Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἀρητὴρ ἔπαθεν ἐκ τῶν ἀρνῶνγενόμενος ἀπελεύσει τοῦ νῦ. (ῃ. 97) Ὅτι τὸ «οὐδ' ὅ γε λοιμοῖο χεῖρας ἀφέξει»διχῶς νοεῖται· ἢ γὰρ ὅτι οὐκ ἂν ὁ Φοῖβος τοῦ καθ' ἡμῶν λοιμοῦ τὰς ἑαυτοῦχεῖρας ἀπόσχῃ ἢ ὅτι οὐκ ἂν τὰς τοῦ ἀποτροπαίου θεοῦ Λοιμοῦ χεῖρας ἀποκωλύσῃἡμῶν. γίνεται δὲ ὁ λοιμὸς ἐκ τοῦ λέλειμμαι, δι' οὗ δηλαδὴ λείπουσι τὰ ζῶντα.ἐκεῖθεν δὲ καὶ ὁ διὰ τοῦ ἰῶτα λιμός, ὡς ἀλλαχοῦ φανεῖται.] Ὅτι ὁπηνίκα τὸ πρὶνδὶς ἐν λόγῳ ποιητικῷ παραλαμβάνεται, τὸ μὲν ἓν νοεῖται ἀντὶ τοῦ πρότερον καὶοὐδὲ ἔχει ὡρισμένην τὴν σύνταξιν, τὸ δὲ ἕτερον μετὰ ἀπαρεμφάτου ῥήματοςσυντάσσεται ταὐτὸν ὂν τῷ πρὸ τοῦ γενέσθαι τόδε τι· οἷον «οὐ πρὶν Ἀπόλλωνλοιμοῦ χεῖρας ἀφέξει πρὶν ἀποδοῦναι» ἤγουν πρὸ τοῦ ἀποδοῦναι τῷ Χρύσῃτὴν παῖδα· καὶ «ἄνυσις οὐκ ἔσεται, πρὶν Ἄργοσδε ἰέναι πρὶν γνῶναι τὴν ∆ιὸςβουλήν». καὶ «μή τις πρὶν οἶκόνδε ἐπειγέσθω πρὶν πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι». (ῃ. 98 ς.) Ἰστέον δὲ ὅτι δοῦναι μὲν ἐπὶ ἁπλῶς ἑκουσίου δόσεως, ὅθενκαὶ τὸ δῶρον, ἀποδοῦναι δὲ ἐπὶ τῶν χρεωστικῶς διδομένων, ὡς καὶ ὁ ∆ημοσθένης οἶδε, καθὰ εἰρήσεται. καὶ οὕτως ἀποδόμεναι ὁ βασιλεὺς λέγεται τὴνἑλικώπιδα κόρην, οὐχ' ἑκὼν δηλαδή, ἀπριάτην, ἀνάποινον. ἐπιδιδόναι δέἐστι τὸ ἐπέκεινα τῶν προϋπαρχόντων δοῦναί τι. τὸ δὲ ἀπριάτην, ἀνάποινον,ἐπιρρήματά φασιν οἱ παλαιοὶ ἀντὶ τοῦ ἀπριάδην καὶ ἀναποίνως ἤγουν δίχα τοῦπρίασθαι καὶ δίχα ἀποίνων. Τὸ δὲ ἀποδόμεναι δηλοῖ μὲν τὸ ἀποδοῦναι καὶγίνεται ἐπενθέσει τῆς ˉμˉε συλλαβῆς. πῶς δὲ διασκευάζεται, ῥηθήσεται ἐν τοῖςἑξῆς. Ὅτι ἑλίκωπες μὲν Ἀχαιοὶ οἱ τὰς κώπας ἑλίσσοντες ἤγουν ναυτικοί· ἤ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, οἱ πρὸς τὴν Ἑλίκην, τὸ ἄστρον, τὴν καὶ μεγάληνἄρκτον λεγομένην, τοὺς ὦπας ἔχοντες καὶ ἀφορῶντες καὶ πρὸς ἐκείνην πλέοντες·ἢ οἱ ἀξιοθέατοι καὶ ἑλίσσοντες τοὺς ὦπας τῶν βλεπόντων εἰς ἑαυτούς. κούρηδὲ ἑλικῶπις καὶ διὰ τοῦτο μὲν τὸ ὕστερον ἡ ἀξιοθέατος δηλαδὴ καὶ τοὺς ἐραστὰς 1.91 ἐφελκομένη· οὐ μὴν δὲ ἀλλὰ καὶ ἡ αἰδήμων καί, ὥς φασιν οἱ παλαιοί, ἡ οὐκἀτενὴς τὴν θέαν ἀλλὰ εἰς ἑαυτὴν ἑλίσσουσα· ἢ καὶ ἡ μελανόφθαλμος καὶ οὕτωςεὐπρεπὴς διὰ τὸ ἑλικούς, ὅ ἐστι μέλανας, ἔχειν τοὺς ὦπας. ἡ δὲ τοιαύτη καὶἑλικοβλέφαρος λέγεται. ὅτι δὲ τὸ μέλαν ἑλικὸν λέγεται, δηλοῖ καὶ ὁ εἰπὼντὸν Αἴσηπον ποταμόν «ἑλικώτατον ὕδωρ». Ἰστέον δὲ ὅτι τε κόρην τὴν Χρυσηΐδαλέγει οὐχ' ὡς παρθένον–ψευδὲς γὰρ νῦν τοῦτο–ἀλλ' ὡς ἁπλῶς νεάνιδα.τοῦτο δὲ καὶ ἐν τοῖς ἑξῆς εὑρεθήσεται παρὰ τῷ ποιητῇ. καὶ ὅτι Λιταῖς ἀπειθήσαςὁ βασιλεύς, αἳ δίχα τῶν ἄλλων σεμνῶν καὶ δώροις ἐδεξιοῦντο αὐτόν, ὕστερονοὐ μόνον ἀπριάτην ἀποδώσει τὴν ζητηθεῖσαν, ὡς εἴρηται, ἀλλὰ καὶ ἑκατόμβηνπροσεπιθήσει· ἐν δὲ τοῖς ἑξῆς καὶ Ἄτη ἐπελεύσεται αὐτῷ, ὡς μὴ αἰδεσαμένῳτὰς τοῦ ∆ιὸς θυγατέρας Λιτάς. τοιαύτη γὰρ ἡ τῶν Λιτῶν φύσις, ὡς ἐν τῇ ἰῶταῥαψῳδίᾳ ῥηθήσεται. καὶ Ἀχιλλεὺς δὲ τὰς τοῦ βασιλέως μετὰ ταῦτα λιτὰςπαρωσάμενος βλαβήσεται. (ῃ. 99) Ἐνταῦθα δὲ τοῦ ἄγειν ἐπὶ ἐμψύχων ῥηθέντοςἐν τῷ «ἄγειν θ' ἱερὴν ἑκατόμβην» ἰστέον ὅτι διαφορά ἐστι τοῦ ἄγειν καὶ τοῦφέρειν, ὡς φανερὸν ἔσται καὶ ὅπου λέγει τις παρὰ τῷ ποιητῇ μηδὲν ἔχειν ἐν Τροίᾳ, ὅπερ ἂν ἄγοιεν ἢ φέροιεν οἱ ἐχθροί, τοῦτο δὲ δηλοῦται καὶ ἐν τῷ»ἄγομαι, φέρομαι, τὰ χρήματ' ἐνεχυράζομαι». καί φασί τινες τὸ μὲν ἄγειν ἐπὶἐμψύχων λέγεσθαι καὶ τὸ ἄγεσθαι, τὸ δὲ φέρεσθαι καὶ φέρειν ἐπὶ ἀψύχων·ὅθεν καὶ φορεῖον καὶ φοράδην ἐπίρρημα καὶ φέρτρον ἡ νεκροφόρος κλίνη καὶφορεῖν σκῆπτρον ἤτοι φέρειν, ὃ καὶ φοραίνειν ὁ ποιητὴς λέγεσθαι οἶδεν, ὡς ἐκτοῦ φορῆναι φαίνεται. ἕτεροι δὲ ὁρῶντες τοῦτο πολλαχοῦ ἀληθῶς διαφωνοῦνφασιν, ὅτι ἄγειν λέγεται τὸ ἐπὶ νηὸς ἢ ἅρματος. οἳ τί ἂν εἴποιεν πρὸς τὸ «βοῦνἀγέτην κεράων» καὶ πρὸς τὰ ὅμοια; κάλλιον οὖν λέγουσιν οἱ πρῶτοι πλὴν ἐκ τοῦπλεονάζοντος καὶ αὐτοί. εἰ γὰρ καὶ φανερῶς διαφέρει τὰ ῥηθέντα, Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 58

