Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

μνησικακίας ἐστίν, ὥσπερ καὶ τὸ «ἄνδρ' ἀπαμύνασθαι, ὅτε τιςπρότερος χαλεπήνῃ». ὀρθῶς γὰρ ἔχει φάναι, ὅτι μνησικακῆσαί ἐστι τὸ χόλον 1.87 αὐτῆμαρ καταπέψαι, μετόπισθεν δὲ ἔχειν κότον, ὄφρα τελέσσει. τὸ δέ «καταπέψῃ» μετηνέχθη ἀπὸ τῶν σιτίων τῶν μετὰ βρῶσιν ἱκανῶς κατασχεθέντων ἔσωἄχρι καὶ πέψεως. οὕτω γὰρ καὶ ὁ κρυψίχολος πέττειν δοκεῖ τὸν θυμόν, ὃ δὴ κότοςἐστίν. ὁ δὲ μὴ κρύπτειν εἰδὼς τὸν θυμόν, ἐκεῖνος οὐ πέττει, ἀλλὰ τρόπον τινὰἐξεμεῖ. [Ὅτι δὲ τὸ πέσσειν καὶ ἀντὶ τοῦ θεραπεύειν κεῖταί ποτε, φανεῖται ἐντοῖς ἑξῆς.] οὐκ ἀπὸ τοῦ πέττω δὲ γίνεται τὸ πέψῃ, ἀλλὰ ἀπὸ τοῦ πέπτωσεσιγημένου ἐνεστῶτος. διφορεῖται γὰρ καὶ αὐτός, ὡς καὶ τὸ καλύπτω, ὅπερἔοικε καὶ καλύσσω εἶναι, ἀφ' οὗ ὁ κάλυξ γίνεται. οὕτω δὲ καὶ τὸ βλάπτωἑτεροίως διφορεῖται βλάβω λεγόμενον, ὡς ἀλλαχοῦ φανεῖται, [ἀπὸ τοῦ βέβλαφαπαρακειμένου ἀνηγμένου εἰς ἐνεστῶτα καὶ τρέψαντος τὸ ˉφ συνήθως εἰς ˉβ. ὃ γίνεται καὶ ἐπὶ τοῦ βλεμεαίνειν, ὅπερ ἐστὶν ἀναρρώνυσθαι καὶ προθυμεῖσθαι, ὡςἀπὸ φλεβός, φασίν. ὅθεν καὶ ἀβλεμὲς τὸ νωθρόν, ὡς οἷον ἀφλεβές τι ὄν, καθὰκαὶ βλεμεαίνειν τὸ ὡσανεὶ φλεβεαίνειν, περὶ οὗ καὶ ἀλλαχοῦ δηλωθήσεται.]Ὅτι δὲ τοῦ πέττειν προϋπάρχει τὸ πέπτειν καὶ ὅτι Αἰολικόν ἐστιν, Ἡρακλείδης δηλοῖ φάμενος οὕτω· «Αἰολεῖς τὰ εἰς ˉπˉτˉω λήγοντα βαρυτονοῦντες μετατιθέασινεἰς δύο ˉςˉσ, ὡς καὶ ἡ Ὀδύσσεια δηλοῖ· οἷον, πέπτω πέσσω, ὄπτω ὄσσω»ὀσσόμενος πατέρ' ἐσθλόν». Ἡρόδοτος δὲ τὸ χόλον καταπέψαι «χόλον πιέσαι»φησίν. Ἐν δὲ τῷ «οὐ μὰ γὰρ Ἀπόλλωνα ∆ιῒ φίλον» σκοπητέον, ὅτι καὶ τὴν ἄρχουσαν τοῦ Ἀπόλλωνος ἐκτείνει ὁ ποιητὴς καὶ τὴν λήγουσαν τῆς ∆ιῒ δοτικῆς,ὅπερ καὶ ἐν ἀμφοτέροις παρὰ τὴν κοινὴν ἀναλογίαν ἐστί. τὸ δὲ ˉμˉα ἐπίρρημάἐστιν ἀπωμοτικόν, περὶ οὗ ῥηθήσεται μετ' ὀλίγα ἐν τῷ «ναὶ μὰ τόδε σκῆπτρον». Τὸ δέ «οὐ μὰ γὰρ Ἀπόλλωνα οὔτις ἐμεῦ ζῶντος βαρείας σοι χεῖρας ἐποίσει» Ἀττικὸν σχῆμά ἐστι τῶν δύο ἀποφάσεων λαμβανομένων ἀντὶ μιᾶς. Βαρεῖαι