18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καθὰ δηλοῖκαὶ τὸ «τὰ μὲν ἦγον, τὰ δὲ ἔφερον», ὡς δοκεῖν ἄγεσθαι μὲν τὰ

αὐτοκίνητα,φέρεσθαι δὲ τὰ βασταζόμενα, ὅμως ἔστιν ὅτε ἀδιαφοροῦσιν, ὡς ἀντὶ

ἀλλήλωνλαμβάνεσθαι καὶ ἐπὶ ἑτέρων δέ τινων σημαινομένων τίθεσθαι, ὡς πολλαχοῦ

1.92 φανήσεται, [καὶ μάλιστα παρὰ τοῖς ὕστερον, οἳ καὶ τὸ προσφέρειν καὶ τὸπροσάγειν

ἀδιαφορεῖν οἴδασιν.] (ῃ. 102) Ὅτι οἱ μὲν ἄλλοι τῶν ἐν τῇ Τροίᾳἡγεμόνων βασιλεῖς

λέγονται καὶ κρείοντες, Ἀγαμέμνων δὲ καὶ εὐρυκρείων[συνθέτως ἢ εὐρὺ κρείων ἐν

παραθέσει, περὶ οὗ κανών τις ἐν τοῖς ἑξῆς ῥηθήσεται.προϋπάρχει δὲ τούτων ὁ κρέων, οὗ

θηλυκὸν ἡ κρέουσα. κατὰ δὲ τὸ εὐρυκρείωνσύγκειται καὶ ἁλικρείων ὁ τῆς ἁλὸς ἄρχων.

ἔστι δὲ εὐρυκρείων] ὁ εὐρὺ βασιλεύωνκαὶ ὡς εἰπεῖν μέγας βασιλεὺς ἢ βασιλεὺς

βασιλέων, εἴτε φύσει τοῦτο εἶχεν εἴτεὡς αἱρετὸς ἁπάντων ἦν τῶν συμμάχων βασιλεύς,

ἵνα μὴ τῇ πολυαρχίᾳ διασπᾶταιτὸ συμμαχικόν· ὅτι δὲ τοῖς Ἀχαιοῖς ἐξ αἱρέσεως ἦν

βασιλεὺς ὁ Ἀγαμέμνων,Εὐριπίδης ἐν Ἰφιγενείᾳ δηλοῖ σαφέστατα. (ῃ. 103) Ὅτι πολλῶν

ῥημάτων τὸθέμα λήγει τὸ πρῶτον εἰς ˉω· εἶτα προσλαμβάνει τὸ νῦ ὄπισθεν τοῦ ˉω·

μεθὸγίνεται διὰ τοῦ ˉυˉω παραγωγή· ἔπειτα μεταπίπτει αὐτὸ εἰς τετάρτην συζυγίαντῶν

εἰς ˉμˉι· οἷον ἄχω τὸ λυποῦμαι καὶ προσλήψει τοῦ ˉν ἄχνω καὶ παραγώγωςἀχνύω καὶ

ἐξ αὐτοῦ τὸ ἄχνυμι. τοιοῦτον καὶ τὸ ἄγω τὸ κλῶ, ἄγνω, ἀγνύω,ἄγνυμι· θόρω τὸ πηδῶ,

θόρνω, θορνύω, θόρνυμι· ὄρω τὸ διεγείρω, ὄρνω, ὀρνύω,ὄρνυμι· σβέω, σβένω, σβεννύω,

σβέννυμι· ἕω τὸ ἐνδύομαι καὶ ἐξ αὐτοῦ ὁμοίωςἕννυμι καὶ ἀμφιέννυμι· κορέω καὶ

ὡσαύτως κορέννυμι· στορέω καὶ ὁμοίωςστορέννυμι· οἴγω, οἴγνυμι· ζεύγω, ζεύγνυμι καὶ

ἄλλα μυρία. ἡ τοιαύτη δὲἀκολουθία παράγει καὶ τὸ ῥωνύω καὶ ζωνύω ἐκ τοῦ ῥώω καὶ

ζώω καὶ τὸπτάρνυσθαι ἀπὸ τοῦ πταίρω καὶ τὸ ἄρνυσθαι ἤτοι ἁπλῶς λαμβάνειν ἀπὸ

τοῦαἴρω, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται, καὶ τὸ ὀμόργνυσθαι ὡς ἀπὸ τοῦ ὀμόργω καὶἀπὸ

σεσιγημένου τοῦ πήγω τὸ πήγνυσθαι καὶ φράγω φράγνυσθαι. οὕτω δὲ καὶτὸ ῥήγνυσθαι

καὶ δείκνυσθαι καὶ δαίνυσθαι καὶ διόμνυσθαι. (ῃ. 103) Ὅτιφρένες οὐ μόνον ἀσωμάτως

καὶ νοητῶς ἐπὶ λογισμοῦ, ἀλλὰ καὶ μέρος τι τῶνσπλάγχνων, ὃ καὶ διάφραγμα λέγεται.

