18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μαντεύεσθαι». καὶ ἔστι τὸ φίλα Ἀττικῶς ἀντὶ ἑνικοῦ τοῦφίλον, ὡς καὶ παρὰ Σοφοκλεῖ

«οὕτως ἀμυντέα ἐστὶ τοῖς κοσμουμένοις» ἀντὶτοῦ ἀμυντέον· καὶ [«σχέτλια γὰρ ἐμέ γε

τάδε πάσχειν» ἀντὶ τοῦ σχέτλιόν ἐστι]καὶ παρ' Ἡροδότῳ «νομιζόμενα» ἀντὶ τοῦ

νομιζόμενον· καὶ παρὰ τῷ Κωμικῷ»συνεκποτέα ἐστί σοι καὶ τὴν τρύγα». ἢ καὶ ἄλλως

«ἀεί σοι τὰ κακὰ φίλαἐστίν», οὐχ' ὥστε καὶ ποιεῖν αὐτά–[οὐδὲ γὰρ δύνασαι,] –ἀλλ' ὥστε

μαντεύεσθαι. ὅτι δὲ τὸ κακοσσόμενός τινές φασιν ἀντὶ τοῦ κακῶς καὶ ἀγρίως

περιβλεψάμενος, προερρέθη. νοῆσαι γὰρ τὸ κακοσσόμενος ἀντὶ τοῦ κακολογήσας

οὐκἀρέσκονται οἱ παλαιοὶ λέγοντες μηδέποτε τὴν ὄσσαν ἐπὶ κακῆς ἀλλ' ἐπὶ θείαςτινὸς

φήμης λέγεσθαι. διὸ καὶ ἐπὶ μαντείας ἔστιν ὅτε τίθεται. [Ὅτι δὲ τὸκακοσσόμενος καὶ ἐν

δυσὶ λέξεσιν εὑρίσκεται κάκ' ὀσσόμενος, ἐν ἀντιγράφοιςδηλοῦται παλαιοῖς. δῆλον δὲ ὡς

καὶ ἀναπόλησιν φαντασιώδη σημαίνει ἔστιν ὅτετὸ ὀσσόμενος, οἷον «ὀσσόμενος πατέρ'

ἐσθλόν».] (ῃ. 106) Σημείωσαι δὲ καὶὅτι ἐν τῷ πλεοναχῶς, ὡς εἴρηται, τὴν αὐτὴν ἔννοιαν

φράσαι ταὐτολογεῖ ὁποιητὴς ἐπίτηδες πλεονάκις τὸ αὐτὸ στρέψας νόημα ἐν τῷ «μάντι

κακῶν» καὶ»οὔ ποτέ μοι τὸ κρήγυον ἔειπας» καὶ «αἰεὶ τὰ κακὰ μαντεύῃ» καὶ «ἐσθλὸν

οὔτετί πω εἶπας». καὶ μιμεῖται τὸ τῶν ὀργιζομένων ἐν κατηγορίᾳ δυσκατάπαυστον,οἳ τὰ

αὐτὰ πολλάκις ἀναπολοῦσιν ὡς μή πω κατ' ἀξίαν εἰπόντες. μάντιν δὲκακῶν τὸν

Κάλχαντα οὐκ ἀμαρτύρως λέγει, ὡς οἱ παλαιοὶ ἐπισημαίνονται, ἀλλὰδιότι καὶ τὸ

ἔσεσθαι δεκαετῆ τὸν πόλεμον αὐτὸς ἐν τῇ Αὐλίδι ἐμαντεύσατο καὶτὴν τῆς ᾀδομένης δὲ

ἀπνοίας τῶν ἀνέμων αἰτίαν αὐτὸς ἐξεῦρεν, ὅτε ἦσανοἱ Ἕλληνες ἐκεῖ, καὶ τὴν ἐκεῖθεν δὲ

εὔπλοιαν αὐτὸς ἐξιάσατο τῇ σφαγῇ τῆςἸφιγενείας τῆς θυγατρὸς τοῦ βασιλέως. ταῦτα δέ,

εἰ καὶ κακὰ ἦσαν τῷἈγαμέμνονι, ἀλλὰ γοῦν ἀληθῆ καὶ ἄριστον μάντιν παριστῶσι τὸν

Κάλχαντα.ὅρα γοῦν οἷον ἡ ὀργὴ ἐφ' ὕβρει προφέρουσα τὰ ἐφ' οἷς ἄν τις

ἐγκωμιάζοιτο,καθάπερ καὶ εἴ τις ἰατρὸν ψέγει νόσους προλέγοντα καὶ τὰς ἐκείνων

θεραπείαςἐπάγοντα. ἦν δὲ ἂν ψεκτέος ὁ Κάλχας, ἐὰν κακὰ προέλεγε μὴ ἀποβαίνοντα.