καθὰ δηλοῖκαὶ τὸ «τὰ μὲν ἦγον, τὰ δὲ ἔφερον», ὡς δοκεῖν ἄγεσθαι μὲν τὰ αὐτοκίνητα,φέρεσθαι δὲ τὰ βασταζόμενα, ὅμως ἔστιν ὅτε ἀδιαφοροῦσιν, ὡς ἀντὶ ἀλλήλωνλαμβάνεσθαι καὶ ἐπὶ ἑτέρων δέ τινων σημαινομένων τίθεσθαι, ὡς πολλαχοῦ 1.92 φανήσεται, [καὶ μάλιστα παρὰ τοῖς ὕστερον, οἳ καὶ τὸ προσφέρειν καὶ τὸπροσάγειν ἀδιαφορεῖν οἴδασιν.] (ῃ. 102) Ὅτι οἱ μὲν ἄλλοι τῶν ἐν τῇ Τροίᾳἡγεμόνων βασιλεῖς λέγονται καὶ κρείοντες, Ἀγαμέμνων δὲ καὶ εὐρυκρείων[συνθέτως ἢ εὐρὺ κρείων ἐν παραθέσει, περὶ οὗ κανών τις ἐν τοῖς ἑξῆς ῥηθήσεται.προϋπάρχει δὲ τούτων ὁ κρέων, οὗ θηλυκὸν ἡ κρέουσα. κατὰ δὲ τὸ εὐρυκρείωνσύγκειται καὶ ἁλικρείων ὁ τῆς ἁλὸς ἄρχων. ἔστι δὲ εὐρυκρείων] ὁ εὐρὺ βασιλεύωνκαὶ ὡς εἰπεῖν μέγας βασιλεὺς ἢ βασιλεὺς βασιλέων, εἴτε φύσει τοῦτο εἶχεν εἴτεὡς αἱρετὸς ἁπάντων ἦν τῶν συμμάχων βασιλεύς, ἵνα μὴ τῇ πολυαρχίᾳ διασπᾶταιτὸ συμμαχικόν· ὅτι δὲ τοῖς Ἀχαιοῖς ἐξ αἱρέσεως ἦν βασιλεὺς ὁ Ἀγαμέμνων,Εὐριπίδης ἐν Ἰφιγενείᾳ δηλοῖ σαφέστατα. (ῃ. 103) Ὅτι πολλῶν ῥημάτων τὸθέμα λήγει τὸ πρῶτον εἰς ˉω· εἶτα προσλαμβάνει τὸ νῦ ὄπισθεν τοῦ ˉω· μεθὸγίνεται διὰ τοῦ ˉυˉω παραγωγή· ἔπειτα μεταπίπτει αὐτὸ εἰς τετάρτην συζυγίαντῶν εἰς ˉμˉι· οἷον ἄχω τὸ λυποῦμαι καὶ προσλήψει τοῦ ˉν ἄχνω καὶ παραγώγωςἀχνύω καὶ ἐξ αὐτοῦ τὸ ἄχνυμι. τοιοῦτον καὶ τὸ ἄγω τὸ κλῶ, ἄγνω, ἀγνύω,ἄγνυμι· θόρω τὸ πηδῶ, θόρνω, θορνύω, θόρνυμι· ὄρω τὸ διεγείρω, ὄρνω, ὀρνύω,ὄρνυμι· σβέω, σβένω, σβεννύω, σβέννυμι· ἕω τὸ ἐνδύομαι καὶ ἐξ αὐτοῦ ὁμοίωςἕννυμι καὶ ἀμφιέννυμι· κορέω καὶ ὡσαύτως κορέννυμι· στορέω καὶ ὁμοίωςστορέννυμι· οἴγω, οἴγνυμι· ζεύγω, ζεύγνυμι καὶ ἄλλα μυρία. ἡ τοιαύτη δὲἀκολουθία παράγει καὶ τὸ ῥωνύω καὶ ζωνύω ἐκ τοῦ ῥώω καὶ ζώω καὶ τὸπτάρνυσθαι ἀπὸ τοῦ πταίρω καὶ τὸ ἄρνυσθαι ἤτοι ἁπλῶς λαμβάνειν ἀπὸ τοῦαἴρω, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται, καὶ τὸ ὀμόργνυσθαι ὡς ἀπὸ τοῦ ὀμόργω καὶἀπὸ σεσιγημένου τοῦ πήγω τὸ πήγνυσθαι καὶ φράγω φράγνυσθαι. οὕτω δὲ καὶτὸ ῥήγνυσθαι καὶ δείκνυσθαι καὶ δαίνυσθαι καὶ διόμνυσθαι. (ῃ. 103) Ὅτιφρένες οὐ μόνον ἀσωμάτως καὶ νοητῶς ἐπὶ λογισμοῦ, ἀλλὰ καὶ μέρος τι τῶνσπλάγχνων, ὃ καὶ διάφραγμα λέγεται. ἔστι δὲ ὑμὴν ἀποχωρίζων τὸ ἧπαρ μετὰτοῦ σπληνὸς τοῦ τε πνεύμονος καὶ τῆς καρδίας· ἢ καὶ ἄλλως κατὰ τοὺςπαλαιοὺς φρένες εἰσὶν αἱ διεζωκυῖαι τὸν ὑπὸ τῷ πνεύμονι καὶ τῇ καρδίᾳ τόπον,ὃ καλεῖται καὶ διάφραγμα. συντελεῖ δὲ εἰς τὸ φρονεῖν, ὅθεν καὶ φρενήρης ὁφρόνιμος. ἐν δὲ τῷ φλεγμαίνειν παραφροσύνας ποιεῖ. Ἀριστοτέλης δέ φησιν,ὅτι ὑπὸ τὸν πλεύμονα τὸ διάζωμα τὸ τοῦ θώρακος αἱ καλούμεναι φρένες πρὸςτὰ πλευρὰ καὶ τὰ ὑποχόνδρια καὶ τὴν ῥάχιν συνηρτημένον. ῥηθήσεται δὲ περὶαὐτῶν καὶ ἐν τοῖς ἑξῆς. μελαίνας δὲ φρένας ἔφη ὁ ποιητὴς διὰ τὸ ἐντὸς αὐτὰς ἐν 1.93 βάθει κεῖσθαι καὶ μὴ ὁρᾶσθαι· ἢ καὶ ἄλλως μελαίνας τὰς τοῦ θυμουμένου καὶμὴ ἔχοντος ἡμέρως, ἀλλ' οἷον σκοτεινοῦ καὶ νυκτὶ ἐοικότος, ὅπερ ἐπὶ θυμουμένου Ἀπόλλωνος εἶπεν ὁ ποιητὴς καὶ ἐπὶ Ἕκτορος δὲ ὁμοίως ἐρεῖ. ἕτεροι δὲ τολμηρότερον ἐξηγούμενοί φασιν, ὅτι, ἐπεὶ τοὺς ὀφθαλμοὺς τοῦ θυμουμένουπυρὶ λαμπετόωντι ἐοικέναι λέγει, διὰ τοῦτο καὶ τὰς φρένας τοῦ τοιούτου μελαίνας φησὶ λέγων· «μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντο», ἵνα εἶενἀμφιμέλαιναι φρένες αἱ δίκην καπνοῦ τῷ θυμῷ μελαινόμεναι, ὡς οἷα καπνοῦτούτου συνόντος τῷ κατὰ τὴν τραγῳδίαν «ἀνηφαίστῳ πυρί» τοῦ θυμοῦ. (ῃ. 104) Πυρὶ δὲ λάμποντι τοὺς ὀφθαλμοὺς εἰκάζει τοῦ θυμουμένου διὰ τὸ ὑπέρυθρον καὶὡσανεὶ πυρωπὸν καὶ πυροειδές, ὃ γίνεται διὰ λεπτοῦ αἵματος ἀνάδοσιν ἐν τῇ τοῦθυμοῦ ζέσει, οὗ αἵματος ἀναδιδομένου διὰ λεπτῶν φλεβίων φλογωπὸς τρόποντινὰ ὁ θυμούμενος διαδείκνυται. Ἰστέον δὲ ὅτι νῦν μὲν οὐκ εἶπε καιομένῳ πυρὶτοὺς τοιούτους ἐοικέναι ὀφθαλμούς, ἀλλὰ μόνον λάμποντι διὰ χρόας ἔμφασιν·ἀλλαχοῦ δὲ τοὺς Ἕκτορος ὀφθαλμοὺς πυρί φησι δαίεσθαι ἤγουν καίεσθαι διὰτὸ μάχιμον ἢ βαρβαρικὸν τοῦ θυμοῦ. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 59

