18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὑποτακτικῶν φωνηέντων ἤγουν τοῦ ˉυ καὶ τοῦ ˉι· θέμεναι γὰρ καὶ ἔμμεναι λέγομεν,

ἀλλὰ καὶ δόμεναι, ὡς καὶ ὁ ποιητὴς πρὸμικροῦ εἶπεν «ἀποδόμεναι ἑλικώπιδα κούρην».

ταῦτα δὲ καὶ τὴν τελευταίανδίφθογγον ἀποβάλλουσι καὶ γίνονται θέμεν καὶ ἔμεν καὶ

δόμεν. (ῃ. 152) Ὅτιαἰχμηταὶ μὲν ἁπλῶς οἱ στρατιῶται· καὶ καλοῦνται οὕτως ἀπὸ ἑνὸς

μέρουςτῶν ὅπλων ἤτοι τῆς αἰχμῆς, ὥσπερ καὶ ἀπὸ κνημίδων εὐκνήμιδες οἱ

[καθόλουεἰπεῖν εὔοπλοι] καὶ ἀπὸ θώρακος θωρηκταὶ καὶ ἀπὸ ἀσπίδων ἀσπιδιῶται

καὶἀσπισταὶ καὶ ἀπὸ κόρυθος ἤγουν περικεφαλαίας κορυθάϊκες καὶ κορυθαιόλοικαὶ

κορυσταί, προστεθέντων δὲ καὶ τῶν ἵππων ἱπποκορυσταί, καὶ ἀπὸ δοράτωνδορίκλυτοι.

ὁπλῖται μέντοι μεθ' Ὅμηρον ἀπὸ γενικοῦ ὀνόματος τῶν ὅπλων 1.111 ἐκλήθησαν, ὥσπερ

καὶ ὁπλότεροι οἱ νέοι καὶ ὑπέροπλοι οἱ αὐθάδεις. [Κεῖται δ'ἐνταῦθα καὶ τὸ ἤλυθον

ἐντελές, οἷον «οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ' ἤλυθον», οὗσυγκεκομμένον τὸ ἦλθον κατὰ τὸ

«ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας». οὕτω καὶ ἁπλοῦνμὲν τὸ ἀλεγεινόν, συγκέκοπται δὲ τὸ

ἀλγεινόν, ὡς καὶ τὸ ἄλγος.] (ῃ. 153) Ὅτιαἴτιος παρ' Ὁμήρῳ λέγεται ὁ αἰτιατέος καὶ ὑπὸ

μέμψιν καὶ αἰτίασιν κείμενοςκαὶ ἀπολύτως λαμβάνεται, οἷον «οὔ τί μοι αἴτιοί εἰσιν οἱ

Τρῶες» καὶ «οὔ τί μοιαἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν». οἱ δὲ μεθ' Ὅμηρον ἄλλως

χρῶνται τῇ λέξει.(ῃ. 153 ς.) Ἰστέον δὲ ὡς ὁ μὴ βλαβῆναι λέγων ὑπό τινων καλῶς ἂν

ἐρεῖ, ὅτι «οὔτί μοι αἴτιοί εἰσιν· οὐ γάρ πώ ποτ' ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν

ἵππους».ἐνταῦθα δὲ δηλοῖ ὁ ποιητής, ὅτι πολέμου ἀφορμὴ τοῖς παλαιοῖς ὡς ἐπὶ πολὺτὸ

