18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀκάματα. (ῃ. 122) Ὅτι τὸ «Ἀτρείδη κύδιστε, φιλοκτεανώτατε πάντων» ἐπιπλοκή ἐστιν

ἐπαίνου καὶ ψόγου ἐπιτιμητικὴ ἐπ'αἰσχύνῃ τοῦ βασιλέως, οἱονεὶ λέγοντος τοῦ

Ἀχιλλέως, ὡς οὐκ ἔδει τὸν κύδιστονφιλοκτέανον εἶναι τῷ κρείττονι πλουτοῦντα

τουτέστι τῇ δόξῃ. πολλάκις γὰρ τὸκῦδος αἱρετώτερον πλούτου, εἴγε πλούτου μὲν καὶ

τοῖς φαύλοις μέτεστι, δόξηςδὲ μόνοις τοῖς ἀγαθοῖς. τὸ δὲ λέγειν κύδιστε ἀντὶ τοῦ

ἐφύβριστε, διότι κῦδοςἀρσενικῶς ἡ λοιδορία, ἐξ οὗ καὶ παρὰ Σοφοκλεῖ κατά τινας τὸ

κυδάζεσθαι, ὅἐστι λοιδορεῖσθαι, ἀντιλέγεται. Ὁμήρῳ γὰρ ὁ ῥηθεὶς κῦδος οὐκ ἔγνωσται,

ἀλλὰτὸ κῦδος οἶδεν οὐδετέρως τὴν δόξαν. [Ὑπερβολικὸν δὲ τὸ πάντων εἶναι

φιλοκτεανώτατον τὸν Ἀτρείδην, οὐ μὴν ἐμμαρτύρως ἀληθές. ἔστι δὲ φιλοκτέανος

ὁφιλοκτήμων· ἐπεὶ καὶ ταὐτὸν κτῆμα καὶ κτέαρ καὶ κτέανον εἰπεῖν.] (ῃ. 123)Ὅτι πᾶσαν

ἐρώτησιν τὴν ἐν ἀντιλογίαις στερεὰν εἶναι δεῖ καὶ οἵαν ἄλυτον.ἐρωτᾷ γοῦν Ἀχιλλεὺς

τὸν βασιλέα, ὅτι «πῶς σοι δώσουσιν αὐτίκα γέρας οἱ Ἀχαιοί;» πρὸς τοῦτο δὲ οὐκ ἔστιν

ἀψόγως ἐκεῖνον ἀπολογήσασθαί τι. εἰς τρία γὰρδιῃρημένου τοῦ χρόνου, νῦν μὲν αὐτίκα

οὐκ ἔστι γέρας δοῦναι. (ῃ. 124) οὐδὲ γὰρἔχουσιν ἄδαστα ξυνήϊα κείμενα πολλὰ ὡς οἷον

κειμήλια [χρήσιμα εἰς βίον, ὃν δήτις ἔφη κοινίτην,] καὶ διὰ τοῦτο ἄλλως μὲν εἰπεῖν ἔτι

ἄδαστα· δριμέως δὲ κατάτινα παλαιὸν ἄληκτα ἤγουν μήπω εἰς λάχος ἐλθόντα, ὥστε

λαχεῖν τισιν εἰςκλῆρον. (ῃ. 126) Λείπεται οὖν ἢ τὰ προδεδασμένα ἐπαγείρειν

παλίλλογαἤγουν πάλιν ὡς ἐξ ὑπαρχῆς συναγόμενα, ὅπερ οὐκ ἐπέοικεν· οὐδὲ γὰρ

χρὴγενέσθαι ἀναδασμὸν ἤγουν δεύτερον μερισμὸν τῶν προμερισθέντων, ὅπερἄμπαλον

ὁ Πίνδαρος ἔφη τουτέστι δεύτερον πάλον καὶ κλῆρον ἐπὶ μερισμῷ· ἢἀλλὰ χρὴ

ἀναμένειν τὸν μέλλοντα χρόνον, εἴ πού τινα θεὸς δῷσι πόλιν Τροΐηνεὐτείχεον

ἐξαλαπάξαι, [ὅτε τριπλῇ, τετραπλῇ τ' ἀποτίσομεν τὸ ὑπὲρ τῆς Χρυσηΐδος δηλαδὴ

ἀντισηκοῦν, καθά, ὡς εἰκός, ἦν ἔθος ἐν τοιούτοις γίνεσθαι.]ὁ δὲ λόγος οὗτος δίκαιος μέν