ἀρητὴρ ἔπαθεν ἐκ τῶν ἀρνῶνγενόμενος ἀπελεύσει τοῦ νῦ. (ῃ. 97) Ὅτι τὸ «οὐδ' ὅ γε

λοιμοῖο χεῖρας ἀφέξει»διχῶς νοεῖται· ἢ γὰρ ὅτι οὐκ ἂν ὁ Φοῖβος τοῦ καθ' ἡμῶν λοιμοῦ

τὰς ἑαυτοῦχεῖρας ἀπόσχῃ ἢ ὅτι οὐκ ἂν τὰς τοῦ ἀποτροπαίου θεοῦ Λοιμοῦ χεῖρας

ἀποκωλύσῃἡμῶν. γίνεται δὲ ὁ λοιμὸς ἐκ τοῦ λέλειμμαι, δι' οὗ δηλαδὴ λείπουσι τὰ

ζῶντα.ἐκεῖθεν δὲ καὶ ὁ διὰ τοῦ ἰῶτα λιμός, ὡς ἀλλαχοῦ φανεῖται.] Ὅτι ὁπηνίκα τὸ

πρὶνδὶς ἐν λόγῳ ποιητικῷ παραλαμβάνεται, τὸ μὲν ἓν νοεῖται ἀντὶ τοῦ πρότερον

καὶοὐδὲ ἔχει ὡρισμένην τὴν σύνταξιν, τὸ δὲ ἕτερον μετὰ ἀπαρεμφάτου

ῥήματοςσυντάσσεται ταὐτὸν ὂν τῷ πρὸ τοῦ γενέσθαι τόδε τι· οἷον «οὐ πρὶν

Ἀπόλλωνλοιμοῦ χεῖρας ἀφέξει πρὶν ἀποδοῦναι» ἤγουν πρὸ τοῦ ἀποδοῦναι τῷ

Χρύσῃτὴν παῖδα· καὶ «ἄνυσις οὐκ ἔσεται, πρὶν Ἄργοσδε ἰέναι πρὶν γνῶναι τὴν

∆ιὸςβουλήν». καὶ «μή τις πρὶν οἶκόνδε ἐπειγέσθω πρὶν πὰρ Τρώων ἀλόχῳ

κατακοιμηθῆναι». (ῃ. 98 ς.) Ἰστέον δὲ ὅτι δοῦναι μὲν ἐπὶ ἁπλῶς ἑκουσίου δόσεως,

ὅθενκαὶ τὸ δῶρον, ἀποδοῦναι δὲ ἐπὶ τῶν χρεωστικῶς διδομένων, ὡς καὶ ὁ ∆ημοσθένης

οἶδε, καθὰ εἰρήσεται. καὶ οὕτως ἀποδόμεναι ὁ βασιλεὺς λέγεται τὴνἑλικώπιδα κόρην,

οὐχ' ἑκὼν δηλαδή, ἀπριάτην, ἀνάποινον. ἐπιδιδόναι δέἐστι τὸ ἐπέκεινα τῶν

προϋπαρχόντων δοῦναί τι. τὸ δὲ ἀπριάτην, ἀνάποινον,ἐπιρρήματά φασιν οἱ παλαιοὶ

ἀντὶ τοῦ ἀπριάδην καὶ ἀναποίνως ἤγουν δίχα τοῦπρίασθαι καὶ δίχα ἀποίνων. Τὸ δὲ

ἀποδόμεναι δηλοῖ μὲν τὸ ἀποδοῦναι καὶγίνεται ἐπενθέσει τῆς ˉμˉε συλλαβῆς. πῶς δὲ

διασκευάζεται, ῥηθήσεται ἐν τοῖςἑξῆς. Ὅτι ἑλίκωπες μὲν Ἀχαιοὶ οἱ τὰς κώπας

ἑλίσσοντες ἤγουν ναυτικοί· ἤ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, οἱ πρὸς τὴν Ἑλίκην, τὸ

ἄστρον, τὴν καὶ μεγάληνἄρκτον λεγομένην, τοὺς ὦπας ἔχοντες καὶ ἀφορῶντες καὶ πρὸς

ἐκείνην πλέοντες·ἢ οἱ ἀξιοθέατοι καὶ ἑλίσσοντες τοὺς ὦπας τῶν βλεπόντων εἰς

ἑαυτούς. κούρηδὲ ἑλικῶπις καὶ διὰ τοῦτο μὲν τὸ ὕστερον ἡ ἀξιοθέατος δηλαδὴ καὶ τοὺς

