18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

κεχολώσεται, ὃν ἂν ἵκωμαι» εἰςοὐδὲν δέον ἐκ περισσοῦ τέθειται. τίς γὰρ οὐκ οἶδεν ὡς

λυπήσεται ὁ ἀδικηθείς;](ῃ. 141–3) Ὅτι τὸ «νῆα μέλαιναν ἐρύσομεν, ἐς δ' ἐρέτας ἐπιτηδὲς

ἀγείρομεν, ἐςδ' ἑκατόμβην θείομεν» ὁμοιοκατάληκτα μὲν οἱ γραμματικοὶ διὰ τὰς

μὲνσυλλαβὰς λέγουσι τὰς ἐν τῷ τέλει, πάρισα δὲ οἱ ῥήτορες, [ὥσπερ αὖ

πάλινἐπαναφορικὰ τὸ «ἐς δ' ἐρέτας, ἐς δ' ἑκατόμβην».] καὶ κάλλος αὐτὰ ποιεῖνλόγου

φασίν. (ῃ. 142) Ἰστέον δὲ καὶ ὅτι ἐπίτηδες μὲν προπαροξυτόνωςφαμὲν τὸ ἐν ἔργῳ καὶ

ἐπιτηδευτῶς καὶ ἐξ ἐπιτηδεύσεως οἷόν τινος· τὸ δὲἐπιτηδὲς τὸ ἐνταῦθα ὀξυτονούμενον

ὄνομα οἱ παλαιοί φασιν εἶναι πληθυντικόν, 1.108 οὗπερ εὐθεῖά ἐστιν ὁ ἐπιτηδής. ὥσπερ

δέ που τὸ ἀκλεεῖς πληθυντικὸν παρ'Ὁμήρῳ ἀκλεὲς λέγεται ἐκβληθέντος τοῦ ˉι, οὕτω

γέγονε καὶ τὸ ἐπιτηδές ἐκτοῦ ἐπιτηδεῖς ἐκδραμόντος τοῦ ˉι διὰ χρείαν μετρικήν. [Ἔτι

ἰστέον ὡς τὸ ἐρύσομεν, ἀγείρομεν, θείομεν, βήσομεν, εἰ καὶ συμβουλευτικά εἰσιν, ὅμως

οὐ μεγεθύνουσι τὴν παραλήγουσαν. Ἴωνες γὰρ ἀδιαφοροῦσι περὶ τὰ τοιαῦτα,

ὡςμυριαχοῦ φανήσεται.] (ῃ. 143) Ὅτι τὴν παρειὰν παρηΐην ἐθέλει λέγειν ὁποιητὴς κατὰ

διάλυσιν τῆς ˉεˉι διφθόγγου καὶ παρήϊον τὸ τῶν ἵππων παραγναθίδιον. καὶ τὴν

καλλιπάρῃον διὰ τοῦ ˉη γράφει, τὸ μὲν ˉε τῆς διφθόγγου τρέψαςεἰς ˉη, τὸ δὲ ˉι

προσγεγράφθαι ἀφείς. [λέγει δ' ἐνταῦθα καλλιπάρῃον τὴν Χρυσηΐδα ὁ βασιλεὺς

ἐχόμενος οἷον αὐτῆς τῷ λογισμῷ καὶ δεικνὺς ὡς, εἰ καὶστερεῖται αὐτῆς, ὅμως

ἀναμιμνῄσκει οἷον ἀπόλλυσι καλόν.] (ῃ. 144) Ὅτιβουληφόροι παρὰ τῷ ποιητῇ, οὓς νῦν

τῆς συγκλήτου φαμέν. ἰστέον γὰρ ὅτι ἡμὲν ἀγορὰ παντὸς ἦν τοῦ δήμου κοινὴ καὶ

κηρύγματι ἐξακούστῳ ἠθροίζοντο,ἡ δὲ βουλὴ τῶν ἐκκρίτων μόνων συγκαλουμένων

ἰδίᾳ καὶ οὐ μετὰ τοῦ πλήθους.[Οτι Ὁμήρου ἀρχὸν εἰπόντος ἐπὶ νηός, οἱ μεθ' Ὅμηρον

συνθέντες ναύαρχον τὸν τοιοῦτόν φασιν. εἴη δ' ἂν τοιοῦτος ὁ καὶ κόμης παρὰ τοῖς

ὕστερον. εἰ δὲκαὶ βουληφόρος ἐστὶν ὁ αὐτός, μεῖζον τὸ ἀξίωμα καὶ οἷον πάνυ κοσμεῖν

