18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀνθρωπίνηςἐναρμονίου φωνῆς. ὅθεν καὶ τὸ μὲν προκατάρχον τμῆμα ἄλφα ὠνόμασαν,

τὸ δὲμετ' αὐτὸ βῆτα καὶ γάμμα τὸ ἐφεξῆς καὶ τὰ ἐχόμενα ὁμοίως κατὰ εὔτακτον

λόγονἕως τοῦ μεγάλου ˉω, τιμῶντες οὕτω τὴν Ὁμηρικὴν ποίησιν τῷ πρεσβείῳ

τῶνστοιχειωδῶν γραμμάτων καὶ μηδὲ πράγματα ἔχοντες τῇ εὑρεσιλογίᾳ

τῶνἐπιγραφῶν καὶ φιλοσόφων δὲ ἔργον ποιοῦντες, οἳ πολλαχοῦ τὰ οἰκεῖα

συγγράμματα οὕτως ἐπιγράφουσι σεμνότερον. διὸ καὶ τὰ εἰκοσιτέσσαρα τμήματατῆς

Ὁμηρικῆς ποιήσεως, τῆς τε κατὰ τὴν Ἰλιάδα καὶ τῆς ἐν τῇ Ὀδυσσείᾳ,οὐ μόνον ἄλφα καὶ

βῆτα καὶ γάμμα ὀνομάζονται καὶ τὰ ἑξῆς, ἀλλὰ καὶ γράμματα καλοῦνται, καθὰ καὶ τὰ

ῥηθέντα στοιχεῖα τῆς φωνῆς, οὐ μὴν δράματα,ὡς τὰ παρὰ τοῖς τραγικοῖς· αὐτὰ γὰρ ἀπὸ

τοῦ μιμηλῶς ἐν θεάτροις δρᾶσθαιδράματα λέγονται, οὐ μὴν γράμματα. εἰ δὲ καὶ τὴν

Ὁμηρικὴν ποίησιν οἱὕστερον ὑπεκρίνοντο δραματικώτερον, τὴν μὲν Ὀδύσσειαν ἐν

ἁλουργοῖςἐσθήμασι, τὴν δὲ Ἰλιάδα ἐν ἐρυθροβαφέσιν, ἐκεῖνο μὲν κατὰ τοὺς

παλαιοὺςδιὰ τὴν ἐν θαλάσσῃ πλάνην τοῦ Ὀδυσσέως, τοῦτο δὲ διὰ τοὺς ἐν Τροίᾳ

φόνουςκαὶ τὰ ἐντεῦθεν αἵματα, ἀλλὰ τοῦτο μὲν σύμβαμα καὶ καινότερον ἐπινόημα

τῶνἐσύστερον. ὁ δὲ ποιητὴς εἰ καὶ δραματικῶς ἔγραψεν, ἀλλ' οὐκ

ἐδραματούργησεσκηνικῶς. διὸ οὐδὲ δράματα τὰ τῆς ἐκείνου ποιήσεως τμήματα. οὐ

μόνον δὲγράμματα τὰ τοιαῦτα, ἀλλὰ καὶ ῥαψῳδίαι καλοῦνται διὰ τὸ κατὰ συνθήκην

τεχνικὴν ῥάπτεσθαι οἷον τὴν ᾠδήν. καὶ φέρεται εἰς τὴν τοιαύτην ἔννοιαν Ἡσιόδου 1.10

χρῆσις αὕτη ἐν μέτρῳ ἡρῴῳ·Ἐν ∆ήλῳ τότε πρῶτον ἐγὼ καὶ Ὅμηρος ἀοιδοὶ μέλπομεν,

ἐν νεαροῖς ὕμνοις ῥάψαντες ἀοιδήν. Ὅτι δὲ καὶ παρὰ τὴν ῥάβδον ἡ ῥαψῳδία εἴρηται,

οἱονεὶ ῥαβδῳδία τις οὖσα,φασὶ καὶ τοῦτο οἱ παλαιοί, ἀκολουθοῦντες Καλλιμάχῳ εἰπόντι

«τὸν ἐπὶ ῥάβδῳμῦθον ὑφαινόμενον». δαφνίνη δὲ ἦν ἡ ῥάβδος, ἣν κατέχοντες ἐποιοῦντο

τὰςτοιαύτας ᾠδάς. καὶ τὴν αἰτίαν οἱ τῆς γραμματικῆς ἐξηγηταὶ λέγουσι. καὶοὕτω μὲν τὰ