δὲχεῖρες αἱ κακοποιοί, ὡς καὶ προϊὼν ἐρεῖ ὁ ποιητὴς ἐπὶ Ἀπόλλωνος. [Σημείωσαιδὲ ὅτι βαρείας χεῖρας ἔχειν οὐ ταὐτόν ἐστι τῷ χερσὶ βρίθειν ἀεί, ἀλλὰ ποτὲ μὲνπλουσιότητα δηλοῖ τὸ τοιοῦτον· δύναται δὲ ποτὲ καὶ Ὁμηρικῶς νοεῖσθαι, ὡςκαὶ ἐν τῷ «εἴ τινος πλέον ἢ χειρὶ βρίθεις» ἀντὶ τοῦ δυνατὸς εἶ. (ῃ. 77) Τὸ δὲπρόφρων ταὐτόν ἐστι τῷ ὑπέρφρων. αὐτὸ δὲ διχῶς· ὑπέρφρων γὰρ οὐ μόνον ὁὑπέρ τινος φρονῶν, ὡς ἐν τοῖς ῥηθεῖσι νοεῖται, ἀλλὰ καὶ ὁ περιφρονῶν τινα,καθὰ κεῖται ἀλλαχοῦ. (ῃ. 78) Τὸ δὲ ὀΐομαι ὅτι ἐκ τοῦ οἴομαι διαλέλυται καὶ ὅτι 1.88 καὶ ὀΐω λέγεται τὸ αὐτὸ ἐνεργητικῶς, ἐκδηλότατόν ἐστιν.] Ἐν δὲ τῷ χολωσέμενἰστέον, ὡς τὰ εἰς ˉεˉιˉν ἀπαρέμφατα εἰς ˉεˉν ποιοῦσιν οἱ ∆ωριεῖς ἀποβολῇ τοῦ ˉι,ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. ἀντὶ γὰρ τοῦ λέγειν καὶ γράφειν λέγεν φασὶ καὶγράφεν. ταῦτα δὲ προσλήψει τῆς ˉμˉε συλλαβῆς λεγέμεν γίνεται καὶ γραφέμεν.οὕτω γοῦν καὶ τὸ χολωσέμεν παράγεται χολώσειν χολώσεν χολωσέμεν.[Σημείωσαι δὲ ὅτι ἐν τοῖς ῥηθεῖσιν ὑπὸ τοῦ Κάλχαντος ἔπαινος βασιλέως ὑψηλοῦ τε καὶ ἀγαθοῦ δηλοῦται εἶναι τὸ πολλῶν τε κρατεῖν καὶ εὐπειθῶν, ὁποῖοικαὶ οἱ Ἀχαιοὶ τῷ Ἀγαμέμνονι ἐφάνησαν ἐν τοῖς κατὰ τὸν Χρύσην. ἔφη γοῦν ὁΚάλχας τὸν Ἀτρείδην πάντων μέγα κρατέειν ὡς εὐρυκρείοντα εἴτ' οὖν εὐρυμέδοντα καί οἱ τοὺς τοιούτους πείθεσθαι. Καὶ ὅρα τὸ μέγα, ὄνομα ὂν ἐπιρρηματικὸν ἢ καὶ ἄλλως εἰπεῖν ἐπίρρημα ὀνοματικόν, ὁποῖον καὶ τὸ «πρόφρωνἀρήξειν» καὶ πρὸ αὐτῶν τὸ «ὄχ' ἄριστος» ἤγουν ἐξόχως, ἐν ᾧ λείπει πρόθεσιςπάντως ἡ ˉἐˉξ καθὰ καὶ ἐν τῷ Ὄχη· ὄρος δὲ ἡ Ὄχη Καρύστιον ἐξέχον ἐν τοῖς ἐκεῖ.] (ῃ. 80) Ὅτι τὸ «κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται ἀνδρὶ χέρῃϊ»πρῶτόν ἐστιν ὧδε γνωμικὸν παρὰ τῷ ποιητῇ [καὶ κατὰ τὸν εἰπόντα ὑφεστηκυῖαγνώμη σοφὴ] ἤγουν γνωμάτευμα καθολικὸν περὶ βιωτικοῦ τινος πράγματοςδιδάσκον οἷός ποτε ὁ ἄρχων κατὰ ἐλάττονος θυμωθείς. λέγει δὲ ὅτι, ὅτε Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 56

