18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τῆς 1.98 Χρυσηΐδος ἔπαινον. ὥσπερ δὲ μέλω μελήσω μεμέληκα καὶ μέσος παρακείμενος

μέμηλα, καὶ ὤλεκα ὦλα, τεθάληκα τέθηλα, οὕτω βεβούληκα βέβουλα.τοιοῦτόν τι καὶ τὸ

λέληκα. «δαιμονίη, τί λέληκας»; καὶ τὸ δεδούπηκα, δέδουπα,κατὰ Ἡρωδιανόν–

»δεδουπότος Οἰδιπόδαο»–καὶ ἕτερα οὐκ ὀλίγα, ἐν οἷς καὶτὸ ἐκτύπηκα, ἔκτυπα. εἰσὶ γὰρ

καὶ περισπώμενοι τοιοῦτοι μέσοι παρακείμενοι, ὡς πολλαχοῦ φανεῖται· οἳ καὶ αὐτοὶ

κατὰ τὰ προρρηθέντα μιᾷ συλλαβῇἐνδέουσι τοῦ ἐνεργητικοῦ, ὅπερ ἐν τοῖς

βαρυνομένοις οὐκ ἔστι ῥήμασιν. ἐνἐκείνοις γὰρ ἰσοσυλλαβεῖ καθόλου ὁ μέσος τῷ

ἐνεργητικῷ. (ῃ. 114) [Κουριδίηδὲ ἄλοχος, ἥν τις κόρην ἔτι οὖσαν ἠγάγετο, οὐ μὴν ἢ

ἑτέρῳ προσυζευχθεῖσανεἰς γάμον ἢ καὶ ἄλλως γραῦν. Τὸ δέ «οὐ ἕθεν» ἤγουν οὐκ αὐτῆς

«ἐστὶ χερείων»τὰ τῶν ἀντιγράφων ἀκριβέστερα «οὔ ἑθεν» προπαροξυτόνως ἔχουσιν,

ὡς τῆςἕθεν ἀντωνυμίας ἐγκλινάσης τὴν οἰκείαν ὀξεῖαν τῇ ὄπισθεν συλλαβῇ.] (ῃ. 115)Ἐν

δὲ τῷ «οὐ δέμας οὐδὲ φυὴν οὔτε φρένας οὔτε τι ἔργα» ἐπαινεῖται ὁ ποιητὴςὡς ἑνὶ στίχῳ

πᾶσαν γυναικὸς ἀρετὴν ἐμπεριλαβών, τὴν τοῦ σώματος εὐσυνθεσίαν, τὸ εὐφυές, τὸ

συνετόν, τὸ ἐργατικόν. εὐφυὲς δέ φαμεν τὸ δεξιὸν τοῦἤθους καὶ ἐπαγωγόν, οὗ

στερόμενον τὸ κάλλος «δέλεάρ ἐστι» κατὰ τοὺςπαλαιούς «ἄτερ ἀγκίστρου νηχόμενον».

Θεόκριτος δὲ παραξέσας τοῦ Ὁμηρικοῦτούτου ἔπους φησί που τὸ «οὔτε φυὴς ἐπιδευέες

οὔτε νόοιο». Ἰστέον δὲ ὅτισημειοῦνται οἱ παλαιοὶ τὸ δέμας τὸν μὲν ποιητὴν ἐπὶ

ἐμψύχου ἀεὶ τιθέναισώματος ὡς συνδεδεμένου τῇ ψυχῇ καὶ δι' αὐτῆς συνεστῶτος, τὸ δέ

γεσῶμα ἐπὶ ἀψύχου τουτέστιν ἐστερημένου ψυχῆς διὰ τὸ σῆμα καί, ὡς ἄν τιςεἴποι,

μνῆμα γενέσθαι τοῦ ζῶντός ποτε. τοὺς δὲ μετὰ τὸν ποιητήν, ἐν οἷς καὶ ὁ Εὐριπίδης,

ἀδιαφόρως χρᾶσθαι τῇ λέξει φασί. δεῖ δὲ εἰδέναι, ὅτι καὶ αὐτὸς ὁποιητὴς τὸ δέμας ἐπὶ

ἀψύχου ποτὲ τίθησιν, ὡς ἐν τῷ «δέμας πυρός». καὶ τὸσῶμα δὲ ἐν τῇ γάμμα ῥαψῳδίᾳ, ὡς

