18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

μετὰ ταῦτα δειχθήσεται, γεραρώτατον. καὶ οὕτω μὲν ὁ βασιλεύς.Ἀχιλλεὺς δὲ

ἀντικαθιστάμενος πρὸς μὲν τὸ «ἵνα μὴ ἀγέραστος ὦ» ἐπιφέρει»Ἀτρείδη κύδιστε» οἱονεὶ

λέγων, ὅτι πῶς ἀγέραστος ὁ κύδιστος; εἶτα ὡς τὸνβασιλέα ἐλέγξας εἰς τοῦτο

ψευδόμενον ἐπάγει τὸ «φιλοκτεανώτατε» ὀνειδίζων,ὡς οὐ θέλοντα γέρας, ἀλλ' ἁπλῶς

κτέανον ἤτοι κτῆμα, ὥστε εἶναι αὐτὸνφιλοχρήματον. πρὸς δὲ τὸ «αὐτίκα», ὅπερ ἐστὶν

ἐνεστῶτος, τὸν μέλλονταχρόνον ἀντιτίθησι λέγων ὡς, εἴ ποτε πόλιν Τροίην ἕλωμεν,

οὐχ' ἁπλῶςδώσομεν καὶ χαριούμεθα, ἀλλ' ὡς ὄφλημα ἀποτίσομεν, καὶ οὐχ' ἁπλῇ,

ἀλλὰτριπλῇ καὶ τετραπλῇ, οὐ χάριν, ὥς φασιν οἱ παλαιοί, ἀλλ' ὡς κακῷ δανειστῇ.πρὸς

δὲ τὸ ἑτοιμάσατε πληθυντικῶς ῥηθὲν ὑπὲρ πάντων ἀπολογούμενός φησι·»πῶς ἄν σοι

δώσουσι γέρας Ἀχαιοί;», οὓς καὶ κολακεύων μεγαθύμους λέγει,καταδημαγωγῶν αὐτοὺς

καὶ ἐρεθίζων κατὰ τοῦ βασιλέως. ὅθεν ὁ βασιλεὺς εὐλαβηθείς, μή ποτε τοῖς λόγοις τοῦ

Ἀχιλλέως ἀνασεισθῇ ὁ λαός, ἀφίησι τὸἑτοιμάσατε καὶ ὑποθωπεύει βραχύ τι τοὺς

Ἀχαιοὺς μεγαθύμους καὶ αὐτὸςπροσειπὼν καὶ αὐτοῖς ἀναθεὶς τὸ δοῦναί τι αὐτίκα γέρας

εἴτε καὶ μή. καὶ οὕτωτοῦ δήμου ἀποστὰς τῶν ἀρίστων εὐμεθόδως ἅπτεται,

ἀπειλούμενος ἢ τὸ τοῦ 1.102 Αἴαντος ἢ τὸ τοῦ Ὀδυσσέως ἢ τὸ τοῦ Ἀχιλλέως γέρας

ἀφελέσθαι. ἰδὼν δὲ τοὺς Ἕλληνας ἡσύχως φέροντας τὴν τῶν ἀριστέων ὕβριν καὶ

γαληνῶς ἔχοντας,εἰδὼς δὲ καὶ ὅτι ἀλογίστως ἀπειλεῖται τῷ Ὀδυσσεῖ καὶ τῷ Αἴαντι

τοῖςἀναιτίοις, αὐτῶν μὲν ἀπέχεται ὡς οἷα κατὰ δευτέραν φροντίδα μεταβουλευσάμενος,

ἀπειλεῖται δὲ ἀγαγέσθαι τὴν Βρισηΐδα αὐτὸς ἰὼν εἰς τὴν τοῦ Ἀχιλλέωςσκηνήν,

μεγαλοπρεπῶς ἑαυτὸν διορθωσάμενος καὶ εὐτάκτως τῷ λόγῳ προβὰςἀπὸ τῶν ὅλων

Ἑλλήνων εἰς ὀλίγους, τοὺς διαληφθέντας τρεῖς ἀριστεῖς, καὶ ἀπὸτῶν ὀλίγων εἰς ἕνα τὸν

Ἀχιλλέα. (ῃ. 118–20) Ὅτι καὶ ἐνταῦθα, ὡς καὶ ἐν τῇ ἀρχῇ τοῦ βιβλίου, τρεῖς αἰτίας

ἀλλήλων ἐξαρτᾷ χρησάμενος ποικίλοις αἰτιολογικοῖς συνδέσμοις, τῷ ὄφρα, τῷ ἐπεί καὶ

