18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὅπερ ἐστὶν ἡ ἐν πρόθεσις μετὰ ἐπεκτάσεως. καὶ αὐτὸ γὰρποτὲ μὲν ἀντὶ τοῦ ἔνεστιν

ἤγουν ἐνυπάρχει νοεῖται, ποτὲ δὲ ἀντὶ τοῦ ἔνεισιν, ὡς 1.119 τὸ «ἐπεὶ οὔ οἱ ἔνι φρένες

οὐδ' ἠβαιαί». τοῦτο δὲ τὸ σχῆμα οἱ παλαιοὶ μετατύπωσινκαλοῦσι λέγοντες ὅτι ἐκ

συνθήκης ἁπλοῦν γέγονεν ἤγουν μετετυπώθη ἀπὸσυνθέτου λέξεως εἰς ἁπλῆν. καὶ

καινὸν οὐδέν, ἐὰν αἱ προθέσεις αὗται ὑπαρκτικοῦ ῥήματος λείποντος λαμβάνωνται ἀντ'

αὐτοῦ. ἐν πολλοῖς γὰρ ἡ τῶν ὑπαρκτικῶν ῥημάτων ἐλλέλειπται σύνταξις. ἐκεῖνο δὲ

καινότερον, ἐὰν ἡ ἀνὰ πρόθεσιςἀναβιβασθέντος τοῦ τόνου λαμβάνηται ἀντὶ ῥήματος

τοῦ ἀνάστηθι, ὡς τὸ «ἀλλ'ἄνα ἐξ ἑδράνων». ἔτι δὲ καινὸν καὶ ἐὰν ἡ ἀντὶ πρόθεσις αὐτὴ

καθ' ἑαυτὴν ποιῇκαὶ ῥῆμα τὸ ἀντιάαν ἤγουν ἀντικρὺ γίνεσθαι, ὥσπερ καὶ τὸ ἀντιόων,

[ὅτι δὲκαὶ ὄνομα τὸ ἀντίος, ὅθεν καὶ ὁ ἐναντίος καὶ τὸ ἐναντιῶ ῥῆμα. οὕτω δὲ καὶ ἐκτῆς

περὶ προθέσεως ὁ Πέριμος, κύριον, φανεῖται γενόμενος καὶ ἐκ τῆς ἀμφὶ ὁἌμφιος καὶ τῆς

ὑπὸ Ὕπιος, ποταμὸς Παφλαγονικός. οὐ μὴν ἀναντιρρήτως καὶ ἐκ τῆς ἀνὰ ὁ Ἄνιος.

ἐκεῖνος γὰρ ἐκ τῆς ἀνίας παρῆκται κατά τινας.] Σημειοῦνται δὲ οἱ παλαιοί, ὅτι, ὥσπερ

προθέσεις τινὲς ἀντὶ ῥημάτων λειπόντωνλαμβάνονται, οὕτω κατά τινα ἀνταπόδοσιν

καὶ ῥήματα δεόμενα προθέσεωνἐκφωνοῦνται μὲν δίχα ἐκείνων, ἑρμηνεύονται δὲ σὺν

ἐκείνοις, ὡς τὸ «εἶμι Φθίηνδε» ἀντὶ τοῦ «ἄπειμι εἰς τὴν Φθίαν» καὶ «ἴθι, μή μ' ἐρέθιζε»

ἀντὶ τοῦ»ἄπιθι». τὸ δὲ ἀνάπαλιν λέξεις μετὰ προθέσεων οὖσαι περισσὰς ἔχουσιν

αὐτάς·ὡς τὸ «ἀπ' οὐρανόθεν» καὶ ἕτερα φανησόμενα πολλαχοῦ. (ῃ. 175) Ὅτι καινόςτίς