νῦνδὲ οὐ διότι ἔλεγε, διὰ τοῦτο ἀπέβαινον τὰ κακά, ἀλλὰ διότι ἀποβήσεσθαι ἔμελλον,

διὰ τοῦτο προὔλεγεν. (ῃ. 108) Ἰστέον δὲ καὶ ὅτι τοῦ ἀγαθοῦ ἀνδρὸς ἐν δυσὶτούτοις

χαρακτηριζομένου, τῷ ἀγαθὰ λέγειν καὶ τῷ ἀγαθὰ τελεῖν, ἀμφοτέρωντούτων ὁ

βασιλεὺς στερίσκει τὸν Κάλχαντα, τῇ γλώσσῃ διὰ θυμὸν χαριζόμενος,εἰπών, ὅτι ἐσθλὸν

οὔτε τί πω εἶπας ἔπος οὔτε ἐτέλεσσας. λείπει δὲ κατὰ ἐοικυῖανἔννοιαν τὸ ἔργον, ἵνα

λέγῃ ὅτι οὔτε ἔπος εἶπας οὔτε ἔργον ἐτέλεσας. [Ὅρα δὲ 1.96 τὸ «οὔτε τί πω εἶπας ἔπος»

Ἀττικῶς ῥηθέν. ὡς γὰρ ἔλεξας λόγον καὶ ὕπνωσαςὕπνον καὶ ἄλλα τοιαῦτα μυρία, οὕτω

καὶ εἶπας ἔπος. τὸ δέ «οὔτέ τι πω»,καθὰ καὶ μετ' ὀλίγα τὸ «οὐδέ τι πω», βαρύνοντα τὸν

ˉπˉω παραπληρωματικὸνσύνδεσμον διὰ συνέπειαν πάντως ἀφυπνίζει τὴν αὐτοῦ

κοιμωμένην ὀξυτόνησινἐν τῷ «οὐ πώ ποτέ μοι», ὃ ταὐτόν ἐστι τῷ «οὔπω ποτέ», ὡς καὶ

ἀλλαχοῦφανεῖται. οὕτω δὲ καὶ ἐν τῷ «θεός που σοι τό γ' ἔδωκεν», εἰ τονωθείη τό

που,ὀξύνοιτο ἂν εὐλόγως.] τὸ δέ «ἐτέλεσσας» ἀφορμή ἐστι τῆς τῶν ἀποτελεσματικῶν

κλήσεως. ὅτι δὲ ἀγαθὰ νῦν ὁ Κάλχας λαλεῖ, δῆλον αὐτόθεν· ἀλλὰ καὶ ὅτιἀγαθὸς ἦν

ἀποτελεῖν, δῆλον καὶ αὐτό, εἴγε ταῖς ναυσὶν εἰς τὴν Τροίαν αὐτὸςκαθηγήσατο.

σημείωσαι δὲ καὶ ὅτι οὐ μάτην ὁ Κάλχας ἐδεδίει τὸν βασιλέα.ἰδοὺ γὰρ πολὺς αὐτῷ

ἐπίκειται μαντευσαμένῳ τὸ ἀληθές. οὕτως ἀφόρητονἐξουσία ἐγκοπτομένη τῆς

ἐπιθυμίας. εἰ δὲ πρὸς Κάλχαντα τοιοῦτος ὁ βασιλεύς,οἷος ἔσται τῷ Ἀχιλλεῖ τῷ καὶ

κινήσαντι τὸν Κάλχαντα καί τι καὶ ὑβρίσαντι,ὡς προείρηται; καὶ ὅρα τὴν ἐν τοῖς

πλάσμασιν Ὁμηρικὴν πιθανότητα. μεγάλαγὰρ λυπηθεὶς ἐπὶ τῷ Ἀχιλλεῖ ὁ βασιλεὺς μέγα

τι καὶ ἀντιδράσει, ὡς εἰκός,κακὸν καὶ στερηθεὶς τῆς ἑαυτοῦ Χρυσηΐδος εἰκότως τὴν

ἐκείνου ἀφαιρήσεταιθυμομαχῶν. (ῃ. 106) Τὸ δέ «κρήγυον», εἰ μὲν ἀντὶ ἐσθλοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

61

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!