18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐνταῦθα δέ φασιν οἱ παλαιοί ὡς, εἰ μὲν νοηθείητὸ «ἢ ἀπολέσθαι» ἀντὶ τοῦ ἤπερ,

διασαφητικός ἐστιν ὁ ἢ σύνδεσμος· ἐὰν δὲ ἀντὶτοῦ «καὶ ἀπολέσθαι ἐμέ»,

παραδιαζευκτικὸς κατὰ τὸν Πορφύριον. [Ἰστέον δὲ καὶὅτι ἐκ τῆς Ὁμηρικῆς ἐννοίας τοῦ

«βούλομ' ἐγώ» καὶ ἑξῆς, ὠφελημένος ὁπεριᾳδόμενος Φωκίων ἐν τῷ μέμφεσθαι τοῖς

Ἀθηναίοις ἀγνωμονοῦσιν ἔφη ἐπ'ἐκκλησίας τὸ «βούλομαι μᾶλλόν τι ὑφ' ὑμῶν παθεῖν

αὐτὸς ἢ κακόν τι δρᾶσαιαὐτὸς εἰς ὑμᾶς». ἔνθα ὅρα καὶ τὸ μᾶλλόν τι ὅμοιον ὂν τῷ ὁμοῦ

τι καὶ μή τι καὶοὔ τι καὶ οὕτω τι καὶ τοῖς ὁμοίοις. ἔτι δὲ ὅρα καὶ αὐτὸ τὸ μᾶλλον

χαρακτηριστικὸν ὂν τοῦ, ὡς ἐρρέθη, διασαφητικοῦ τοῦ «ἢ ἀπολέσθαι». ἔστι γάρ, φασί,

1.100 διασαφητικὸς τοιοῦτος σύνδεσμος ὁ μεταξὺ δύο λόγων τιθέμενος καὶ ἐκλεγόμενος

τὸ ἕτερον, εἰς ἐπίτασιν δέ ποτε προσλαμβάνων τὸ μᾶλλον ἐπίρρημα,κατὰ τὸ ῥηθὲν τοῦ

Φωκίωνος νόημα, ἢ τὸν ˉπˉεˉρ σύνδεσμον, ὡς ἀνωτέρωγέγραπται. παραδιαζευκτικὸς

μέντοι ὁ μὴ τῶν δύο λέξεων τὸ ἓν δεχόμενοςοἷον· ἢ Ἀχαιοὶ ἢ Πελοποννήσιοι. τοῦτο γὰρ

διαζευκτικοῦ τοῦ ἢ συνδέσμου ἴδιον·ἀλλά πως καὶ τοὺς δύο, οἷον «χιτῶνά μοι χρῆσον ἢ

καὶ ἱμάτιον». αἰτεῖ μὲν γὰρτὸ ἕτερον, οὐ λυπεῖ δὲ καὶ τὰ δύο δοθέντα. ὅτι δὲ δίχα τῶν

εἰρημένων καὶ ἄλλασημαινόμενά εἰσι τοῦ ἤ συνδέσμου, δηλοῖ ὁ γράψας, ὅτι ἐστὶ καὶ

διαπορητικός·οἷον «ἢ ὅγε φάσγανον ὀξὺ ἐρυσάμενος» καὶ «ἠὲ χόλον παύσειε» καὶ «ἢ

δολιχὴνοῦσος ἢ Ἄρτεμις ἰοχέαιρα». ἔστι δὲ καὶ ἰσοδύναμος τῷ ˉεˉι· οἷον «ἢ καὶ

ἐμὸνδόρυ μαίνεται ἐν παλάμῃσι» καὶ «ἢ τοιόσδε ἐών» ἐν τῇ γάμμα ῥαψῳδίᾳ. ἔστικαὶ

παρέλκον ὑποτασσόμενον πύσματι· οἷον «ἀλλὰ τί ἤ μοι ταῦτα διελέξατοθυμός;» ἔστι καὶ

ἐρωτηματικὸν διαλαμβανόμενόν ποτε καὶ δὶς καὶ τρὶς ἐνδιαζευκτικαῖς διανοίαις

ἐντελέσιν· οἷον «ἠέ τι Μυρμιδόνεσιν ἢ ἐμοὶ αὐτῷ» καὶἑξῆς. ἔστι καὶ βεβαιωτικὸν οἷον

«ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός».ἔστι καὶ συγκριτικὸν οἷον «τοῦ ἑλομένου