ἐστι μεταπλασμὸς ὁ τῶν εὐθειῶν τῶν εἰς ˉηˉς ἀρσενικῶν ὀνομάτων, ὅτε εἰςˉα

μεταπλασθῶσι κατὰ τὴν λήγουσαν, οἷον ὅτε ὁ τοξότης τοξότα λέγεται καὶ ὁἱππότης

ἱππότα καὶ ὁ αἰχμητὴς αἰχμητὰ καὶ ὁ κυανοχαίτης «κυανοχαῖτα Ποσειδάων» διὰ

συνεσταλμένου τοῦ ἄλφα. καὶ ὁ ἠπύτης «ἠπύτα κῆρυξ»ἤγουν φωνητικὸς παρὰ τὸ ἠπύω,

τὸ φωνῶ. οἱ μὲν γὰρ μεταπλασμοί, ὡς προεγράφη, ἀπὸ τελικοῦ γίνονται εἰς

ὁμοιόπτωτον τελικόν, οἷον τὸ ἀλκῇ ἀπὸ τοῦˉη εἰς ˉι μετεπλάσθη ἐν τῷ «ἀλκὶ

πεποιθώς», ἅπερ εἰσὶ καὶ ἀμφότερα τελικὰδοτικῆς. ὡσαύτως καὶ τὸ ὄσσω δυϊκόν, ὃ

δηλοῖ τοὺς ὀφθαλμούς, μεταπλασθὲνἐν τῷ ὄσσε εἰς συγγενὲς μετέπεσε τελικόν. καὶ γὰρ

καὶ τὸ μεταπλασθὲν ˉω καὶτὸ ˉε, εἰς ὃ μεταπέπλασται, τελικά εἰσι τῶν δυϊκῶν. ὁμοίως

ἔπαθε καὶ τὸ ἐρυσάρματοι ἵπποι ἐν τῷ ἐρυσάρματες. καὶ ἡ ˉοˉι γὰρ δίφθογγος καὶ ἡ ˉεˉς

δὲ συλλαβὴεὐθείας πληθυντικῆς εἰσι τελικά. τὸ μέντοι ἱππότης ἱππότα καὶ τὰ ὅμοια ἀπὸ

1.120 τῶν εἰς ˉηˉς εὐθειῶν εἰς ˉα μεταπεσόντα μεταπλασμὸν παράδοξον ἔπαθον.

καὶἴσως οὐδὲ μεταπλασμὸν τὸ τοιοῦτον κλητέον. τὸ γὰρ ˉα τοῦτο οὐκ εὐθείαςἑνικῆς

ἀρσενικῆς ἐστι τελικὸν παρ' ἡμῖν, ἀλλὰ κλητικῆς τῆς ὦ ἱππότα καὶ ὦτοξότα. ἔστι δὲ

κατὰ τοὺς παλαιοὺς Βοιωτῶν καὶ Αἰολέων ὁ τοιοῦτος τύπος τοῦσχηματισμοῦ. διὸ καί

τινα ἐκ τῶν τοιούτων προπαροξύνονται, ὡς ἐνταῦθα τὸ»μητίετα Ζεύς» ἐκ τοῦ μητιέτης

γενόμενον, ὃ δηλοῖ τὸν βουλευτικόν· μῆτιςγὰρ ἡ βουλή· καὶ ἐκ τοῦ ἀκακήτης τὸ

ἀκάκητα, ὁ εἰρηνικὸς καὶ μὴ κακοποιῶν.προπαροξυντικοὶ γάρ εἰσιν οἱ Αἰολεῖς ἐν

πολλοῖς, ὡς δηλοῖ καὶ τὸ δύνατοςπαρ' αὐτοῖς προπαροξυνόμενον καὶ ἄλλα μυρία.

σημείωσαι δὲ ὅτι ὁ μητίετα Ζεὺς καὶ μητιόεις λέγεται, ὃν ἑρμηνεύει Θεόκριτος ἐν τῷ

«∆ιὸς μέγα βουλεύοντος». (ῃ. 176) Ὅτι ἔχθιστον διοτρεφέων βασιλέων ἑαυτῷ τὸν

Ἀχιλλέα ὁ Ἀγαμέμνων λέγει ῥητορικώτατα περιτρέπων τὸ τοῦ Ἀχιλλέως ἐγκώμιον εἰς

ψόγοναὐτοῦ. ὁ μὲν γὰρ ὡς πολεμικὸν ἀνωτέρω συνέστησεν ἑαυτόν, ὁ δὲ ἔχθιστον

αὐτὸνκαλεῖ ἐξ αὐτοῦ τούτου ὁρμηθείς· «αἰεὶ γάρ τοι», φησίν, «ἔρις τε φίλη πόλεμοί

τεμάχαι τε», οὐ ψέγων πάντως ὡς πολεμικόν–χρὴ γὰρ τοιοῦτον εἶναι–ἀλλ'ὡς

φιλοπόλεμον καὶ ὡς φίλεριν καὶ μὴ καιρὸν εἰδότα μάχης, αἰεὶ δὲ τοιούτοιςχαίροντα. ἢ

καὶ ὡς ἐπὶ Κάλχαντος, οὕτω δὲ καὶ ἐνταῦθα τὸ τοῦ Ἀχιλλέωςπλεονέκτημα εἰς ὄνειδος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

76

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!