18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

«οὔπω γάρ ποτε». διὸ καὶ προπαροξύνεται, ὡς καὶ ἀλλαχοῦ δηλοῦται.δηλοῖ δὲ τὴν τοῦ

συνδέσμου βαρεῖαν τάσιν καὶ τὸ «οὐδέ τί πω ἴδμεν» καὶ ἑξῆς.](ῃ. 155) Ὅτι τὴν Φθίαν

ἤγουν τὰ νῦν κατά τινας λεγόμενα Φάρσαλα τὴν τοῦἈχιλλέως πατρίδα ἐριβώλακα

λέγει ἤγουν μεγαλόβωλον, ἔτι δὲ καὶ βωτιάνειρανἤτοι θρεπτικὴν ἀνδρῶν. ἐν δὲ τοῖς

ἑξῆς καὶ «μητέρα μήλων» ἤγουν προβάτωνκαὶ θρεμμάτων αὐτὴν ὀνομάσει διὰ τὸ πίονα

εἶναι τὴν ἐκεῖσε γῆν. ὁ δὲ πολίτηςαὐτῆς Φθιώτης λέγεται. εἰσὶ δέ τινες καὶ Φθῖοι παρὰ

τῷ ποιητῇ, ἕτεροι παρὰτοὺς Φθιώτας, ὡς ἐν τοῖς ἑξῆς, ὅτε δέον ἐστί, ῥηθήσεται. ὁ δὲ τὰ

Ἐθνικὰγράψας ἀπὸ Φθίας γυναικὸς ἢ Φθίου υἱοῦ Ποσειδῶνος καὶ Λαρίσσης

κληθῆναιτὴν Φθίαν φησὶ λέγων καί, ὅτι πόλις καὶ μοῖρα Θετταλίας ἡ Φθία, καί, ὅτι

τὸτοπικὸν καὶ Φθιώτης καὶ Φθῖος λέγεται. καὶ Αἰλιανὸς δὲ μέμνηταί τινος Φθίας

παρθένου, ἧς, φησίν, ἐρασθεὶς Ζεὺς μετέβαλε τὴν μορφὴν εἰς περιστεράν.[̓Ιστέον δὲ ὡς

τοῦ βωτιάνειρα προϋπόκειται ὁ βότης καὶ Ἰωνικῶς βούτης,ὡς ὑποδηλοῖ καὶ ὁ παρ'

Ἡσιόδῳ ἀβούτης ἀνήρ. ∆ωριεῖς δὲ τὸ βούτης εἰς ˉωμέγα τρέψαντες κατὰ τὸ Μοῦσα

Μῶσα βώτης εἴποιεν ἄν, οὗ θηλυκὸν ἡ βῶτις, 1.113 τῆς βώτιδος· ὅθεν γῆ τε βωτιάνειρα

ἡ θρεπτικὴ ἀνδρῶν παρὰ τὸ βῶ βώσωβότης καὶ τὸ ἀνὴρ ἀνέρος· καὶ «παμβῶτις» παρὰ

Σοφοκλεῖ ἡ πάντων τροφός.καὶ ἔστι τοῦτο καθολικώτερον. ἡ γάρ τοι βωτιάνειρα πρὸς

εἶδος ἓν λαλεῖταιτὸ τῶν ἀνθρώπων, ὥσπερ πρὸς ἑτεροῖα ζωϊκὰ εἴδη τὸ ἱππόβοτον

πεδίον, τὸαἰγίβοτον, τὸ μηλόβοτον, τὸ βούβοτον.] (ῃ. 157) Ὅτι ἐπὶ τόπων πολὺ

διεστώτων, ἐν οἷς καὶ θάλασσα μεσολαβεῖ, εἴποι τις ἂν τὸ «μάλα πολλὰ μεταξὺ οὔρεάτε

σκιόεντα θάλασσά τε ἠχήεσσα». Ἰστέον δὲ ὅτι σκιόεντα μὲν ἀπὸ τοῦ παρακολουθοῦντος