βασιλεὺςἄνδρα ταπεινὸν κυρώσει ἀμύνασθαι, ἀήττητός ἐστι. καὶ γὰρ καὶ τὸ χώεσθαιπολλάκις ὀργὴν δηλοῖ ἔμπρακτον, ὡς τὸ «ὅτι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων». καὶ τὸ κρείσσων ἐπὶ νικῶντος καὶ ἐπικρατεστέρου τίθεται, ὡς τὸ «ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται» καὶ παρ' Εὐριπίδῃ «ἀνάγκαι κρείσσονες» αἱ ὑπερτεροῦσαι καὶ κραταιαὶ καὶ ὡς εἰπεῖν δυνατώταται· καὶ πάλιν»ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τοῦ ἀγαθοῦ» καὶ «ναυτικὴ ἀναρχία κρείσσωνπυρός». [ὁ δὲ τοιοῦτος κρείσσων, οὗ καὶ ῥῆμα τὸ κρεισσῶ παραδιδόασιν οἱπαλαιοί, λέγοιτ' ἂν μάλα καιρίως καὶ ἀρείων παρὰ τὸ Ἄρης κατὰ τὸ «τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων».] εἶτα τὸν τοιοῦτον λόγον πιστούμενος ἐπάγει»εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ» καὶ ἑξῆς, ὡς προγέγραπται.ὁ μὲν γὰρ χοώμενος ἀνδρὶ μὴ χερείονι ἁρπαγιμαῖον ἔχει τὸν καιρὸν τῆς ἀμύνης,ὃν τυχὸν μὲν εὑρηκὼς γενήσεται κρείττων τοῦ ἐχθροῦ, τυχὸν δὲ οὔ. ὁ δὲ τῷχείρονι χωόμενος ἀεὶ καιρὸν ἔχων ἀήττητός ἐστι. Τὸ δέ «χέρῃϊ» συγκοπὴν ἔχειἐκ τοῦ χερείων ὁ χείρων, χερείονος, χερείονι καὶ ἐν συγκοπῇ χέρειι καὶτροπῇ τοῦ ˉε τῆς ˉεˉι διφθόγγου εἰς ˉη χέρῃϊ, οὗ ἡ αἰτιατικὴ χέρῃα [καὶ πληθυντικὴ 1.89 εὐθεῖα οἱ χέρῃες.] Ἰστέον δὲ ὅτι εἰς τὸ νοηθῆναι τὴν ῥηθεῖσαν Ὁμηρικὴν γνώμην συντελεῖ καὶ τοῦ Σοφοκλέος τὸ «οὐκ ἐκπέλει φρονεῖν μέγα, ὃς δοῦλόςἐστι τῶν πέλας». καὶ Εὐριπίδης δὲ φανερῶς αὐτὴν παραφράζει ἐν τῷ «καί πωςὀλίγ' ἀρχόμενοι, πολλὰ κρατοῦντες χαλεπῶς ὀργὴν μεταβάλλουσιν» ἤγουνοἱ βασιλεῖς διὰ μικρὰν ἀρχὴν λύπης δυσκατάλλακτοί εἰσιν ὡς πολλὰ κρατοῦντεςἤτοι ὡς κρείσσονες. ταὐτὸν γὰρ ὁ πολλὰ κρατῶν καὶ ὁ κρείσσων, οἷςἐναντίον ὁ ἥσσων. ἑρμηνεύει δέ πως παραφραστικῶς τὴν αὐτὴν γνώμην καὶῥήτωρ ὁ ἐν ὀγδόῳ αὐτοῦ Λόγῳ οὕτως εἰπών· «πρὸς ταῦτα ῥητόρευε καὶ δίκαιακαὶ πρέποντα καὶ συμφέροντα, μάτην ὁριζόμενος, ὡς οὐδενὸς προσδεῖται ὁ κρατῶν