ἔστι δὲ ὑμὴν ἀποχωρίζων τὸ ἧπαρ μετὰτοῦ σπληνὸς τοῦ τε πνεύμονος καὶ τῆς καρδίας·

ἢ καὶ ἄλλως κατὰ τοὺςπαλαιοὺς φρένες εἰσὶν αἱ διεζωκυῖαι τὸν ὑπὸ τῷ πνεύμονι καὶ τῇ

καρδίᾳ τόπον,ὃ καλεῖται καὶ διάφραγμα. συντελεῖ δὲ εἰς τὸ φρονεῖν, ὅθεν καὶ φρενήρης

ὁφρόνιμος. ἐν δὲ τῷ φλεγμαίνειν παραφροσύνας ποιεῖ. Ἀριστοτέλης δέ φησιν,ὅτι ὑπὸ

τὸν πλεύμονα τὸ διάζωμα τὸ τοῦ θώρακος αἱ καλούμεναι φρένες πρὸςτὰ πλευρὰ καὶ τὰ

ὑποχόνδρια καὶ τὴν ῥάχιν συνηρτημένον. ῥηθήσεται δὲ περὶαὐτῶν καὶ ἐν τοῖς ἑξῆς.

μελαίνας δὲ φρένας ἔφη ὁ ποιητὴς διὰ τὸ ἐντὸς αὐτὰς ἐν 1.93 βάθει κεῖσθαι καὶ μὴ

ὁρᾶσθαι· ἢ καὶ ἄλλως μελαίνας τὰς τοῦ θυμουμένου καὶμὴ ἔχοντος ἡμέρως, ἀλλ' οἷον

σκοτεινοῦ καὶ νυκτὶ ἐοικότος, ὅπερ ἐπὶ θυμουμένου Ἀπόλλωνος εἶπεν ὁ ποιητὴς καὶ ἐπὶ

Ἕκτορος δὲ ὁμοίως ἐρεῖ. ἕτεροι δὲ τολμηρότερον ἐξηγούμενοί φασιν, ὅτι, ἐπεὶ τοὺς

ὀφθαλμοὺς τοῦ θυμουμένουπυρὶ λαμπετόωντι ἐοικέναι λέγει, διὰ τοῦτο καὶ τὰς φρένας

τοῦ τοιούτου μελαίνας φησὶ λέγων· «μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντο»,

ἵνα εἶενἀμφιμέλαιναι φρένες αἱ δίκην καπνοῦ τῷ θυμῷ μελαινόμεναι, ὡς οἷα

καπνοῦτούτου συνόντος τῷ κατὰ τὴν τραγῳδίαν «ἀνηφαίστῳ πυρί» τοῦ θυμοῦ. (ῃ. 104)

Πυρὶ δὲ λάμποντι τοὺς ὀφθαλμοὺς εἰκάζει τοῦ θυμουμένου διὰ τὸ ὑπέρυθρον καὶὡσανεὶ

πυρωπὸν καὶ πυροειδές, ὃ γίνεται διὰ λεπτοῦ αἵματος ἀνάδοσιν ἐν τῇ τοῦθυμοῦ ζέσει,

οὗ αἵματος ἀναδιδομένου διὰ λεπτῶν φλεβίων φλογωπὸς τρόποντινὰ ὁ θυμούμενος

διαδείκνυται. Ἰστέον δὲ ὅτι νῦν μὲν οὐκ εἶπε καιομένῳ πυρὶτοὺς τοιούτους ἐοικέναι

ὀφθαλμούς, ἀλλὰ μόνον λάμποντι διὰ χρόας ἔμφασιν·ἀλλαχοῦ δὲ τοὺς Ἕκτορος

ὀφθαλμοὺς πυρί φησι δαίεσθαι ἤγουν καίεσθαι διὰτὸ μάχιμον ἢ βαρβαρικὸν τοῦ θυμοῦ.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

59

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!