18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐπιτείνει δὲ μάλιστα τὴν ἀπορίαν ὁ Πίνδαρος, ὃς αὐτὴν τὴν Τροίαν Τρωίαν ἐν

Ἰσθμιονίκαις εἰπὼν διὰ τοῦ ˉω μεγάλου γράφει τὴν παραλήγουσαν. εἰ γὰρ οὕτως

ἐκεῖνο, πολλῷ πλέον τὴν Τροΐην ἤτοι τὴν Τρωϊκὴν διὰ τοῦ ˉω μεγάλου ἐχρῆν

γράφεσθαι. καὶ ταῦτα μὲνοὕτω. [Τὸ δέ «εὐτείχεον» Ἰωνικῶς κεκίνηται ἀπὸ τοῦ τεῖχος,

τείχεος,εὐτείχεος. ἄλλως μέντοι τὸ κοινὸν εὐτειχέα ἦν ἄν. ὡς γὰρ σθένος

εὐσθενής,βέλος ὀξυβελής, οὕτω καὶ τεῖχος εὐτειχής, οὗ αἰτιατικὴ εὐτειχέα.] Ἀλαπάξαιδὲ

κυρίως τὸ ἐκκενῶσαι, ὅθεν καὶ λαπάρα ἡ κενὴ ὀστῶν καὶ λαφύσσω. γίνεταιδὲ ἐκ τοῦ

λαπάζω πλεονασμῷ τοῦ ˉα. παρὰ γοῦν τῷ Αἰσχύλῳ εὕρηται τὸ ῥῆμαχωρὶς τοῦ ˉα.

καταχρηστικῶς δὲ καὶ τὸ πορθεῖν ἀλαπάζειν λέγεται ὡς ἐν ταῖς 1.105 ἁλώσεσιν

ἐκκενουμένων τῶν πόλεων. κεῖται δέ που ἐν τῇ Ὀδυσσείᾳ φανερῶςτὸ ἀλαπάζειν οὐκ

ἐπὶ ἁλώσεως ἢ πορθήσεως πόλεως, ἀλλὰ ἁπλῶς ἐπὶ ἐκκενώσεως. γίνεται δὲ τὸ λαπάζειν

ἐκ τοῦ λάπτειν, ἀφ' οὗ καὶ τὸ λάφυρον. ἔστιδὲ λάπτειν κυρίως τὸ ῥοφεῖν

ὀνοματοποιηθὲν καὶ κυριολεκτηθὲν ἐπί τε κυνῶνκαὶ λύκων καὶ τοιούτων ζῴων

καρχάρων. [Ἰστέον δὲ καὶ ὅτι τὸ «Ζεὺς δῷσι»κατὰ Ἴωνας ἢ ἐκ τοῦ δῶ γίνεται

προσλήψει τῆς ˉσˉι συλλαβῆς ἢ ἐκ τοῦ δῷς, ὃκαὶ κάλλιον· ἵνα ᾖ, ὡς λάβῃς λάβῃσι,

λάχῃς λάχῃσι καὶ ὅσα τοιαῦτα, πρὸςὁμοιότητα τοῦ τίθης τίθησιν· οὕτω καὶ ἐὰν δῷς, ἐὰν

δῷσι.] (ῃ. 132) Ὅτικλέπτειν τὸ μέν ἐστι ταῖς χερσί, τὸ δὲ τῷ λογισμῷ. φησὶ γοῦν ὁ

ποιητής· «μὴ δ'οὕτως ἀγαθός περ ἐὼν [κλέπτε νόῳ» ἀντὶ τοῦ παραλογίζου καὶ θέλε

ἀπατᾶν.ἔστι δὲ καὶ οὗτος ὁ λόγος κρᾶμα ἐπαίνου καὶ ψόγου. ἔπαινος μὲν γὰρ τὸ

«ἀγαθόςπερ ἐών», καθὰ καὶ τὸ «θεοείκελ' Ἀχιλλεῦ».] τὸ δέ «μὴ κλέπτε νόῳ» ἔχει

τισφοδρότητος. Ἰστέον δὲ ὡς τρεῖς εἰσι τρόποι, καθ' οὓς ἐξίσταταί τις τοῦοἰκείου

βουλήματος· ἢ γὰρ πειθόμενος ἢ ἀπατώμενος, ὅπερ ὁ ποιητὴς παρελεύσεσθαι λέγει, ἢ

ἄκων ἐν τῷ κελεύεσθαι· ἅπερ ὁ Ἀγαμέμνων οὐκ ἂν ἐνταῦθαπαθεῖν ὑπὸ τοῦ Ἀχιλλέως

διανίσταται. «οὔτε γὰρ νόῳ κλέπτων», φησί,»παρελεύσεαί με» ἤγουν παραδράμῃς «οὔτε

