18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τῆς ποινῆς. καίτοι οὐ κακῶς ἔχει καὶ ἐπὶ κλέουςἐνδόξου νοηθῆναι τὴν τιμήν, ὡς ἐν τοῖς

ἑξῆς φαίνεται. καὶ γὰρ ὁ βασιλεὺς ἐρεῖμετ' ὀλίγα, ὅτι «πάρεισι καὶ ἄλλοι, οἵ κέ με

τιμήσουσιν», ὥστε οὐδὲν φαῦλοννοῆσαι, ὅτι Ἀχιλλεὺς μὲν τοιαύτην εἶπε τιμὴν τῷ

βασιλεῖ ἄρνυσθαι, αὐτὸς δὲἄλλως λέγει ἔχειν τὸ τιμᾶσθαι καὶ ἄλλοθεν. Σκοπητέον δὲ

εἴπερ τὸ τιμωρεῖνἤτοι βοηθεῖν ἐκ τοῦ «τιμὴν ἀρνύμενοι» ἐπινενόηται συντεθῆναι. ἔστι

γὰρτιμωρεῖν τὸ τιμὴν αἴρειν ποθὲν ὑπέρ τινος ἢ ἀείρειν, ὅθεν καὶ ὁ τιμάορος, ὅ

ἐστιτιμωρός. ἐκ δὲ τοῦ ἄρνυσθαι καὶ τὸ μισθαρνεῖν, τὸ μισθὸν δηλαδὴ ἄρνυσθαι.[Οτι

Ὅμηρος μὲν εἰπών «Μενελάῳ σοί τε, κυνῶπα», εὐθεῖαν οἶδε τὴν ὁ κυνώπης, ὡς καὶ

προείρηται. ὁ μέντοι εἰπὼν τραγικός «κελαινῶπα θυμόν» τὴνβαθεῖαν ψυχὴν ἑτεροίαν

οἶδεν εὐθεῖαν καὶ οὐδὲ βαρύτονον κατὰ τὸ Κύκλωψ,ἀλλὰ ὀξύτονον. (ῃ. 160) Ὅτι ὅπερ

ἐν Ὀδυσσείᾳ εἶπεν ἐντρέπεσθαι ἤγουν ἐπιστρέφεσθαι, τοῦτο ἐνταῦθα μετατρέπεσθαι

λέγει, οὗ ἑρμηνεία ποιητικὴ τὸἀλεγίζειν, οἷον «τῶν» ἤγουν ὧν «οὔ τι μετατρέπῃ οὐδ'

ἀλεγίζεις», ὅ ἐστι λόγονἔχεις. παράγωγον δὲ τὸ ἀλεγίζειν ἐκ τοῦ ἀλέγειν.] Ὅτι

πολύνους καὶ πυκνὴ καὶγοργὴ ἡ τοῦ Ἀχιλλέως ἐνταῦθα δημηγορία, ἔχει δέ τι καὶ

καταφορικόν. δυσχεραίνει μὲν γὰρ ἐπὶ τῇ βασιλικῇ ἀπειλῇ, λέγει δὲ καὶ χάριτας αὐτῷ

ἐποφείλεσθαι,εἴγε μὴ διὰ τοὺς Τρῶας ὡς βλάψαντας, ἀλλὰ διὰ τοὺς Ἀτρείδας ὡς

ἀδικηθένταςὑπὸ Τρώων ἦλθεν εἰς Τροίαν. βαρὺ δὲ ἡγεῖται καὶ ὅτι ἀφαιρεῖται ἀπ' αὐτοῦ

ὁβασιλεύς, ὃ μὴ δέδωκεν αὐτὸς ἀλλ' οἱ Ἀχαιοί. φησὶ δὲ καὶ ὅτι οὔτε μὴ πονοῦντιαὐτῷ

ἐδόθη τὸ γέρας, καθὰ καὶ τῷ Ἀγαμέμνονι, ἀλλὰ πολλὰ μογήσαντι καὶ ὅτιοὐδέποτε ἶσον

αὐτῷ ἔχει γέρας. «ἀλλὰ τὸ μὲν πλεῖον», φησί, «τοῦ πολέμουχεῖρες ἐμαὶ διέπουσιν· ἢν δέ

ποτε δασμὸς ἵκηται, σοὶ τὸ γέρας πολὺ μεῖζον,ἐγὼ δ' ὀλίγον τε φίλον τε ἔρχομ' ἔχων».