Ὁμηρικὰ εἰκοσιτέσσαρα γράμματα καὶ ῥαψῳδίαι ἐλέγοντο,μερικαί τινες οὖσαι

περιπέτειαι, ὥς φασιν οἱ παλαιοί, καὶ μικραὶ ὑποθέσεις.αἱ δὲ αὐταὶ ῥαψῳδίαι καὶ

ποιήματα ἐκαλοῦντο ὡς μέρη. ποίησις μὲν γὰρ ἡ ὅληβίβλος· ποίημα δὲ τόδε τὸ γράμμα

ἤγουν ἥδε ἡ ῥαψῳδία, τὸ ἄλφα, τὸ βῆτακαὶ τὰ λοιπά. οἱ δὲ πλείους τῶν παλαιῶν τήν τε

ὅλην Ὁμηρικὴν ποίησινῥαψῳδίαν λέγουσι καὶ ῥαψῳδοὺς τοὺς αὐτὴν ᾄδοντας· ἔτι δὲ

καὶ ῥαβδῳδοὺςδιὰ τὴν ἄνω ῥηθεῖσαν δαφνίνην ῥάβδον· διὰ δὲ τὴν αὐτὴν καὶ

στιχῳδούς· στίχοιγάρ, φασίν, ὑπό τινων αἱ ῥάβδοι ἐλέγοντο. ἀλλὰ καὶ ἀρνῳδούς, ἐπειδὴ

οἱἀγωνιζόμενοι ἐν ᾠδῇ Ὁμηρικῇ καὶ νικῶντες ἄρνα ἐλάμβανον ἔπαθλον. Πινδάρῳδὲ

ἀρέσκει οὐκ ἀπὸ ῥάβδου ἀλλ' ἐκ τοῦ ῥάπτειν τοὺς ῥαψῳδοὺς λέγεσθαι. περιφράζων γὰρ

τοὺς ῥαψῳδούς «ῥαπτῶν ἐπέων ἀοιδούς» αὐτοὺς λέγει. ῥάπτειν δὲἢ ἁπλῶς, ὡς εἴρηται,

τὸ συντιθέναι ἢ τὸ κατὰ εἱρμόν τινα ῥαφῇ ὁμοίως εἰς ἓνἄγειν τὰ διεστῶτα. σποράδην

γάρ, φασί, κειμένης καὶ κατὰ μέρος διῃρημένηςτῆς Ὁμηρικῆς ποιήσεως, οἱ ᾄδοντες

αὐτὴν συνέρραπτον οἷον τὰ εἰς ἓν ὕφοςἀδόμενα. ἢ καὶ ἄλλως, διότι κατὰ μέρος, φασί,

τῆς ποιήσεως διαδεδομένης τὴνσύμπασαν ποίησιν ἐπιόντες οἱ ᾄδοντες καὶ τὰ ἐξ

ἑκατέρας Ὁμηρικῆς βίβλουσυρράπτοντες, ὡς ἐβούλοντο, ῥαψῳδοὶ ἐντεῦθεν

προσηγορεύθησαν. τῆς δὲτοιαύτης ῥάψεως παράδειγμα σαφὲς καὶ οἱ κέντρωνες,

τουτέστι τὰ λεγόμεναὉμηρόκεντρα. κέντρωνές τε γὰρ κυρίως λέγονται τὰ ἐκ διαφόρων

χροιῶνσυνερραμμένα εἰς ἕν, οἷς ὡμοίωνταί πως τὰ Ὁμηρόκεντρα. καὶ ῥαψῳδία δὲ ἡἐξ

ἑκατέρων τῶν Ὁμηρικῶν ποιήσεων συρραφεῖσα ᾠδὴ ἀναλόγως τῷ ὑποκειμένῳ

πράγματι, γάμῳ τυχὸν ἢ ἑορτῇ. Τοῦ δὲ ἀπαγγέλλειν τὴν Ὁμήρουποίησιν σκεδασθεῖσαν

ἀρχὴν ἐποιήσατο Κύναιθος ὁ Χῖος. ἐλυμήναντο δέ, φασίν, 1.11 αὐτῇ πάμπολλα οἱ περὶ

τὸν Κύναιθον καὶ πολλὰ τῶν ἐπῶν αὐτοὶ ποιήσαντεςπαρενέβαλον. διὸ καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

6

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!