18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

χωρὶςτῆς ˉὑˉπˉεˉρ προθέσεως διὰ τὸ τὰς προθέσεις φιλοξυτόνους εἶναι καὶ χωρὶς τοῦ

ἀτάρκαὶ αὐτάρ· ἐπεὶ καὶ οἱ συμπλεκτικοὶ σύνδεσμοι φιλοῦσιν ὀξύνεσθαι. προϋπάρχωνδὲ

ὁ ἀτάρ γεννᾷ τὸν αὐτάρ Αἰολικῇ ἐπενθέσει τοῦ ˉυ. [∆ῆλον δὲ ὅτι τῷ ἀτάρ καὶαὐτάρ καὶ

δέ ἰσοδυναμεῖ ἐν πολλοῖς καὶ ὁ μέν σύνδεσμος, οἷον «ἐγὼ μὲν εἶπον,σὺ μέντοι οὐκ

ἤκουσας». ὁμοίως δὲ καὶ ὁ ἀλλά· ὁποῖα ἦν πρὸ ὀλίγων τὸ «ἀλλ'οὐκ Ἀτρείδῃ ἥνδανεν,

ἀλλὰ κακῶς ἀφίει». ἐκεῖ γὰρ οἱ ἀλλά σύνδεσμοι ἀντὶ τοῦδέ κεῖνται, ποιοῦντες καὶ

σχῆμα ἐπαναφορικὸν διὰ τὸ κεῖσθαι ἐν στίχωνἀρχαῖς.] (ῃ. 168) Ὅτι οἱ Ἴωνες τὰς μὲν

χρονικὰς αὐξήσεις τῶν παρῳχημένων κατασπῶσι συνάρχεσθαι τοῖς ἐνεστῶσι ποιοῦντες

αὐτούς, ὡς προείρηται. οἷονἀγαπῶ ἀγάπων, ὀρύσσω ὄρυσσον. ὡσαύτως καὶ τὰς διὰ τοῦ

ˉε αὐξήσειςκαθελόντες τὴν αὐτὴν ἀρχὴν περιποιοῦνται τοῖς ἐνεστῶσι καὶ τοῖς

παρῳχημένοις,τοῦ τύπτω τὸν παρατατικὸν τύπτον λέγοντες καὶ τὸν ἀόριστον τύψα.

αὔξησινμέντοι διὰ διπλασιασμοῦ γενομένην οὐδέποτε καταβάλλουσιν. οὐ γὰρ ἂν

τὸτέτυφα τύφα ἐροῦσιν οὐδὲ τὸ πεποίηκα ποίηκα. χαίρουσι γὰρ τοῖς ἀναδιπλασιασμοῖς

ὅτι μάλιστα καὶ διὰ τοῦτο οὐ μόνον ἐν ταῖς αὐξήσεσιν ἐῶσι κατὰχώραν μένειν αὐτούς,

ἀλλὰ καὶ ῥήμασί τισι καὶ μετοχαῖς προστιθέασιν, ὡςδοκεῖν ἐν αὐξήσει τὰ τοιαῦτα εἶναι·

ὁποῖά εἰσιν ἄλλα τε καὶ τὸ λελαχών καὶ τὸ 1.116 λελαβών· ἀλλὰ καὶ τὸ «τετύκοντο

δαῖτα» καὶ «ἐκλελάθοιντο γάμοιο», ἐν οἷςἀπέρριψαν μὲν τὸ ˉε τῆς αὐξήσεως τοῦ

ἐτύκοντο καὶ ἐλάθοντο, προσέθεντο δὲτὸν τοῦ ˉτˉε καὶ ˉλˉε διπλασιασμόν. τοιοῦτόν

φασι καὶ ἐνταῦθά τινες εἶναι τὸ»ἐπὴν κεκάμω πολεμίζων». ὥστε καὶ ἐν τῷ «δέχθαι

ἄποινα» οὐ νοητέον, ὅτιἀφαίρεσις γέγονε τῆς τοῦ δεδέχθαι αὐξήσεως Ἰωνικῶς, ἀλλὰ

μᾶλλον Αἰολικὴσυγκοπή. [Ἰστέον δὲ ὅτι οὐ πάντες ἀρέσκονται γράφειν κεκάμω, ἀλλ' οἱ

πλείουςτὸ ˉκˉε συνδετικὸν ἔχοντές φασιν «ἐπήν κε» ἤγουν ἐπειδάν «κάμω». Τοῦ

δὲπολεμίζειν πρωτότυπον τὸ πολεμεῖν, ὡς καὶ ἀλλαχοῦ ῥηθήσεται.] (ῃ. 169)

