18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀποδώσει ἑκών, εἰ δὲ μή, ταῦτα πάντασυντριαινῶν ἀπολέσω». καὶ Σοφοκλῆς «εἰ μέν τις

οὖν ἔξεισιν, εἰ δὲ μή, λέγε».κεῖται δὲ ὅμοιον σχῆμα καὶ ἐν τῷ τέλει τῆς ῥαψῳδίας ταύτης

ἐν τοῖς τοῦ Ἡφαίστου λόγοις. οἱ μέντοι καθιστῶντες τὸ σχῆμα εἰς τὸ ἔσται καὶ οὕτω

ποιοῦντεςαὐτὸ ἀνελλιπές, εὐσύντακτον μὲν ποιοῦσι τὴν ἑρμηνείαν, ἀχρειοῦσι δὲ

τὴνὉμηρικὴν ἀρετὴν καὶ τὴν τοῦ θυμουμένου ἀπαλείφουσιν ἔμφασιν καὶ

οὐδὲσπουδαῖόν τι λέγουσι. φασὶ γὰρ ὅτι ἀλλ' εἰ μὲν δώσουσί μοι γέρας οἱ Ἀχαιοί,ὥς

ἐστιν ἀντάξιον, ἔσται τουτέστιν εὖ ἕξει τὸ πρᾶγμα· καὶ οὐδὲ οἴδασιν ὅτι διὰἐλλείψεως

πάλιν καὶ ταύτης ψυχρᾶς ἰῶνται τὴν ἔλλειψιν. πάντως γὰρ καὶ ἐν τῷἔσται λείπει τὸ

ἀγαθόν ἢ δίκαιον ἤ τι τοιοῦτον, ἵνα λέγῃ, ὅτι ἔσται δίκαιον ἢἀγαθόν. καλλίων δὲ δή που

τοῦ τοιούτου ἐλλειπτικοῦ σχήματος ἡ Ὁμηρικὴἔλλειψις. (ῃ. 136) Τηρητέον δὲ ὅτι τὸ

ἀντάξιον οὐ μάτην ὁ βασιλεὺς προσέθετο.ἀλλ' εἰς ἀφορμὴν πάλιν ἔριδος, ἵνα κἂν τυχὸν

γέρας αὐτῷ θέλωσιν οἱἝλληνες δοῦναι, ἔχῃ αὐτὸς πάλιν καὶ οὕτω κατὰ τοῦ Ἀχιλλέως

θυμοῦσθαι προβαλλόμενος μὴ εἶναι τὸ γέρας ἀντάξιον. ὅμοιον δέ τι ὁ αὐτὸς βασιλεὺς

καὶἐν τῇ γάμμα ῥαψῳδίᾳ ποιήσει, ὅπου τιμὴν ἀποδοῦναι τοὺς Τρῶας θέλει,ἥντινα

ἔοικεν, ὡς ἂν καὶ ἐκεῖ ἔχῃ πολέμου λαβὰς καὶ ἐς ὕστερον. Τὸ δέ»ἄρσαντες κατὰ θυμόν»

ἀρχή ἐστι καὶ ἀφορμὴ τῆς τοῦ θυμήρους συνθέσεως.πάντως γάρ, ὅπερ τις ἄρσει κατὰ

θυμόν, ὅ ἐστιν ἁρμόσει ἢ ἀρέσει, θυμῆρεςἐκεῖνό ἐστι. φασὶ δὲ οἱ παλαιοί, ὅτι Ἀρίσταρχος

μὲν δασύνει τὸ ἄρσαντες,λέγων ἐξ αὐτοῦ γενέσθαι τὸ ἅρμα, Ἡρωδιανὸς δὲ ψιλοῖ, ὡς

ἀπὸ τοῦ ἄρω,ἄρσω Αἰολικοῦ. [Σημείωσαι δὲ ὡς πολλαχοῦ καινοῖς χαίρων σχήμασιν

ὁποιητὴς οὐ μόνον προσεχῶς, ὡς ἐρρέθη, ἐκαινοφώνησεν, ἀλλὰ καὶ πρὸ τούτωνἐν τῷ

«μὴ νύ τοι οὐ χραίσμῃ σκῆπτρον» καὶ ἑξῆς. λείπει γὰρ ἐκεῖ τὸ δέδοικα ἢὅρα, μή σοι οὐ

χρησιμεύσῃ τὰ τοῦ θεοῦ. (ῃ. 137) Ὅτι τὸ «εἰ δέ κε μὴ δώωσιν,ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι»