λεχθήσεται, δοκεῖ ἐπὶ ἐμψύχου τεθῆναι. [ἐκδὲ τῆς ῥηθείσης φυῆς καὶ «πρόσωπον

εὐφυές» παρὰ τῇ τραγῳδίᾳ. ἡ δὲ ἐν τοῖςἑξῆς «εὐφυὴς πτελέα» γλυκέως ὡς ἐν

κυριολεξίᾳ εἴρηται. ἑτέρως δέ γε οἱ μεθ'Ὅμηρον εὐφυΐαν φασὶ τὴν εἰς μάθησιν

δεξιότητα· Ὁμηρικῆς δὲ βουλῆς καὶ τὸ «μηροὶ εὐφυεῖς».] Φρένας δὲ νῦν οὐ μέρος

σώματος εἶπεν, ὡς πρὸ ὀλίγου, 1.99 ἀλλὰ τὴν φρόνησιν. (ῃ. 116) Ὅτι ἐν τῷ «ἀλλὰ καὶ

ὧς ἐθέλω δόμεναι πάλιν»,περισπᾶται παρὰ τοῖς παλαιοῖς τὸ «ὧς». φέρεται γὰρ ἐν τοῖς

Ἡροδώρου καὶἈπίωνος, ὅτι τὸ ὧς, ὅτε δηλοῖ τὸ ὅμως, περισπᾶται. ὅρα δὲ τὸ τοῦ

βασιλέωςσεμνόν. εἰ γὰρ καὶ ὁ Κάλχας δεῖν ἔφη ἀποδοῦναι τῷ πατρὶ τὴν κόρην, ἀλλ'

ὁβασιλεὺς δώσειν αὐτήν φησιν, ἑκουσίως δηλαδή, οὐ μὴν ἀποδώσειν,

δηλονότιἀκουσίως. οὕτω γὰρ πρὸ ὀλίγου ἐρρέθη διαφέρειν τὸ διδόναι καὶ

ἀποδιδόναι.καὶ ∆ημοσθένης οὖν λέγει που περὶ Φιλίππου, ὡς εἰ μὲν ἀποδίδωσι τὸν

δεῖνατόπον, ὡς ἡμέτερον ληψόμεθα· εἰ δὲ δίδωσι, ὡς χαριζόμενος ἑκουσίως οἰκεῖόντι,

οὐ ληψόμεθα. καὶ δίδωσι μὲν ὁ τοιοῦτος λόγος ἀφορμὰς παιγνίων τοῖςκωμικοῖς· ὅμως

δὲ τοιαύτην ἔχουσιν αἱ λέξεις αὗται διαφοράν. Τὸ δὲ πάλιν ἀντὶτοῦ ἔμπαλιν καὶ ὀπίσω

καὶ ἐξ ἀρχῆς νοεῖται ἐκφανέστατα. οὐ γὰρ λέγει ὁβασιλεὺς ἐκ δευτέρου δώσειν τὴν

Χρυσηΐδα, ἀλλὰ πάντως εἰς τὰ ὀπίσωπέμψειν τῷ πατρί. (ῃ. 117) Ὅτι τὸ «βούλομ' ἐγὼ

λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι» οὐ σεμνῶς, ἀλλ', ὡς οἱ παλαιοί φασιν, εὐήθως ἤγουν

ἁπλοϊκῶς καὶἀφελῶς εἶπεν ὁ Ἀγαμέμνων. ὃ καὶ Πρίαμος ἂν εἴποι ὁ τοῖς Ἕλλησιν

ἔχθιστος. κἀκεῖνος γὰρ διὰ τὸ φύσει καλὸν ἕλοιτ' ἂν σόον εἶναι τὸν Ἕλληνα στρατόν,εἰ

μόνον ἀπόσχοιντο τοῦ πολιορκεῖν. οὐκ ἔχει οὖν ὑψηλόν τι καὶ σεμνὸν ὁ λόγος,ἀλλὰ καὶ

τοῦτο, καθὰ καὶ ἄλλα τινὰ πρὸ τούτου, ἠθικῶς ὁ βασιλεὺς καὶ οὕτωςἁπλῶς ἐπελθὸν

αὐτῷ εἴρηκεν ὡς ἐν ἀγωνίᾳ καὶ θυμομαχίᾳ. τινὲς δὲ οὕτω θεραπεύουσι τὸ νόημα·

βούλομαι σόον εἶναι τὸν λαόν· ἤ, εἰ μὴ τοῦτο γένηται,ἀπολέσθαι ἂν βουλοίμην αὐτός.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

63

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!