Ὅτιφέρτερον πρᾶγμα λέγει ὁ ποιητὴς τὸ παρ' ἡμῖν προφερέστερον καὶ κρεῖττονκαὶ

διαφέρον ἢ ὑπερφέρον τῶν ἄλλων, οἷον «ἐπειῆ πολὺ φέρτερον», φέρτατονδὲ τὸ

ὑπερφερέστατον. οὕτω δὲ καὶ τὸ πολὺ φέρτερον διὰ τὴν προσθήκην τοῦπολὺ ταὐτόν

ἐστι τῷ φέρτατον. ἐνταῦθα δὲ περισπῶντες οἱ παλαιοὶ τὸ «ἐπειῆ»φασίν, ὅτι τὸ ˉη

ὑποτασσόμενον τῷ ˉἐˉπˉεˉι περισπᾶται, μετὰ δὲ τοῦ ˉτˉι ἐγκλίνεται·οἷον «τίη δὲ σύ;»

(ῃ. 170) Ὅτι ἀπὸ τοῦ ζῴου τῆς κορώνης εὐλύγιστον ἐχούσηςτὸν τράχηλον ἡ τῶν θυρῶν

κορώνη μετήνεκται, ὥσπερ καὶ ἀπὸ τοῦ κόρακος ὁκόραξ δηλαδὴ τὸ κοράκιον. ἀπὸ δὲ

τῆς τῶν θυρῶν ταύτης κορώνης διὰ τὸἐπικαμπὲς τοῦ ὀργάνου, ἴσως δὲ καὶ ἀπὸ τοῦ

ζῴου, καὶ κορωνίδες λέγονται νῆες,οὐ μόνον ὡς κατὰ τὴν κορώνην μέλαιναι, ἀλλὰ καὶ

ὡς τὰ ἄφλαστα τὰ κατὰπρῴραν καὶ πρύμναν, οἷα ἐν λυγισμῷ, ἐπικαμπτόμενα ἔχουσαι.

αἱ δὲ τοιαῦταικορῶναι καὶ τὴν κορώνην παρήγαγον, εἰς ἣν ἐντίθεται ἡ νευρά, ἄκραν

οὖσαντοῦ τόξου. ὅθεν καὶ τὸ ἀγαθὸν τέλος τῶν πράξεων «χρυσῆν κορώνην» ἡ

παροιμίακαλεῖ, ὡς ὅτε τις εἴπῃ «χρυσέαν ἐπιτεθῆναι κορωνίδα ταῖς πράξεσιν ἢ τοῖς

λόγοις» ἤτοι συμπέρασμα καὶ τέλος ἀπὸ τῆς τοιαύτης τοῦ τόξου κορώνης

τὴνμεταφορὰν λαβοῦσαν ἢ τυχὸν καὶ ἀπὸ τῆς τῶν νηῶν κορωνίδος ἢ καὶ ἀπὸτῆς τὰς

θύρας συγκλειούσης κορώνης, [Ἰστέον δὲ ὡς, εἴπερ νῆες κορωνίδες αἱμέλαιναι

λέγονται, πρὸς διαστολὴν οὕτω καλοῦνται τῶν μιλτοπαρῄων, ἃς ἡ Βοιωτία δηλοῖ.

κοῖλαι μέντοι οὐ διασταλτικῶς ὀνομάζονται.] (ῃ. 171) Ὅτι κατὰ τοὺς παλαιοὺς ἄφενος

μὲν ὁ δι' ὀλίγου συναγόμενος, πλοῦτος δὲ ὁ διὰ 1.117 πολλῶν ἐτῶν οἱονεὶ πολλόετός

τις ὤν. γίνεται δὲ ἄφενος, ὡς τοῖς πλείοσιδοκεῖ, ἀπὸ τοῦ ἕνου, ὅ ἐστι χρόνου, ὅς, εἰ καὶ

παρ' ἡμῖν ψιλοῦται, ἀλλὰ παρὰτοῖς παλαιοῖς Ἀττικῶς δασύνεσθαι λέγεται. [Τοῦτο δὲ ἢ

παρὰ τὸ ἕω, τὸ πληρῶἤτοι τελειῶ, ἐξ οὗ καὶ ὁ ὅλος· τελεσφόρος γὰρ κατὰ τοὺς παλαιοὺς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

74

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!