οἰκεῖα δὲ ταῦτα λέγεσθαι παρὰ τῶνφιλοπονούντων μὲν ἐν αὐταρκείᾳ δὲ ζώντων πρὸς

τοὺς πλεονεκτεῖν θέλοντας.Ἰστέον δὲ ὅτι λείας ἐπισυναχθείσης πολλῆς ἐμερίζοντο

ἐπίσης τὰ λάφυρα διάτινος λαχμοῦ· ἐδίδοντο δὲ ἰδίᾳ τοῖς βασιλεῦσι καὶ ἀριστεῦσι κατ'

ἐξαίρετονἀπόμοιραί τινες, αἳ δὴ καὶ γέρας ἐλέγοντο. λέγει οὖν Ἡρόδοτος καὶ ἐν

Σπάρτῃτοῖς βασιλεῦσιν εἶναι γέρα ἕτερά τέ τινα καὶ τὸ διπλήσια νέμειν αὐτοῖς τὰ

πάντα.τῷ μέντοι βασιλεῖ ἐκ τῆς λείας καί τι πλέον ἢ τὸ γέρας προσεπεδίδοτο, καθὰτινές

φασι τῶν παλαιῶν, ἵνα ἔχοι δαπανᾶν αὐτὸ καὶ μὴ τρύχεσθαι ἀναλῶν τὰοἰκεῖα εἰς τὰ

κατὰ καιρὸν τῶν ἀριστέων συμπόσια εἰωθότα γίνεσθαι, ὡς ἐνπολλοῖς τῶν Ὁμήρου

φαίνεται. καὶ ταῦτά εἰσιν, ἐφ' οἷς πλεονεξίαν καὶ κερδαλεότητα τοῦ βασιλέως ὁ

Ἀχιλλεὺς κατηγορεῖ, ὡς δῆθεν νοσφιζομένου πολλὰἐξ ἐκείνων καὶ ὡς εἰπεῖν

δημοβόρου, ὅπερ μετ' ὀλίγα ἐρεῖ. [ἐν τούτοις δὲ πρὸς 1.115 ὁμοιότητα τοῦ τριχάϊξ

τριχάϊκος κεῖται τὸ «πολυάϊκος πολέμοιο» διὰ τὰς ἐναὐτῷ πολλὰς ὁρμὰς καὶ

μετατροπάς, ὧν ἕνεκα καὶ Ἄρης ἀλλοπρόσαλλοςῥηθήσεται ἐν τοῖς ἑξῆς.] (ῃ. 166) Ὅτι ὁ

ˉἀˉτˉαˉρ καὶ ὁ ˉαˉὐˉτˉαˉρ οἱ σύνδεσμοι ἀδιάφοροι πάντῃ εἰσὶ πρός τε ἀλλήλους καὶ

πρὸς τὸν ˉδˉε σύνδεσμον. διαφέρουσι δὲἀμφότεροι τοῦ ˉδˉε συνδέσμου, ὅτι αὐτοὶ μὲν

ποιητικώτεροί εἰσιν, ἐκεῖνος δὲ κοινός· καὶ αὐτοὶ μὲν ἀεὶ προτάσσονται τῶν τοῦ λόγου

συντάξεων, ἐκεῖνος δὲ ἀεὶὑποτάσσεται. τὸ δ' ὅμοιον προείρηται καὶ περὶ τοῦ ˉἠˉτˉοˉι

καὶ ˉμˉεˉν. δῆλον δὲ ὅτικαὶ ὁ ˉκˉαˉι σύνδεσμος καὶ ὁ ˉτˉε, εἰ μὴ παραπληρωματικῶς

ἁπλῶς οὕτω τίθενται,ἰσοδυνάμως ἔχουσι. διαφέρουσι δὲ ὅτι ὁ καί μὲν προκατάρχει τῶν

λέξεων, οἷον»καὶ ἐγώ, καὶ σύ», ὥσπερ καὶ «αὐτὰρ ἐγώ, ἀτὰρ σύ». ὁ δὲ τέ ὑποπίπτει,

οἷον»ἐγώ τε, σύ τε», ὡς καὶ τὸ «ἐγὼ δέ, σὺ δέ». τὸν δὲ τόνον τοῦ ἀτάρ καὶ

αὐτάρπαρασημειοῦνται οἱ παλαιοὶ ὡς μὴ ἀναλόγως ἔχοντα, λέγοντες ὅτι αἱ εἰς

ˉρλήγουσαι βραχυκατάληκτοι λέξεις βαρύνονται, κἂν ἄλλοθέν ποθεν εἰς ὀξὺν

τόνονβιάζωνται· οἷον, πάτερ, μῆτερ, σῶτερ, θύγατερ, ἦμαρ, ὕπαρ, ἧπαρ, φρέαρ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

73

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!