18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

διωρθώθησαν αἱ Ὁμηρικαὶ βίβλοι, ὡς ἀνωτέρω εἴρηται.τοῦτο δὲ οὐ μόνον οἱ περὶ

Πεισίστρατον γραμματικοὶ ἐποίησαν, ἀλλὰ καὶἕτεραι Ὁμηρικαὶ διορθώσεις

μνημονεύονται, οἷον καὶ ἡ ἱστορουμένη ἀπὸ νάρθηκος καὶ Μασσαλιωτικὴ δέ τις καὶ

Σινωπική. καὶ ταῦτα μὲν ἱκανῶς ἕως ὧδε. Τὸ δὲ πᾶν τοῦ παρόντος λόγου εἰπεῖν ἐν

βραχεῖ, ἐπιγραφὴ τοῦ παρόντοςγράμματος τριπλῆ· Ἰλιάδος Ἄλφα καὶ Ῥαψῳδία καὶ

Γράμμα. καὶ δηλοῦταιἐν τούτοις τοῖς τρισὶ κατὰ πολυωνυμίαν ἓν νόημα. φέρονται δὲ

καὶ ἕτεραιἑκάστου γράμματος ἐπιγραφαὶ ἀνὰ δύο· μία μὲν ἐν πεζαῖς λέξεσιν, ἑτέρα δὲἐν

στίχῳ ἡρωϊκῷ. καὶ αἱ μὲν ἄλλαι ῥηθήσονται κατὰ καιρόν. τῆς δὲ παρούσηςῥαψῳδίας ἡ

μὲν πεζὴ ἐπιγραφὴ αὕτη· Λοιμὸς καὶ Μῆνις. ἡ δὲ ἔμμετρος ἥδε·Ἄλφα, λιτὰς Χρύσου,

λοιμὸν στρατοῦ, ἔχθος ἀνάκτων. λείπεται δὲ πάντωςαὕτη ῥήματος, ἵνα λέγῃ ὅτι ἡ ἄλφα

ῥαψῳδία περιέχει ἢ ἱστορεῖ τὰ καὶ τά.Ὅτι δέκα ἐτῶν περιπλομένων τοῖς Ἕλλησι περὶ

τὸν Τρωϊκὸν πόλεμον Ὅμηροςτὴν Ἰλιάδα ἐκ τῶν τελευταίων ἤγουν ἐκ τοῦ δεκάτου

ἔτους ἐποίησεν καὶ οὐδὲἐξ αὐτοῦ ὅλου, ἀλλ' ἐκ μέρους τινός, τουτέστι τῆς ἐν αὐτῷ

συμπεσούσηςμήνιδος τοῦ Ἀχιλλέως. ἐμεθώδευσε δὲ ὁ ποιητὴς τοῦτο ἅμα μὲν διὰ τὸ

καινοπρεπὲς καὶ τῷ ἀνελπίστῳ ξενίζον, τὸ γὰρ κατὰ φύσιν ἀπὸ τῶν πρώτων

ἄρξασθαιοὔτε καινόν τι ἔχει καὶ ὁ ἀκροατὴς δὲ ὡς ἐπὶ πολὺ οὕτως ἐλπίζει γενέσθαι,ἅμα

δὲ καὶ διὰ τὸ δεινότερον, τουτέστιν οἰκονομικώτερον. οὐδὲ γὰρ εἶχεν ἄλλωςἀξιόλογον

ὕλην γραφῆς, διότι τὰ μὲν προηγησάμενα ἐννέα ἔτη ἀνειμένωςεἶχον τῆς μάχης,

πολεμαρχοῦντος τοῦ ἀνδρειοτάτου Ἀχιλλέως καὶ τοὺς Τρῶας ὡς τὰ πολλὰ τῇ πόλει διὰ

δέος ἐγκατακλείοντος. ὅτε δὲ αὐτὸς ἐμήνισε,συνετάθη ὁ πόλεμος ἀναθαρρησάντων τῶν

Τρώων. καὶ τεχνικὴν εὐπορίανἐνταῦθα εὗρε τοῦ γράφειν ὁ ποιητής, ὃν καὶ οἱ μετ'

αὐτὸν μιμησάμενοι τραγικοίτε καὶ κωμικοὶ καθ' ὁμοιότητά τινα καὶ αὐτοὶ

μετεχειρίζοντο τὰ οἰκεῖα ποιήματα. ἡ αὐτὴ δὲ τῷ Ὁμήρῳ μέθοδος καὶ ἐν Ὀδυσσείᾳ

διεχειρίσθη. ἐὰν δέ τις λίχνος τὴν ἀκοὴν καὶ ζητητικὸς τὰ εἰς μάθησιν δυσκόλως ἔχῃ