τὸ βούλημα τὸ ἴδιον τούτων ἕκαστα ποιούμενος». μονονουχὶ γὰρ ὁ τοιοῦτοςῥήτωρ τὸν χωόμενον βασιλέα κρείσσω εἶναι λέγει, ὡς τὸ οἰκεῖον βούλημακρατύνοντα καὶ μηδενὸς ὑπακούοντα. (ῃ. 84) Ὅτι ἀμείβεσθαί ἐστιν οὐ μόνονἔργοις ἀλλὰ καὶ λόγοις. οὕτω γοῦν ὁ ποιητὴς τὸ ἀνταπολογεῖσθαι καὶ ὅλωςλαλεῖν τι πρὸς τὰ προλαληθέντα ἀμείβεσθαι λέγει. ἐντεῦθεν δὲ καὶ λόγοιἀμοιβαῖοι παρὰ τοῖς ποιηταῖς, ἐν οἷς τὰ πρόσωπα στιχηρῶς ἢ καὶ ἄλλωςσυντομώτερον πρὸς ἄλληλα φθέγγονται, ὅπερ καὶ ἀλληλογραφία λέγεται. Σημείωσαι δὲ ὅτι νῦν μὲν οὐ σαφῶς εἶπεν, ἀλλαχοῦ δὲ σαφηνίζει τὴν λέξιν ἐντῷ «ἀμείβετο φώνησέν τε» καὶ ἐν τῷ «Ἑλένη μύθοις ἀμείβετο». (ῃ. 85) Ὅτι θεοπρόπος ὁ μάντις ὁ θεοῖς πρέπων ἢ τὰ θεοῖς πρέποντα λέγων καὶ θεοπρόπιοντὸ αὐτοῦ λόγιον ἤτοι μάντευμα καὶ θεοπροπία ἡ μαντεία καὶ τὸ ῥῆμα θεοπροπέω,ὅθεν καὶ μετοχὴ τὸ «ἐν ∆αναοῖς θεοπροπέων ἀγορεύεις». ἦν δὲ καὶ τάγμα τιθεῖον ἐν ∆ελφοῖς, οἱ θεοπρόποι, οἳ καθ' Ἡρόδοτον ἐσιτοῦντο μετὰ τῶνβασιλέων τὰ δημόσια. [Συγκέκοπται δὲ τὸ πρέπειν ἐκ τοῦ περιέπειν, ἐπειδὴ τὰἐκπρεπῆ καὶ εὐπρεπῆ καὶ ἀριπρεπῆ καὶ ἀληθῶς πρέποντα καὶ ἐπιπρέπονταπεριέπομεν. (ῃ. 87) Ὅτι ἐν τῷ «∆αναοῖσι θεοπροπίας ἀναφαίνεις» οὐκ ἔστικαιριώτερον φάναι τοῦ «ἀναφαίνεις»· οἱ δὲ μεθ' Ὅμηρον ἐντεῦθεν ὁρμώμενοιεἶπον τὸ «ἀνεῖλεν ὁ Φοῖβος» καὶ ὅσα τοιαῦτα.] (ῃ. 92) Ὅτι αὐδᾶν λέγεται τὸἀνθρωπίνως λαλεῖν. αὐδὴ γὰρ οὐχ' ἁπλῶς ἡ τυχοῦσα φωνή, ἀλλ' ἡ ἀνθρωπίνη. 1.90 ὅθεν καὶ αὐδήεσσα ἡ χρωμένη φωνῇ ἀνθρωπίνῃ καὶ αὐδήεις ὁμοίως. γίνεται δὲπαρὰ τὸ αὔω τὸ φωνῶ καὶ τὸ δέω τὸ δεσμῶ αὐδὴ ἡ συνδεδεμένη καὶ ἐναρμόνιοςφωνή. (ῃ. 94) [Ὅτι ὁ ἀρητήρ, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, ἐκτείνει τὴνἄρχουσαν, οἷον «ἠτίμησ' ἀρητῆρα» καὶ «ἀλλ' ἕνεκ' ἀρητῆρος». καὶ ἴσως, ὥσπερἐκ τοῦ ἴσχω γενόμενος ὁ ἰχὼρ ἐνθέσει μακρᾶς τῆς τοῦ ἴσχω φύσει μακρὸναὐτὸς ἔσχε τὸ κατάρχον δίχρονον, οὕτω καὶ ὁ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 57