τὸνἐπὶ πρεσβείᾳ στελλόμενον.] Ὅτι ἐν μὲν τῇ ἀπειλῇ πρῶτον ἔταξε τὸν Ἀχιλλέα ὁ

βασιλεὺς εἰπών «ἢ τὸ σὸν ἀφέλωμαι γέρας ἢ Αἴαντος ἢ Ὀδυσσέως», ἐν δὲτῷ τῆς τιμῆς

λόγῳ ὕστερον τάττει τὸν Ἀχιλλέα μετὰ καί τινος σκώμματοςεἰπὼν ὅτι «ἀρχὸς ἔστω τῆς

εἰς τὸν Ἀπόλλωνα νηὸς βουληφόρος, ἢ Αἴας ἢἸδομενεὺς ἢ δῖος Ὀδυσσεὺς ἠὲ σύ,

Πηλείδη, πάντων ἐκπαγλότατ' ἀνδρῶν». (ῃ. 145) Ἰστέον δὲ ὅτι ἐν τῷ εἰπεῖν «δῖος

Ὀδυσσεύς» καὶ τιμῆσαι τὸν ἄνδρα τῷ ἐπιθέτῳ ἐνέφηνεν, ὅτι ὁ Ὀδυσσεὺς ἔσται

ναύαρχος· καὶ ὅτι, ὥσπερ τὸ Ἀχιλλεύς ποτὲ μέν, ὡς προείρηται, διπλασιάζει τὸ τῆς

ληγούσης κατάρχον σύμφωνονἤγουν τὸ ˉλ, ποτὲ δὲ μονάζον ἔχει αὐτό, οὕτω καὶ τὸ

Ὀδυσσεύς ἀνωτέρω μὲν ἐντῷ «ἢ Ὀδυσῆος» δι' ἑνὸς ˉσ ἐξήνεκται, ἐνταῦθα δὲ διὰ δύο

ˉσ. καὶ δοκεῖ τὸ μὲνἓν ˉσ εἶναι ἀπὸ μέλλοντος τοῦ ὀδύσω, ὃ δηλοῖ τὸ ὀργίσομαι, τὰ δὲ

δύο ἀπὸἐνεστῶτος τοῦ ὀδύσσω, τὸ ὀργίζομαι. Ὅτι δὲ τὸ Ὀδυσσεύς παρά τισι μὲν

δασύνεται παρὰ τὴν ὁδόν, ὑπό τινων δὲ ψιλοῦται, ὅπερ καὶ μάλιστα Ὁμηρικόνἐστιν, ἐν

τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται, ὅπου καὶ τὸν Ὀδυσσέα ὁ ποιητὴς ἐτυμολογεῖ. (ῃ. 146)

Τὸ δ' ἐκπαγλότατε ἐκ τοῦ ἐξεπλάγη δευτέρου ἀορίστουγενόμενον ὤφειλεν

ἐκπλαγώτατε εἶναι διὰ τοῦ ˉω μεγάλου. ἐπεὶ δὲ ἡ τοιαύτηγραφὴ ἀσυντελὴς ἦν

δακτυλικῷ μέτρῳ, γέγονε μετάθεσις τοῦ ˉλ ἐπὶ τὰ ἔμπροσθεν, ὡς ἂν οὕτω

σμικρυνθέντος τοῦ ˉο διὰ τὴν πρὸ αὐτοῦ μακρὰν συλλαβὴν 1.109 γένηται ἡ λέξις εἰς

δάκτυλον χρήσιμος. Σημείωσαι δὲ ὅτι τὸ ἐκπαγλότατεδόξειε μὲν ἂν μέτριόν τι σκῶμμα

εἶναι καί πως ὅμοιον ὡς ἐν εἰρωνείᾳ τῷ θαυμάσιε, ὃν δηλαδὴ ἐκπλαγείς τις θαυμάσεται,

ἔχει δὲ πολύ τι βαρύτητος. διὸ καὶεἰς θυμὸν ἐκμαίνει τὸν Ἀχιλλέα. γίνεται γὰρ ἡ λέξις

ἐκ τοῦ πλήσσω, ἀφ' οὗκαὶ ὁ ἔμπληκτος καὶ ὁ παραπλὴξ καὶ τὸ ἐμπλήγδην ἐπίρρημα ἐν

Ὀδυσσείᾳ καὶὁ ἀπόπληκτος. ἔχει δέ τι σφοδρότητος καὶ τὸ σχῆμα, ἡ ἀποστροφή. ἀπὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

69

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!