18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὁ ἐνιαυτός·ἢ παρὰ τὴν ἕνωσιν τῶν τεσσάρων ὡρῶν καὶ τῶν κατ' αὐτὰς ἔργων· ἢ

καὶἄλλως παρὰ τὸ εἷς ἑνός, ἵνα κατὰ τὴν ἔνην καὶ αὐτὸς εἴη βοῦς μόσχος μονόκερως·

βοῦς μὲν διὰ τὸ κατὰ βόας ἐργατικὸν τῆς γενέσεως· μόσχος δὲ διὰ τὸ ἀεὶνεάζειν ἐφ' οἷς

ποιεῖ· μονόκερως δὲ διὰ τὸ μοναδικὸν καὶ ἀνεπικοινώνητονκατ' ἐνέργειαν τοῖς μερικοῖς

καιροῖς. ἔτι ἰστέον καὶ ὡς] διφορεῖται ἄφενος κατὰτὸ γένος. καὶ Ὅμηρος μὲν οὐδετέρως

προάγει αὐτὸ λέγων «ἄφενος καὶ πλοῦτονἀφύξειν». εὕρηται δὲ παρά τισι καὶ ἀρσενικῶς

ὁ ἄφενος. οὕτω καὶ ὄσσος ἐπὶὀφθαλμοῦ διφόρησιν ἔχει, ὡς προδεδήλωται. κατὰ δὲ

Ἡρωδιανὸν καὶ τάριχοςἑκατέρως λέγεται. τὸ τάριχος γὰρ καὶ ὁ τάριχος. φέρει δ' ἐκεῖνος

καὶ χρήσειςἀμφοῖν. Μένανδρος «ἐπέπασα ἐπὶ τὸ τάριχος ἅλας». [Φιλιππίδης «τυροῦ

καὶταρίχους».] Ἀριστοφάνης «ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι». ὁ αὐτός»τάριχον

τοῦτον πλύνω». δῆλον δὲ ὡς οὕτω καὶ ὁ σκότος φέρεται καὶ τὸ σκότος[καὶ τὸ ὄνειδος

καὶ ὁ ὄνειδος καὶ τὸ χρεῖος ἤγουν χρέος καὶ ὁ χρεῖος παρὰ Φίλωνι, ὅθεν ὁ ἀχρεῖος

σύγκειται.] Πολλὴ δὲ καὶ ἐν ἄλλοις ἡ διφόρησις, ὡς καὶἡ νείκη δηλοῖ καὶ τὸ νεῖκος καὶ ἡ

δίψα καὶ τὸ δίψος καὶ ἡ βλάβη καὶ τὸ βλάβος·ἔτι δὲ καὶ ἡ τρίβος καὶ ὁ τρίβος, ὡς

Εὐριπίδης γράφει. Ἀφύσσειν δὲ τὸ ἀντλεῖνἐνταῦθα καὶ δηλοῖ τὴν τοῦ πλουτεῖν

δαψίλειαν. ἐν δὲ τοῖς ἑξῆς που ἐπὶ ἐντέρωντὴν λέξιν τίθησιν ὁ ποιητὴς ἐκπεπτωκότων

τῆς κοιλίας διὰ πληγήν, οἷον 1.118 «ἔντερα ἤφυσεν ὁ χαλκός». καί φασιν οἱ παλαιοὶ

γίνεσθαι αὐτὸ ἀπὸ τοῦ ˉαστερητικοῦ μορίου καὶ τοῦ φύω φύσσω ἀφύσσω τὸ τῆς

συμφυΐας ἀποστερῶ.[̓Ιστέον δὲ ὅτι τε κἀνταῦθα φιλοκτεανώτατον τὸν βασιλέα εἶναι ὁ