τὸ ἀγαθὸν οὐχ' ἧττον ἢ τοῦ παρασχόντος τὰ σπέρματα». ὅτι δὲ καὶ ἄλλα τινὰ ὀλίγα

σημαίνει ὁ ἢ σύνδεσμος, ἐν τοῖςεἰς τὴν Ὀδύσσειαν δηλοῦται, ὅπου ἡ Νεκυία.] Ἔτι ἰστέον

καὶ ὅτι παρὰ μὲν τοῖς ὕστερον μονόφθογγα καὶ βραχέα φωνήεντα ἐκθλίβονται ἤγουν

κουφίζονται,παρὰ δὲ τοῖς παλαιοῖς ἅπαντα· ὅθεν καὶ νῦν ἐν τῷ «βούλομ' ἐγώ» ἡ ˉαˉι

δίφθογγοςἐξεθλίβη. Τὸ δὲ σόος παρὰ τῷ ποιητῇ ἀεὶ συστέλλει τὴν παραλήγουσαν,

ὡςἀπὸ τοῦ σέω, τὸ ὁρμῶ, ὃ προσλήψει τοῦ ˉυ γίνεται σεύω. καὶ ἔστι σόος οἱονεὶ ὁτὰς

φυσικὰς ὁρμὰς ἔχων. ἀκολούθως δὲ καὶ τὸ «λαοσσόος Ἀθηνᾶ» καὶ αὐτὸσυστολὴν ἔχει

τῆς παραληγούσης. οὕτω δὲ καὶ παρὰ Θεοκρίτῳ τὸ «δορυσσόος Κάστωρ» καὶ «δύσσοα

θρέμματα». ἔτι ἰστέον καὶ ὅτι καὶ ῥῆμά ἐστι σόω διὰτοῦ ˉο μικροῦ, οὗ τὸ προστακτικὸν

σούσθω παρὰ Σοφοκλεῖ ἐκ τοῦ σοέσθω 1.101 συναιρεθέν. ἐντεῦθεν δὲ καὶ τὸ ἀπέσσουα

∆ωρικόν, ὡς δηλοῖ τὸ «ἔρρει τὰκᾶλα, Μίνδαρος ἀπέσσουα» ἤγουν ἀφώρμησεν, ἀπῆλθε,

τέθνηκεν. ἀπὸ δὲ τοῦσόος [τούτου βοηθεῖται καὶ ὁ Τεχνικὸς εἰς τὴν παρ' αὐτῷ

ἐτυμολογίαν τοῦσολοικισμοῦ, εἰπὼν σολοικισμὸν εἶναι σόου λόγου αἰκισμόν. ἐκ δὲ τοῦ

αὐτοῦσόος] κράσεως γενομένης τῶν δύο ˉο εἰς ˉω μέγα, ὡς ἐν τῷ προόρα πρώρα,

ἀποτελεῖται τὸ σῶς· οἷον «νῦν τοι σῶς αἰπὺς ὄλεθρος». ἢ καὶ ἀπὸ τοῦ σάος, ἐξ οὗ

τὸσαώτερος, γίνεται κατὰ κρᾶσιν σῶς, ᾧ προστεθέντος τοῦ ˉο μικροῦ ἐν τῇληγούσῃ

γράφεται παρὰ τοῖς ὕστερον τὸ σῶος μετὰ παραληγούσης μακρᾶς,οὐ μὴν καὶ παρὰ τῷ

ποιητῇ. [τὸ μέντοι σῶς εὕρηται παρ' αὐτῷ ἐν χρήσει. ὡςδὲ καὶ δύο ῥημάτων ὄντων, σώω

διὰ παραληγούσης μακρᾶς καὶ σόω διὰβραχείας, ἐκ τούτου μὲν ὁ παρ' Ὁμήρῳ σόος

γίνεται, ἐκεῖθεν δὲ ὁ παρὰ τοῖςὕστερον σῶος, καὶ ἀλλαχοῦ δηλωθήσεται.] (ῃ. 118) Ὅτι

στερούμενος τῆς Χρυσηΐδος ὁ Ἀγαμέμνων, ἣν εἰς γέρας εἶχε, γέρας αὐτίκα ζητεῖ αὐτῷ

ἑτοιμάσαι τοὺς Ἕλληνας, «ἵνα μὴ μόνος», φησίν, «ἀγέραστος ἔω» ἤγουν ὦ καὶ ὑπάρχω,

περὶ οὗ προείρηται. «ἐπεὶ οὐδὲ ἔοικε», φησίν, ἀγέραστον δηλαδὴ εἶναι τὸνἐν πᾶσιν, ὡς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

64

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!