18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐρεῖ δέ που καὶ περὶ συὸς τὸ αὐτὸ ἐν τῷ»πῦρ ὀφθαλμοῖς δεδορκώς». τὸ δὲ πίμπλαντο τὸ

πολὺ δηλοῖ τοῦ θυμοῦ. οὐ γὰρἁπλῶς ἔχει μένος, ἀλλὰ πίμπλαται μένεος ἐκ μεταφορᾶς

τῶν ὑδροδόχωνἀγγείων, ἃ πίμπλαται ὑγροῦ. [Ἰστέον δὲ ὅτι τε τὸ «μέγα» ἐν τοῖς

ῥηθεῖσινἐπιρρηματικῶς κεῖται, ὁποῖα πολλὰ καὶ ἄλλα εἰσί, καὶ ὅτι πρὸς πιθανότητα

κεῖται τοῦ λάμπεσθαι πυρὶ ὀφθαλμούς. οὐ γὰρ ἁπλῶς αὐτοὶ πρὸς λαμπηδόναπυρὸς

χρῴζονται, ἀλλ' ὅτε τινὶ μέγας ὁ θυμός. τοῦ δέ «πίμπλαντο» τὸ θέμαπλῆμι ἐκ τοῦ πλῶ

καὶ ἀναδιπλασιασμῷ καὶ πλεονασμῷ τοῦ νῦ δι' ὄγκονφωνῆς πίμπλημι. οὕτω δὲ καὶ

πρῶ, πιπρῶ, πίμπρημι τὸ καίω.] (ῃ. 104) Ὅτιτὸ ὄσσε δυϊκόν–δηλοῖ δὲ τοὺς ὀφθαλμούς–

γίνεται μὲν ἀπὸ τοῦ ὄσσω τὸβλέπω, ἐξ οὗ καὶ τὸ «κακοσσόμενος» ἀντὶ τοῦ κακῶς

περιβλεπόμενος. κλίνεταιδὲ κατὰ μέν τινας ἀπὸ τοῦ ὄσσος οὐδετέρου ὀνόματος, ὡς

βέλος, οὗ δοτικὴἑνικὴ εὕρηται ἐν χρήσει τῷ ὄσσει ὡς τῷ βέλει, καὶ ἀκολούθως εὐθεῖα

δυϊκῶνὄσσεε καὶ κατὰ ἀποκοπὴν ἢ συγκοπὴν ὄσσε. ἕτεροι δέ φασιν οὕτως· ἀπὸ

τοῦὄσσος ἀρσενικοῦ, ὡς πλόος, εὐθεῖα δυϊκῶν ὄσσω, ὡς πλόω, καὶ κατὰ μετα1.94

πλασμὸν ὄσσε, ἤγουν κατὰ μεταποίησιν τοῦ ˉω τελικοῦ τῆς εὐθείας τῶν δυϊκῶνεἰς τὸ

ˉε, ὅπερ καὶ αὐτὸ τελικόν ἐστι τῆς τῶν δυϊκῶν εὐθείας. ἔστι γὰρ μεταπλασμὸς μετάθεσις

καὶ μετασχηματισμὸς λήξεως λέξεως εἰς ἕτερον συγγενὲςτελικόν, ὡς εὐθὺς δειχθήσεται.

γίνεται δὲ ὁ τοιοῦτος μεταπλασμὸς καὶ ἐνὀνόμασιν, οἷον τῇ ὑσμίνῃ καὶ τῇ ∆ωδώνῃ,

κοινῶς μὲν διὰ τοῦ ˉη τὸ τελικόν, ποιητικῶς δὲ διὰ τοῦ ˉι κατὰ μετάπλασιν. τὸ δὲ

ὅμοιον καὶ ἐπὶ τοῦ ἀλκῇ· τὸ γάρ»λέων ἀλκὶ πεποιθώς» διὰ τοῦ ἰῶτα γραφὲν

μεταπέπλασται. καινότερον δὲτούτων τὸ «τῇ κλαδί» παρ' Αἰλιανῷ ἐν τῷ Περὶ ζῴων

ἰδιότητος. εὑρεθήσονταιδὲ καὶ ἄλλοι ἐν τοῖς ἑξῆς πολλοὶ μεταπλασμοὶ ἐν ὀνόμασι.