ἐραστὰς 1.91 ἐφελκομένη· οὐ μὴν δὲ ἀλλὰ καὶ ἡ αἰδήμων καί, ὥς φασιν οἱ παλαιοί, ἡ

οὐκἀτενὴς τὴν θέαν ἀλλὰ εἰς ἑαυτὴν ἑλίσσουσα· ἢ καὶ ἡ μελανόφθαλμος καὶ

οὕτωςεὐπρεπὴς διὰ τὸ ἑλικούς, ὅ ἐστι μέλανας, ἔχειν τοὺς ὦπας. ἡ δὲ τοιαύτη

καὶἑλικοβλέφαρος λέγεται. ὅτι δὲ τὸ μέλαν ἑλικὸν λέγεται, δηλοῖ καὶ ὁ εἰπὼντὸν

Αἴσηπον ποταμόν «ἑλικώτατον ὕδωρ». Ἰστέον δὲ ὅτι τε κόρην τὴν Χρυσηΐδαλέγει οὐχ'

ὡς παρθένον–ψευδὲς γὰρ νῦν τοῦτο–ἀλλ' ὡς ἁπλῶς νεάνιδα.τοῦτο δὲ καὶ ἐν τοῖς ἑξῆς

εὑρεθήσεται παρὰ τῷ ποιητῇ. καὶ ὅτι Λιταῖς ἀπειθήσαςὁ βασιλεύς, αἳ δίχα τῶν ἄλλων

σεμνῶν καὶ δώροις ἐδεξιοῦντο αὐτόν, ὕστερονοὐ μόνον ἀπριάτην ἀποδώσει τὴν

ζητηθεῖσαν, ὡς εἴρηται, ἀλλὰ καὶ ἑκατόμβηνπροσεπιθήσει· ἐν δὲ τοῖς ἑξῆς καὶ Ἄτη

ἐπελεύσεται αὐτῷ, ὡς μὴ αἰδεσαμένῳτὰς τοῦ ∆ιὸς θυγατέρας Λιτάς. τοιαύτη γὰρ ἡ τῶν

Λιτῶν φύσις, ὡς ἐν τῇ ἰῶταῥαψῳδίᾳ ῥηθήσεται. καὶ Ἀχιλλεὺς δὲ τὰς τοῦ βασιλέως μετὰ

ταῦτα λιτὰςπαρωσάμενος βλαβήσεται. (ῃ. 99) Ἐνταῦθα δὲ τοῦ ἄγειν ἐπὶ ἐμψύχων

ῥηθέντοςἐν τῷ «ἄγειν θ' ἱερὴν ἑκατόμβην» ἰστέον ὅτι διαφορά ἐστι τοῦ ἄγειν καὶ

τοῦφέρειν, ὡς φανερὸν ἔσται καὶ ὅπου λέγει τις παρὰ τῷ ποιητῇ μηδὲν ἔχειν ἐν Τροίᾳ,

ὅπερ ἂν ἄγοιεν ἢ φέροιεν οἱ ἐχθροί, τοῦτο δὲ δηλοῦται καὶ ἐν τῷ»ἄγομαι, φέρομαι, τὰ

χρήματ' ἐνεχυράζομαι». καί φασί τινες τὸ μὲν ἄγειν ἐπὶἐμψύχων λέγεσθαι καὶ τὸ

ἄγεσθαι, τὸ δὲ φέρεσθαι καὶ φέρειν ἐπὶ ἀψύχων·ὅθεν καὶ φορεῖον καὶ φοράδην

ἐπίρρημα καὶ φέρτρον ἡ νεκροφόρος κλίνη καὶφορεῖν σκῆπτρον ἤτοι φέρειν, ὃ καὶ

φοραίνειν ὁ ποιητὴς λέγεσθαι οἶδεν, ὡς ἐκτοῦ φορῆναι φαίνεται. ἕτεροι δὲ ὁρῶντες

τοῦτο πολλαχοῦ ἀληθῶς διαφωνοῦνφασιν, ὅτι ἄγειν λέγεται τὸ ἐπὶ νηὸς ἢ ἅρματος. οἳ

τί ἂν εἴποιεν πρὸς τὸ «βοῦνἀγέτην κεράων» καὶ πρὸς τὰ ὅμοια; κάλλιον οὖν λέγουσιν οἱ

πρῶτοι πλὴν ἐκ τοῦπλεονάζοντος καὶ αὐτοί. εἰ γὰρ καὶ φανερῶς διαφέρει τὰ ῥηθέντα,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

58

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!