πείσεις οὔτε κελεύσεις ἀποδοῦναιτὴν Χρυσηΐδα». Τὸ δέ «παρελεύσεαι» ἔχει τι

λεληθότως καὶ σκωπτικόν.οἱονεὶ γὰρ λέγει ὅτι, εἰ καὶ τῇ ποδωκείᾳ παρελθεῖν με

δύνασαι, ἀλλὰ ἀπατῶνκαὶ δολιευόμενος οὐκ ἄν με νικήσας παρέλθῃς. [Ἰστέον δὲ ὅτι τε

ἐν τῷ «μὴ δ'οὕτως ἀγαθός περ ἐών» ἀργὸς κεῖται ὁ ˉδˉε σύνδεσμος ληφθεὶς ἀντὶ τοῦ

ˉδˉη. καὶὅτι οὐ χειρὶ μόνον καὶ νόῳ, ἀλλὰ καὶ ποσὶ κλέπτεταί τι κατὰ τὸ

«ποδοῖνκλοπὰν ἀρέσθαι» ἤγουν λάθρα φυγεῖν.] (ῃ. 133) Ὅτι τὸ ἐθέλειν καὶ τὰὅμοια

προαιρετικὰ ῥήματα, οἷον τὸ αἱρεῖσθαι, τὸ βούλεσθαι, τὸ γλίχεσθαι, τὸἐφίεσθαι καὶ τὰ

ὅμοια, δύο συντάξεις ἔχουσι· μίαν μετὰ ἀπαρεμφάτου ῥήματος,οἷον· αἱροῦμαι λέγειν,

ἐθέλω γράφειν, βούλομαι λαλεῖν καὶ τὰ ἐφεξῆς ὁμοίως·ἑτέραν δὲ μετὰ ἐγκλίσεως

ὑποτακτικῆς, οἷον· ἐθέλω, ἵνα γράφω, βούλομαι, ἵναλαλῶ καὶ τὰ ἄλλα ὡσαύτως. ταύτας

τὰς δύο συντάξεις ὁ ποιητὴς ἐν μιᾷ ἐννοίᾳἐνταῦθα τιθείς φησιν «ἢ ἐθέλεις, ὄφρ' αὐτὸς

μὲν ἔχῃς γέρας, ἐμὲ δὲ ἧσθαιδευόμενον;» (ῃ. 135–7) Ὅτι σχῆμα ἐλλειπτικὸν ἐνταῦθα τὸ

«ἀλλ' εἰ μὲν δώσουσι 1.106 γέρας μεγάθυμοι Ἀχαιοὶ ἄρσαντες κατὰ θυμόν, ὅπως

ἀντάξιον ἔσται. εἰ δὲ μὴδώσουσιν, ἐγὼ ποιήσω τάδε». χωλεύει γὰρ ἡ σύνταξις καὶ

μένουσα ἐκκρεμὴςοὐκ ἀπήρτισται. λείπει γὰρ τὸ ἐφησυχάσω ἢ παύσομαι ἢ τοιοῦτόν τι,

ἵνα λέγῃ,ὅτι ἐὰν δώσουσιν, ἡσυχάσω· ἐλλέλειπται δὲ ἀρχαϊκῶς διὰ τὸ πάνυ δῆλον

καὶαὐτόθεν φανερόν. τίς γὰρ οὐκ οἶδεν ὅτι, ἐὰν δώσουσι γέρας οἱ Ἀχαιοί, ὡςἔσται

ἀντάξιον, πάντως ἂν ἐφησυχάσῃ ὁ βασιλεύς. εἰσὶ δὲ καὶ ἄλλα τοιαῦτασχήματα

ἐλλείψεως παρὰ τοῖς παλαιοῖς, ὡς παρὰ τῷ Κωμικῷ «ἐὰν μὲν ἀποφήνωπάντων αἰτίαν

ἐμέ, εἰ δὲ μή, ποιεῖτε ὅπερ ἂν δοκῇ ὑμῖν». καὶ Μένανδρος ὁκωμικός «εἰ μὲν δή τινα

πόρον ἔχεις, εἰ δὲ μή, νενόηκ' ἐγώ». καὶ Πλάτων ὁκωμικός «εἰ μέν σοι τὴν θάλασσαν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

67

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!