γίνεται δὲ τὸ τοιοῦτονπάθος καὶ ἐν ῥήμασιν, οἷον τὸ περιπατοίην ἐκ τοῦ περιπατοῖμι

μετεπλάσθηἀπὸ τελικοῦ δηλαδὴ εἰς τελικόν, ὡς καὶ ἀπὸ τοῦ γνοῖμι τὸ γνοίην καὶ ἀπὸ

τοῦδοῖμι τὸ δοίην καὶ ἀπὸ τοῦ εἴδοιμι τὸ εἰδείην [καὶ τὸ καινότερον ἐκ τοῦἐκπεφεύγοιμι

τὸ ἐκπεφευγοίην παρὰ Σοφοκλεῖ.] τελικὸν γὰρ ἐν εὐκτικοῖς καὶτὸ ˉμˉι, οἷον τύπτοιμι,

καὶ τὸ ˉηˉν, οἷον τυφθείην, ὅμοιον δέ τι ἔπαθε καὶ τὸ κλῦετουτέστιν ἄκουε. καὶ αὐτὸ

γὰρ μεταπλασθὲν εἰς ἕτερον προστακτικὸν τελικὸνκλῦθι γέγονεν, ὡς ἀρέσκει τοῖς

παλαιοῖς. ὁμοίῳ δέ τινι τρόπῳ καὶ τὸ ἄνωγε,ἀντὶ τοῦ κέλευε, ἄνωχθι γέγονεν. εὕρηται

δὲ πάθος ὅμοιον καὶ ἐν ἐπιρρήμασιν,ὡς ὅτε τὸ διχῆ δίχα φαμὲν καὶ τριχῆ τρίχα καὶ τὰ

ἑξῆς καὶ τὸ σαφῆ σάφα. καὶἐν τούτοις γὰρ τελικῶν γέγονεν ἐναλλαγή. τελικὰ γὰρ

ἐπιρρημάτων ὥσπερ τὸˉη, οὕτω καὶ τὸ ˉα, οἷον ἅμα, κάρτα ἀντὶ τοῦ λίαν, μάλα, εἶτα,

σφόδρα, ὑπόδραἀντὶ τοῦ ὑποβλεπτικῶς, ἄντα ἀντὶ τοῦ ἐξ ἐναντίας. περὶ δὲ τοῦ ὄσσε

δεδήλωταιἄλλως καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. (ῃ. 106) Ὅτι εἰ καὶ τῶν μάντεων ἐν

ἐλπίδι κακῶν χρῄζομεν, ἀλλ' ὅμως ἐν τῷ «ὦ μάντι κακῶν», ἵνα μή τις τοιοῦτόντι

νοήσῃ–τοῦτο γὰρ ἔπαινος μάντεως–ἐπάγει ἐφερμηνεύων «οὐ πώ ποτέ μοιτὸ κρήγυον

ἔειπες», ὅ ἐστι τὸ ἀγαθόν, ὡς ὁ Πορφύριος λέγει, ἵνα μάντιν κακῶννοήσωμεν ἐνταῦθα

οὐ τὸν ἐν κακοῖς χρήσιμον, ἀλλὰ τὸν δύσφημον καὶ κακὰμαντευόμενον καί, καθά τις

ἔφη, κακόμαντιν, ὅπερ ἀνωτέρω ἀσαφέστερονἐδήλωσεν ἐν τῷ [καθά τινες γράφειν

ἐθέλουσι,] «κακοσσόμενος» ἤγουν ἀποκαλέσας κακὸν κατὰ τὴν ὄσσαν ἤτοι κατὰ τὴν

μαντείαν. Ἐπεὶ δὲ ἀσαφὴς ἦν καὶἔτι ὁ λόγος, ἐπάγει σαφέστερον, (ῃ. 107 ς.) ὅτι «αἰεί

τοι» ἤγουν σοι «τὰκακά ἐστι φίλα φρεσὶ μαντεύεσθαι, ἐσθλὸν δὲ οὔτε τί πω εἶπας ἔπος

οὐδ'ἐτέλεσας». ὁ δὲ λόγος οὗτος οἰκεῖός ἐστι λέγεσθαι πρὸς πάντα τὸν ἀεὶ τὰ 1.95

δυσχερῆ τισιν ἀπαγγέλλοντα. Καὶ σημείωσαι ὅπως ἐνταῦθα πλεοναχῶς τὸαὐτὸ εἶπεν ὁ

ποιητής, πρῶτα μὲν κακοσσόμενος εἰπὼν ἀσαφῶς, ὡς ἀνωτέρωεἴρηται, εἶτα

σαφέστερον «μάντιν κακῶν» καὶ ἔτι ἐπὶ πλέον σαφῶς «ἀεί σοιφίλα ἐστὶ τὰ κακὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

60

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!