Ἀχιλλεὺςὑποδηλοῖ. τοιοῦτον γὰρ τὸ ἐθέλειν οὐχ' ἁπλῶς κτᾶσθαι, ἀλλὰ οἷον

ἀντλεῖνπλοῦτον· καὶ ὅτι ἀπελθεῖν οἴκαδε ὁ ἥρως ἐθέλει ὡς ἐνθάδε, φησίν, ἄτιμος

ἐών.φιλοτιμότατος ἄρα ἐστί· καὶ ὅτι ταὐτὸν τὸ ἄτιμος τῷ ἀγέραστος, ὅπερ εἶπεν

ὁβασιλεύς· καὶ ὅτι τὸν ἄτιμον ἀτίμητόν που ἐρεῖ.] (ῃ. 173) Ὅτι Ἀχιλλέως εἰπόντος

«ἄπειμι Φθίηνδε», ὁ Ἀγαμέμνων ἀστείως ἀντιλέγων φησί· «φεῦγεμάλα, εἴ τοι θυμὸς

ἐπέσσυται, οὐδέ σ' ἔγωγε λίσσομαι εἵνεκ' ἐμεῖο μένειν»,μυκτηρίζων τε ὡς οὐδὲν

χρήσιμον ὄντα καὶ τὴν παρ' ἐκείνου λεγομένην ἀπέλευσινφυγὴν οἷον εὐσχήμονα

ὀνομάζων ὡς δειλανδρήσαντος. τὸν δὲ τοιοῦτον λόγοντοῦ Ὁμήρου οἰκεῖόν ἐστι πρὸς

πάντα εἰπεῖν τὸν ἐκφοβεῖν θέλοντά τινας ὡςκακόν τι πεισομένους διὰ τῆς αὐτοῦ

ὑποχωρήσεως. Τὸ δέ «εἵνεκα ἐμεῖο» οὐκἀργῶς κεῖται, ἀλλ' ἐπεὶ φθάσας ὁ Ἀχιλλεὺς

εἶπεν, ὡς οὐ διὰ τοὺς Τρῶας ἦλθεπολεμήσων, ἀλλὰ διὰ τοὺς Ἀτρείδας. ἐπειδὴ δὲ ὁ αὐτὸς

καὶ ἀπεσέμνυνε τοὺςἝλληνας ἔν τε τῷ «ἔδοσαν δέ μοι υἷες Ἀχαιῶν» καὶ ἐν τῷ «ὁππότε

Ἀχαιοὶ Τρώων ἐκπέρσωσι πτολίεθρον», ἀντιδημαγωγεῖ καὶ ὁ βασιλεὺς ἐνταῦθα

τὸνὄχλον λέγων «πάρ' ἔμοι γε καὶ ἄλλοι, οἵ με τιμήσουσιν». εἶτα, ἐπεὶ οὐ πάνυἔνδοξον

τὸ τὸν βασιλέα τῷ δήμῳ χαρίζεσθαι, ἐπήγαγεν ἐνδοξότερον τὸ «μάλισταδὲ μητίετα

Ζεύς». Ὅτι δὲ καὶ τὸ ἑαυτοῦ φιλοπόλεμον ὁ Ἀχιλλεὺς ηὔξησεν ὡς φιλίαν διὰ τοῦτο

ἀπαιτεῖν, καταρριπτεῖ καὶ τοῦτο ὁ βασιλεὺς μισεῖν αὐτὸνμάλιστα εἰπὼν ὡς φίλεριν καὶ

φιλοπόλεμον, καθὰ καὶ κατωτέρω ῥηθήσεται.καὶ οὕτω πρὸς τὴν τοῦ Ἀχιλλέως

δημηγορίαν ὁ βασιλεὺς ἀντειπεῖν προθέμενος,ὅμως πρὸς τὸ ἀνδρεῖον ἐκεῖνον εἶναι καὶ

αὐτὸν μὲν τὸ πλεῖον τοῦ πολέμου χερσὶδιέπειν, ἀρκεῖσθαι δὲ ὀλίγα λαμβάνοντα, οὐκ

ἀντεῖπε διδάσκοντος τοῦ ποιητοῦκαὶ ἐνταῦθα μὴ δεῖν ἀπαναισχυντεῖν πρὸς φανερὰν

ἀλήθειαν. (ῃ. 174) Ὅτιὥσπερ ἡ ˉἐˉπˉι πρόθεσις ἔστιν ὅτε μόνη αὐτὴ καθ' αὑτὴν τίθεται

ἀντὶ ῥήματος τοῦἔπεστιν, οἷον «οὔ τοι ἔπι δέος» ἀντὶ τοῦ οὐκ ἔπεστί σοι φόβος,

ὡσαύτως καὶ ἡˉμˉεˉτˉα πρόθεσις τὸν τόνον ἀναβιβάσασα λέγεται ἀντὶ τοῦ μέτεστιν, ὡς

καὶ Εὐριπίδης δηλοῖ· οὕτω καὶ τὸ πάρα. τοῦτο δὲ καὶ ἀντὶ ἑνικοῦ λαμβάνεταιῥήματος

τοῦ πάρεστι καὶ ἀντὶ πληθυντικοῦ, οἷον «πάρ' ἔμοι γε καὶ ἄλλοι».ὁμοίως καὶ τὸ ἔνι,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

75

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!