βοῦς ἢ ἵππους ἀπελάσαι ποθὲν ἢ καρπὸν γῆς ἐπιδραμόντας δηλήσασθαιἤγουν βλάψαι,

οὗ χρῆσίς ἐστι καὶ παρὰ Ἡροδότῳ· δηλέοντο γάρ φησιν ἀντὶ τοῦἔβλαπτον. ἐκεῖθεν δὲ

καὶ τὸ δηλητήριον. Σημείωσαι δὲ ὅτι ἡ διάφορος σημασίατῶν ῥημάτων διαφόρους

πολλάκις συζυγίας ποιεῖ. δηλῶ μὲν γὰρ δηλώσω τὸφανερὸν ποιήσω· δηλῶ δὲ δηλήσω

τὸ βλάψω. οὕτω καὶ νοῶ νοήσω τὸ εἰς νοῦνλήψομαι· νοώσω δὲ τὸ ἐμβαλῶ νοῦν. καὶ

πολεμήσω μὲν τὸ μαχήσομαι·πολεμώσω δὲ τὸ κινήσω ἕτερον εἰς μάχην. καὶ σταθμῆσαι

μὲν τὸ ζυγοστατῆσαι·σταθμώσασθαι δὲ παρὰ Ἡροδότῳ τὸ στοχάσασθαι. καὶ κηλήσω μὲν

τὸ θέλξω,ἐξ οὗ ὁ ἐν Ὀδυσσείᾳ κηληθμός· κηλώσω δὲ ῥῆμα οὐ σεμνόν, ἐξ οὗ κηλωστὰ

τὰπορνεῖα παρὰ Λυκόφρονι. καὶ βοήσω μὲν τὸ τρανῶς φωνήσω· βοώσω δὲ

τὸμεταμορφώσω εἰς βοῦν. [καὶ τὸ σκηνῶ δὲ σκηνώσω, ἐξ οὗ σκήνωμα, καὶ τὸ

σκηνῶσκηνήσω, ἀφ' οὗ οἱ Σκηνῆται, διαφορὰν ἔχουσι φανεράν. ὁμοίως καὶ τὸζηλῶ

ζηλώσω τὸ πρωτότυπον τοῦ ζηλωτοῦ καὶ τὸ ζηλῶ ζηλήσω τὸ τοῦζηλήμονος, ὃ ἐν

Ὀδυσσείᾳ κεῖται. καὶ τὸ κυκλῶ κυκλώσω καὶ κυκλήσω. καὶῥῶ ῥήσω, ὅθεν τὸ ῥῆμα· καὶ

ῥῶ ῥώσω, ἀφ' οὗ ἡ ῥῶσις. εἰ δὲ καὶ τὸ φηλῶφηλήσω καὶ φηλώσω, ὡς τὸ «φηλώσας

πρόμον» παρὰ Λυκόφρονι, οἴδασιδιαφοράν, χρὴ ζητῆσαι. γίνεται δὲ τὸ δηλῶ ἤγουν

βλάπτω, ὅθεν καὶ ὁδαλός. ὡς γὰρ ἐκ τοῦ πρήθω, τὸ καίω, μεταθέσει τοῦ ˉρ καὶ τροπῇ

τοῦ 1.112 ˉη εἰς ˉε γίνεται πέρθω διὰ τοὺς ἑπομένους ἐμπρησμοὺς ταῖς πορθήσεσι· καὶὡς

παρὰ τὸ δαίω, τὸ καίω, δῆρις ἡ μάχη, ἔτι δὲ καὶ δηΐς· οὕτω παρὰ τὸ αὐτὸ δαίωδηλεῖσθαι

τὸ καυστικῶς βλάπτειν ὡσεὶ καὶ διὰ δαλοῦ καίοντος.] καὶ τοιαῦταμὲν ταῦτα. (ῃ. 154)

Τὰς βοῦς δὲ θηλυκῶς Ἴωνές φασι, καθὰ καὶ ἀλλαχοῦῥηθήσεται, ἤδη δὲ καὶ Ἀττικοί,

ὥσπερ καὶ τὰς ὄϊς καὶ τὰς ἵππους καὶ τὰςἡμιόνους καὶ τὰς κύνας. Σημείωσαι δὲ ὅτι

ἐνταῦθα μὲν ἐλάσαι τὸ πολέμουνόμῳ ἀπελάσαι· λέγεται δὲ καὶ ἐπὶ σιδήρου ἐλάσεως καὶ

ἐπὶ κτίσεως τείχουςκαὶ ὀρύξεως τάφρου καὶ ἱππηλασίας. εὕρηται δὲ καὶ κατελάσαι

κωμικώτερονἐπὶ ἀσέμνου σημασίας. τὸ δὲ ὅρκους ἐπήλασαν παρ' Ἡροδότῳ ἀντὶ τοῦ

ἐπήγαγον, ἀπεναντίας ῥηθὲν πρὸς τὸ ἀπήλασαν, τὸν ἐπακτὸν ὅρκον

ὀνομασθῆναιπεποίηκε παρὰ τοῖς ὕστερον. [Ἰστέον δὲ ὅτι ἐν τῷ «οὐ γὰρ πώ ποτ' ἐμὰς

βοῦςἤλασαν» ὁ ˉπˉω παραπληρωματικὸς σύνδεσμος ἐκ βαρυτονήσεως ἐνεκλίθη·οἷον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

71

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!