λέγει τὰ δασέα καὶ σκιᾶς ἀποτελεστικὰ διὰ τὸ τῆς ὕλης λάσιον·ἠχήεσσα δέ, περὶ ἣν

πολὺς ἦχος γίνεται. ὁ δὲ ἦχος ὠνοματοπεποίηται, ὥσπερκαὶ ἡ ἰαχή. δῆλον δὲ ὅτι τὸ

σκιόεντα καὶ ἐπὶ δωμάτων λέγεται, ὡς τὸ «μέγαρασκιόεντα». (ῃ. 158 ς.) Ὅτι τὸ

«ἀναιδείην ἐπιειμένε» ἤγουν ἐνδεδυμένε, τὸ πρὸὀλίγου ῥηθέν, ἐνταῦθα ἐπὶ πλέον

αὐξάνων φησίν· «ὦ μέγα ἀναιδές» καὶ «κυνῶπα»ἀπὸ εὐθείας ὁ κυνώπης· οὗ θηλυκὸν ἡ

κυνῶπις, ὡς δηλοῦσι καὶ αἱ τῆς τραγῳδίας»κυνώπιδες». παρακατιὼν δὲ διαλύει τὸ

σύνθετον καὶ κυνὸς ὄμματα ἔχειναὐτὸν λέγει. καὶ ὅρα ὅτι καὶ ὁ Ἀχιλλεὺς ταὐτολογεῖ

διὰ θυμόν, καθὰ καὶ ὁβασιλεὺς ἀνωτέρω, καὶ οὐ θέλει μεταβῆναι τῆς ἐπὶ ἀναιδείᾳ

κατηγορίας. Σημείωσαι δὲ καὶ ὅπως εἰς πολὺν ἐξελαθεὶς θυμὸν ὁ βασιλεὺς ὅμως

οὐδὲντραχὺ προσεῖπε τὸν Ἀχιλλέα, ἀλλὰ πολλὰ καὶ δεινὰ παρ' ἐκείνου ἀκούσας

αὐτὸςἐκπαγλότατον μόνον ἐκεῖνον ἠρκέσθη προσειπεῖν συνεννοησάμενός που καὶαὐτὸς

τὸ τοῦ τραγικοῦ, ὡς «αἰσχρὸν λόγοις κολάζειν τὸν δυνάμενον ἔργοις ἀμύνασθαι»,

μάλιστα δὲ παιδεύων μὴ ἐφιέναι ἄγαν τῇ γλώσσῃ τὸν θυμούμενον.Ὅτι τὸ ἄρνυσθαι

παρὰ τοῖς παλαιοῖς κυρίως ἐπὶ τοῦ ἀντικαταλλάσσεσθαιἔκειτο καὶ εἴρηται περὶ αὐτοῦ

ἐντελέστερον ἐν τῷ ἄλφα τῆς Ὀδυσσείας. νῦνδὲ ἐν τῷ «τιμὴν ἀρνύμενοι σοί τε καὶ τῷ

Μενελάῳ πρὸς Τρώων» τιμὴν τὴν τιμωρίαν φασὶν οἱ παλαιοὶ φιλοσοφώτερον. ὡς γὰρ ὁ

ἀδικηθεὶς χρήματα πολλάκιςπρὸς τοῦ ἀδικήσαντος ἄρνυται καὶ ζημίαν οὕτω τῆς εἰς

αὐτὸν ἀδικίας ἀντικαταλλάσσεται ἢ τυχὸν καὶ κόλασιν ἀντιλαμβάνει τῆς ὕβρεως ἐκ τοῦ

ὑβρίσαντος,οὕτω καὶ οἱ Ἕλληνες πολιορκοῦντες τὴν Τροίαν τιμωρίαν ταύτην τοῖς

βασιλεῦσιν ἀντικαταλάσσονται τῆς ὑπὸ Τρώων πεπλημμελημένης εἰς τὴν

Ἑλένηνἁρπαγῆς. Τὸ δὲ εἰπεῖν ὅτι «τιμήν» ἤγουν ἀγαθὸν κλέος «ἐκ Τρώων

ἀρνύμενοισοί τε καὶ τῷ Μενελάῳ», φαῦλον μέντοι προφανὲς οὐκ ἔχει, –ἔφη γὰρ καὶὅτι

πολεμοῦμεν, ὄφρα σὺ χαίρῃς–οὐκ ἀρέσκει δὲ τοῖς παλαιοῖς. βούλονταιγὰρ τοὺς

Ἕλληνας πρὸς Τρώων τιμωρίαν καὶ δίκην ἤγουν ἐκδίκησιν εἰσπράτ1.114 τεσθαι καί, ὡς

Ὅμηρος ἐρεῖ, ποινὴν οὐ μὴν δόξαν. τοῦτο γὰρ παρέλκον δοκεῖὡς οἷα παρακολούθημα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

72

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!