περὶ τὴν μέθοδονβαρυνόμενος, ὅτι τὸ τέλος μαθὼν ἀνήκουστος ἔσται τῶν πρὸ τοῦ

τέλους,πραϋνέσθω οἷς οὐδὲ τὰ ἐν ἀρχῇ παραλείπουσιν οἱ ὄντως ἐκ τῶν

τελευταίωνἀρχόμενοι, ἀλλ' εὐμεθόδως καὶ αὐτὰ τῇ τοῦ βιβλίου ὁλότητι

παρενσπείρουσιν.οἷον μετὰ τὴν τοῦ Πάριδος κρίσιν ἐπὶ ταῖς θεαῖς ἀρχὴ τοῦ Τρωϊκοῦ

πολέμου,Ἑλένης ἁρπαγή, καὶ μετὰ ταύτην, συνελόντα φάναι, ἀνάπλους Ἑλλήνων

εἰςΤροίαν διὰ ἄμυναν ὑπὸ καθηγητῇ τῷ Κάλχαντι. εἶτα μερισμὸς Ἑλλήνων εἴς τε1.12

τοὺς πολιορκοῦντας καὶ εἰς τοὺς ὑπ' Ἀχιλλεῖ πολεμάρχῳ ληϊζομένους, ὅπουτε νῆσοι καὶ

ὅπου χερσαῖαι πόλεις. μετὰ δὲ μυρία τὰ ἐν μέσῳ ἅλωσις καὶ τῶνὑποπλακίων Θηβῶν καὶ

αἰχμαλωσία Χρυσηΐδος, ἐφ' ᾗ πρεσβεία Χρύσου καὶπαρόρασις, ἣν ἔπαθε, καὶ χόλος

Φοίβου καὶ λοιμὸς καὶ μῆνις Ἀχιλλέως. ὁ δὲποιητὴς τὰ φθάσαντα παραδραμὼν ἐκ

ταύτης ἤρξατο. καὶ διῆλθε μὲν καὶ αὐτὴνκαὶ τὰ κατ' αὐτήν, οὐκ ἀφῆκε δὲ ὅμως οὐδὲ τὰ

πρὸ ταύτης, ἀλλὰ καὶ ἐκεῖνακαὶ ἄλλα μυρία τῶν παλαιοτέρων παρενέθετο ἐνσπείρας

ὧδε καὶ ἐκεῖ, ὅπῃπαρήκοι, ὡς αὐτὸς ἐνόει καλὸν εἶναι. καὶ οὐ ταῦτα μόνον, ἀλλὰ πολλὰ

καὶ τῶνἐφεξῆς τῆς μήνιδος τῇ Ἰλιάδι ἐπελευστικώτερον παρενέβαλεν, οἷον τὸν

τοῦἈχιλλέως θάνατον, τὴν τῆς Τροίας ἅλωσιν, ὅτι ὁ Αἰνείας ἄρξει ποτὲ τῶν Τρώωνκαὶ

ἄλλα τοιαῦτα. ὥστε εἴ τις εἴποι, τὸν Ὅμηρον μὴ αὐτὸ τοῦτο ἐκ τῶν τελευταίων

ἄρξασθαι, ἀλλὰ μᾶλλον ἐκ τῆς τῶν ἔργων ἀκμῆς, παρεισκυκλῆσαι δὲ καὶτὰ τοῦ

φθάσαντος χρόνου δεξιώτατα καὶ τὰ τοῦ μέλλοντος, ὑγιῶς ἂν εἴποι εἴςτε τὴν Ἰλιάδα καὶ

εἰς τὴν Ὀδύσσειαν ἀπιδών, ἐν αἷς καὶ ἀμφοτέραις τῇ αὐτῇ μεθόδῳ ἐχρήσατο. τοῦτο δὲ

καὶ ἄλλοι μέν, ὡς εἴρηται, τῶν παλαιῶν ἀπονάμενοιὉμήρου ἐμιμήσαντο, μάλιστα δὲ

Εὐριπίδης, ὃς καὶ αὐτὸς φανερῶς ἐκ τοῦμέσου τῶν δραματικῶν ἀρχόμενος ὑποθέσεων,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

7

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!