῦ «ὀλοὸς ἐν

θεοῖς» καὶ τὸ «σαώτερος ὥς κε νέηαι» ἤγουν «σῷος ὅπως ἀπέλθῃς».] (ῃ. 178) Ὅτι

καταβλητικὸνὀφρύος μεγαλαύχου τὸ «εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ'

ἔδωκεν». εἰγὰρ οὐδὲ ἐπὶ τοῖς ἐφ' ἡμῖν ἀλαζονεύεσθαι χρή, πολλῷ πλέον ἐπὶ τοῖς μὴ ἐφ'

ἡμῖν. Τὸ δέ «ἐσσί» ποιητικὸν μέν ἐστι καὶ εἰς λογογραφίαν οὐ χρήσιμον· παράγεται

δὲοὕτως. ἔστι ῥῆμα ἔω δηλοῦν ὕπαρξιν, ἐξ οὗ κατὰ παραγωγὴν τροπῇ τοῦ τέλουςεἰς

ˉμˉι γίνεται ἐμί, τὸ ὑπάρχω, ὃ προσλαβὸν τὸ ˉι γίνεται εἰμί. ἐκ τούτου τοῦ ἐμίτροπῇ τοῦ

ˉμˉι εἰς ˉσ τῷ λόγῳ τῶν εἰς ˉμˉι ἐνεστώτων γίνεται τὸ δεύτερον ἔς. καὶἐπεὶ οὐδέποτε

ῥῆμα μονοσύλλαβον συστέλλεται χωρὶς τοῦ θές, δός, ἕς, ἀνάγκηἐκταθῆναι τὸ ἔς, ὃ

δηλοῖ τὸ ὑπάρχεις, καὶ γενέσθαι μακρὸν φύσει ἢ θέσει. ἀλλὰφύσει μακρὸν οὐκ ἔστι

γενέσθαι. ἢ γὰρ τὸ ˉε εἰς ˉη τραπήσεται [καὶ συνεμπίπτειτῷ] ἦς ἀντὶ τοῦ ἔφης ἢ τὸ ˉι

προσλήψεται καὶ γενήσεται εἶς. ἀλλὰ τοῦτο προκατελήφθη δεύτερον πρόσωπον εἶναι

τοῦ εἰμί καὶ τοῦ εἶμι, ὃ δηλοῖ τὸ ἔρχομαι,ὡς τὸ «τίς πόθεν εἶς ἀνδρῶν». ἀνάγκη οὖν, ἐπεὶ

οὐ δύναται φύσει ἐκταθῆναι,γενέσθαι κἂν γοῦν θέσει μακρόν. καὶ τοίνυν

διπλασιαζομένου τοῦ ˉσ γίνεται ἔςσ.ἐπεὶ δὲ οὐδέποτε λέξις Ἑλληνικὴ εἰς δύο σύμφωνα

τὰ αὐτὰ καταλήγει διὰ τὸδυσεκφώνητον, πλεονάζει τὸ ἰῶτα καὶ γίνεται ἐσσί. καὶ οὕτως

ἀναπληροῦταιτὸ λεῖπον διὰ τῆς τοῦ ˉι ἐπεκτάσεως. ἔστι δὲ μονῆρες τὸ ῥῆμα. οὐδὲν γὰρ

τῶνδευτέρων προσώπων εἰς ˉι λήγει. διὸ οὐδὲ ἐφελκυστικόν ποτε τοῦ ˉν γίνεται ὡςτὸ

τίθησι καὶ δίδωσι καὶ τὰ ὅμοια. (ῃ. 180) Ὅτι οἱ κατὰ κλῆσιν ἐθνικὴν Μυρμιδόνες

κεκλημένοι, οἱ τῷ Ἀχιλλεῖ ὑποτεταγμένοι, Φθιῶται ἐλέγοντο, περὶ ὧν καὶ ἑξῆς ἐν τῇ

Βοιωτίᾳ δηλωθήσεται. κληθῆναι δέ φασι τὴν ἀρχὴν Μυρμιδόναςπρώτους τοὺς περὶ

Αἴγιναν–νῆσος δὲ αὕτη πρὸ τῆς Ἀττικῆς–προσαναπλάττοντες μῦθον τοιοῦτον· ὡς ἄρα

εἶχε μὲν Αἰακὸς τὴν νῆσον τὴν Αἴγιναν, 1.122 σπάνις δὲ ἦν τῶν ἀρχομένων δι'

ὀλιγανθρωπίαν. μικροβασιλείας δὲ οὔσηςαὐτῷ τῆς ἀρχῆς δέεται τοῦ πατρὸς ∆ιὸς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

77

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!