εἴποι ἂν ὁ αὐτάρκης ὢν ἑαυτῷ, κἂν μὴ ἔχοι τοὺςὑπακούοντας.] Ὅτι καὶ ἡ παροιμία

φησίν, ὡς «αἱ δεύτεραί πως φροντίδεςσοφώτεραι» καὶ ὁ ποιητὴς δὲ πολλαχοῦ τοῦτο

αὐτοῖς ἔργοις ὑποδηλοῖ, ἐν οἷςτὰς δευτέρας συμβουλὰς κρεῖττον ἤπερ τὰς

προϋπαρξάσας μελετᾷ πραγματικῶς.οὕτω γοῦν ἐνταῦθα καὶ ὁ βασιλεὺς τὰ μὲν πρῶτα οὐ

μόνον τῷ Ἀχιλλεῖ, ἀλλὰκαὶ τοῖς μηδὲν αἰτίοις συναπειλεῖται, ὡς προείρηται, τῷ τε

Ὀδυσσεῖ καὶ τῷ 1.107 Αἴαντι, ἑνὸς τῶν τριῶν γέρας εἰπὼν ἀφαιρήσεσθαι· εἶτα

μεταγνοὺς ὡς οὐκαλῶς ἀπειλησάμενος ταῦτα μὲν μεταφράσεσθαι λέγει καὶ ὕστερον,

τελευτῶνδὲ εἰς μόνον ἀποτείνει τὸν Ἀχιλλέα τὰ τῆς ἀπειλῆς. καὶ Ἀχιλλεὺς δὲ ἐν τοῖς

ἑξῆς «δευτέρων ἀμεινόνων ἔτυχε» κατὰ τὴν παροιμίαν. βουλευσάμενος γὰρἀναστῆναι

καὶ φονεῦσαι ὕστερον παύεται καὶ ὀνειδίσαι μόνον σκέπτεται καὶοὐκέτι λέγει ὡς ἰδίαις

ὑπεροπλίαις ἑαυτὸν ὁ βασιλεὺς ὀλέσει, ὅπερ οὐ γέγονεν,ἀλλ' ὅτι τοῦ Ἀχιλλέως ποθὴ

ἔσται τοῖς Ἕλλησιν, ὅπερ ἀληθῶς γέγονεν ὕστερον. Ἰστέον δὲ καὶ ὅτι διὰ λύπην

Ἀχιλλέως ὁ Ἀγαμέμνων τὴν ῥηθεῖσανἐνεστήσατο ἀπειλὴν κατά τε Ὀδυσσέως καὶ

Αἴαντος. λυπεῖ γὰρ πάντως τὸνἥρωα τὸ συνατιμᾶσθαι αὐτῷ τοὺς φιλτάτους. ὅτι δὲ

φίλτατοι αὐτῷ Ἑλλήνων Αἴας τε καὶ Ὀδυσσεύς, ἐν τῇ ἰῶτα ῥαψῳδίᾳ φανήσεται καὶ ἐν

τῇ βῆτα δέ, εἴπερ ὁ Θερσίτης ἔχθιστος ἦν Ἀχιλλῆϊ μάλιστα καὶ Ὀδυσσεῖ. φαίνεται γὰρ

ὅτι Ὀδυςσεὺς καὶ Ἀχιλλεὺς φίλοι ὄντες ἀλλήλοις τὸν αὐτὸν ἐμίσουν ἐχθρόν. Ὅρα δὲ ὅτι

ἡμεῖς μὲν τῇ μεταφράσει ἐπὶ ἄλλου σημαινομένου χρώμεθα, Ὅμηρος δὲμεταφράζεσθαί

φησι τὸ μεταβουλεύεσθαι. (ῃ. 139 ς.) [Ἰστέον δὲ ὅτι τε τὸ «ἀλλ'ἤτοι μὲν ταῦτα

μεταφρασόμεσθα καὶ αὖτις» ὑστεροβουλίας ἐστὶ σκοπός,ὃ δὴ καὶ ἐπιφράζεσθαι καὶ

ἐπιμηθεύεσθαι λέγεται. καὶ ὅτι ἀνωτέρω τούτουστίχος εἷς κεῖται δοκῶν κατὰ τὸν

Λογγῖνον εἶναι παρένθετος. ἔστι δὲ ἐκεῖνος τὸ»ἄξω ἑλών». ἀρκεῖ τε γάρ, φησίν, εἰς

τελείαν ἔννοιαν τὸ ἄνω αὐτοῦ κείμενονἔπος καὶ τὸ ἐφεξῆς δὲ τοῦ «ἄξω ἑλών» «ὃ δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

68

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!