τῷ γάρ. φησὶ γάρ «ἐμοὶ δὲ γέραςαὐτίκα ἑτοιμάσατε, ὄφρα μὴ οἶος ἀγέραστος ἔω, ἐπεὶ

οὐδὲ ἔοικε. λεύσσετε γάρ,ὅ μοι γέρας ἔρχεται ἄλλῃ» ἤγουν ἀπέρχεται ἀλλαχοῦ. καὶ

μικρὸν δὲ ἀνωτέρωτέσσαρας αἰτίας συνῆψεν εἰπών· οὕνεκα Χρυσηΐδος ἄποινα οὐκ

ἤθελον δέξασθαι·ἐπεὶ πολὺ βούλομαι αὐτὴν οἴκοι ἔχειν. καὶ γὰρ Κλυταιμνήστρας

προβέβουλα·ἐπεὶ οὐ χείρων ἐκείνης ἐστί. τὸ γὰρ οὕνεκα καὶ τὸ γάρ καὶ τὸ ἐπεί

σύνδεσμοιαἰτιολογικοί· ὡσαύτως καὶ μετ' ὀλίγα φησιν «οὐ γὰρ ἐγὼ Τρώων ἕνεκα

ἦλθον,ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν. οὐ γὰρ πώ ποτ' ἐμὰς βοῦς ἤλασαν, ἐπεὶ πολλὰ

μεταξὺοὔρεα». [Ὅτι λεύω μὲν λεύσω τὸ λιθάσω δι' ἑνὸς γράφεται ˉσ νόμῳ

μέλλοντος,λεύσσω δὲ τὸ βλέπω ἐν δυσὶ προφέρεται ˉςˉσ καὶ πρὸς διαστολὴν ἐκείνου

καὶ ὡςἐνεστώς, εἰ καὶ ἄλλως οὐδέποτε πρὸ τῶν δύο ˉςˉσ εὑρίσκεται δίφθογγος

πλὴντούτου καὶ πλὴν τοῦ κρείσσων καὶ τοῦ ἐξ αὐτοῦ ῥήματος, τοῦ κρεισσῶ.χρῆσις δὲ

αὐτοῦ κἀνταῦθα ἐν τῷ «λεύσσετε γὰρ τό γε πάντες». εἰ δὲ καὶ μέλλωντοῦδε τοῦ λεύσσω

ἐστὶ τὸ λεύξω, τίς οἶδεν;] (ῃ. 121) Ὅτι ἐξαίρετον τῶνἄλλων Ἑλλήνων ἔοικεν ἔχειν τὸ

τῶν ποδῶν τάχος ὁ Ἀχιλλεύς, ναὶ δὲ καὶ τὸ κάλλος, ὡς ἐν τῇ Βοιωτίᾳ φανήσεται· ἀφ' οὗ

καὶ θεοείκελος λέγεται, ὡς καὶ ὁ Πάρις Ἀλέξανδρος θεοειδής. καὶ γένει μὲν καὶ ἄλλοι

προεῖχον, ἐν ἀνδρίᾳ δὲ ὁΑἴας οὐκ εἶχε τὰ δευτερεῖα αὐτοῦ. ἐρεῖ γάρ που ὁ ποιητής, ὅτι ἐν

αὐτοσταδίᾳμάχῃ οὐκ ἂν Αἴας ὁ μέγας εἴξῃ οὐδ' αὐτῷ Ἀχιλλεῖ. ποδωκείᾳ μέντοι

πάντωνὁ Ἀχιλλεὺς προεῖχε καὶ ποσὶν οὐκ ἦν ἐρίσαι αὐτῷ, ὡς ἀλλαχοῦ ὁ ποιητὴς

λέγει.διὸ συχνὰ ποδώκη τε αὐτὸν καλεῖ καὶ διαλελυμένως πόδας ὠκύν, ἀλλὰ

καὶποδάρκη, ὅ ἐστιν ἐπαρκοῦντα ἢ ἐξαρκοῦντα τοῖς ποσὶ καὶ ἐπὶ πολὺ θέειν 1.103

δυνάμενον, ὅπερ ἐπίτασίς ἐστι ποδωκείας, ὡς ἄλλο ὂν τὸ ποδώκη τινὰ εἶναιἢ ποδάρκη.

οὐ γὰρ πᾶς ποδώκης ἤδη καὶ ποδάρκης, εἰ μὴ καὶ τοῖς ποσὶνἐπαρκῶν ἀντέχει καὶ θέει

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

65

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!