ἐστιν, οὐκ ἀρέσκει δὲ τῷ βασιλεῖ θυμουμένῳ, ὡςἂν ἡ τοῦ ∆ιὸς βουλὴ πληρωθῇ (ῃ. 124)

[Ἰστέον δὲ ὡς ξυνήϊα δηλοῖ μὲν τὸκοινά· γίνεται δὲ ἢ ἀπὸ τοῦ ξυνός, ὁ κοινός· οἷον

«ξυνὸς Ἐνυάλιος». οὗ κτητικὸν ξύνειος, ὡς ἡμετέρειος, καὶ διαλύσει καὶ ἐκτάσει

οὐδέτερον αὐτοῦ τὸξυνήϊον· ἢ καὶ ἄλλως, ὡς ὁ ξεῖνος, ξείνιον καὶ πλεονασμῷ ξεινήϊον,

οὕτω 1.104 ξυνός, ξύνιον καὶ ξυνήϊον. (ῃ. 126) ἐν δὲ τῷ «παλίλλογα» τροπὴ γέγονε τοῦ

ˉνεἰς ˉλ, ὁποία καὶ ἐν τῷ «πάλλευκον κάρα» καὶ τοῖς ὁμοίοις.] (ῃ. 129) Πόλιν δὲ Τροΐην

οἱ μέν φασι Τρωϊκὴν ἁπλῶς τινα, ὁποίας πολλὰς ἐπόρθησεν Ἀχιλλεύς. διὸ καὶ μετ'

ὀλίγα ἐρεῖ «ὁππότε Ἀχαιοὶ Τρώων ἐκπέρσωσι πτολίεθρον». ἔστιγὰρ ταὐτὸν πόλιν

Τροΐην εἰπεῖν καὶ Τρώων πτολίεθρον. ἄλλοι δὲ πόλιν Τροΐηννοοῦσι τὴν Τροίαν αὐτήν,

οὕτω λεχθεῖσαν κατὰ διάλυσιν. καὶ μὴν πολλοῖς ἑτέροις τῶν παλαιῶν τοῦτο οὐκ

ἤρεσεν, οἳ λέγουσι μηδὲ λεχθῆναί που ἀλλαχοῦ τὴν Τροίαν τρισυλλάβως παρὰ τῷ

ποιητῇ, ἀλλὰ δισυλλάβως· οἷον «ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλήν» καὶ «ἀμφὶ

πόλιν Τροίην μαρνοίμεθα Ἀχαιοί». τινὲς δέ γε τῶν παλαιῶν συγχέοντες τὸ πᾶν καὶ

ταῦτα διέλυσαν, ὡς ἐν τοῖςἈπίωνος καὶ Ἡροδώρου φέρεται. Τὸ δὲ Τροΐην ἔχει ἀπορίαν

ἐπὶ τῇ διὰ τοῦ ˉο μικροῦ γραφῇ, ἐὰν αὐτὴ μὲν τὴν Τρωϊκὴν δηλοῖ, τὸ δὲ Τρωϊκὸν ὄνομα

κατὰπᾶσαν τὴν αὐτοῦ κίνησιν διὰ τοῦ ˉω μεγάλου γράφηται. εἰ δὲ καὶ ἐκ τοῦ

Τροίαδιελύθη, οὐδὲν ἧττον ἡ αὐτὴ ἀπορία κρατεῖ. εἰ γὰρ ἀπὸ τοῦ Τρωός ἡ Τροία,διὰ τί

τῇ ˉοˉι διφθόγγῳ παραλήγεται καὶ μὴ τῇ διὰ τοῦ ˉω, ἵνα εἴη Τρῴα, ὡς Μινῴα; τάχα δὲ

ἂν ἔχοι τοῦτο ἀπολογίαν τὴν τοῦ ˉω μεγάλου ἀλλοίωσιν εἰς τὴνˉοˉι δίφθογγον. ὡς γὰρ

ἀγκώνη, ἀγκοίνη, οὕτω καὶ Τρῴα, Τροία. ἐκεῖνο δὲπάλιν μένει δυσαπολόγητον. εἰ γὰρ

Τρωΐους ἵππους τοὺς Τρωϊκοὺς διὰ τοῦ ˉωμεγάλου γράφομεν, δυσχερές ἐστιν

ἀπολογήσασθαι, διὰ τί πόλις Τροΐη ἡ Τρωϊκὴ διὰ τοῦ ˉο μικροῦ ἔχει τὴν ἄρχουσαν.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

66

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!