βασιλεὺςἄνδρα ταπεινὸν κυρώσει ἀμύνασθαι, ἀήττητός ἐστι. καὶ γὰρ καὶ τὸ

χώεσθαιπολλάκις ὀργὴν δηλοῖ ἔμπρακτον, ὡς τὸ «ὅτι τόσσον ἐχώσατο Φοῖβος

Ἀπόλλων». καὶ τὸ κρείσσων ἐπὶ νικῶντος καὶ ἐπικρατεστέρου τίθεται, ὡς τὸ

«ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται» καὶ παρ' Εὐριπίδῃ «ἀνάγκαι κρείσσονες»

αἱ ὑπερτεροῦσαι καὶ κραταιαὶ καὶ ὡς εἰπεῖν δυνατώταται· καὶ πάλιν»ἐπεὶ δὲ κρεῖσσον τὸ

κακόν ἐστι τοῦ ἀγαθοῦ» καὶ «ναυτικὴ ἀναρχία κρείσσωνπυρός». [ὁ δὲ τοιοῦτος

κρείσσων, οὗ καὶ ῥῆμα τὸ κρεισσῶ παραδιδόασιν οἱπαλαιοί, λέγοιτ' ἂν μάλα καιρίως καὶ

ἀρείων παρὰ τὸ Ἄρης κατὰ τὸ «τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων».] εἶτα τὸν

τοιοῦτον λόγον πιστούμενος ἐπάγει»εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ» καὶ

ἑξῆς, ὡς προγέγραπται.ὁ μὲν γὰρ χοώμενος ἀνδρὶ μὴ χερείονι ἁρπαγιμαῖον ἔχει τὸν

καιρὸν τῆς ἀμύνης,ὃν τυχὸν μὲν εὑρηκὼς γενήσεται κρείττων τοῦ ἐχθροῦ, τυχὸν δὲ οὔ.

ὁ δὲ τῷχείρονι χωόμενος ἀεὶ καιρὸν ἔχων ἀήττητός ἐστι. Τὸ δέ «χέρῃϊ» συγκοπὴν ἔχειἐκ

τοῦ χερείων ὁ χείρων, χερείονος, χερείονι καὶ ἐν συγκοπῇ χέρειι καὶτροπῇ τοῦ ˉε τῆς

ˉεˉι διφθόγγου εἰς ˉη χέρῃϊ, οὗ ἡ αἰτιατικὴ χέρῃα [καὶ πληθυντικὴ 1.89 εὐθεῖα οἱ

χέρῃες.] Ἰστέον δὲ ὅτι εἰς τὸ νοηθῆναι τὴν ῥηθεῖσαν Ὁμηρικὴν γνώμην συντελεῖ καὶ

τοῦ Σοφοκλέος τὸ «οὐκ ἐκπέλει φρονεῖν μέγα, ὃς δοῦλόςἐστι τῶν πέλας». καὶ Εὐριπίδης

δὲ φανερῶς αὐτὴν παραφράζει ἐν τῷ «καί πωςὀλίγ' ἀρχόμενοι, πολλὰ κρατοῦντες

χαλεπῶς ὀργὴν μεταβάλλουσιν» ἤγουνοἱ βασιλεῖς διὰ μικρὰν ἀρχὴν λύπης

δυσκατάλλακτοί εἰσιν ὡς πολλὰ κρατοῦντεςἤτοι ὡς κρείσσονες. ταὐτὸν γὰρ ὁ πολλὰ

κρατῶν καὶ ὁ κρείσσων, οἷςἐναντίον ὁ ἥσσων. ἑρμηνεύει δέ πως παραφραστικῶς τὴν

αὐτὴν γνώμην καὶῥήτωρ ὁ ἐν ὀγδόῳ αὐτοῦ Λόγῳ οὕτως εἰπών· «πρὸς ταῦτα ῥητόρευε

καὶ δίκαιακαὶ πρέποντα καὶ συμφέροντα, μάτην ὁριζόμενος, ὡς οὐδενὸς προσδεῖται ὁ

κρατῶν τὸ βούλημα τὸ ἴδιον τούτων ἕκαστα ποιούμενος». μονονουχὶ γὰρ ὁ

τοιοῦτοςῥήτωρ τὸν χωόμενον βασιλέα κρείσσω εἶναι λέγει, ὡς τὸ οἰκεῖον

βούλημακρατύνοντα καὶ μηδενὸς ὑπακούοντα. (ῃ. 84) Ὅτι ἀμείβεσθαί ἐστιν οὐ

μόνονἔργοις ἀλλὰ καὶ λόγοις. οὕτω γοῦν ὁ ποιητὴς τὸ ἀνταπολογεῖσθαι καὶ

ὅλωςλαλεῖν τι πρὸς τὰ προλαληθέντα ἀμείβεσθαι λέγει. ἐντεῦθεν δὲ καὶ λόγοιἀμοιβαῖοι

παρὰ τοῖς ποιηταῖς, ἐν οἷς τὰ πρόσωπα στιχηρῶς ἢ καὶ ἄλλωςσυντομώτερον πρὸς

ἄλληλα φθέγγονται, ὅπερ καὶ ἀλληλογραφία λέγεται. Σημείωσαι δὲ ὅτι νῦν μὲν οὐ

σαφῶς εἶπεν, ἀλλαχοῦ δὲ σαφηνίζει τὴν λέξιν ἐντῷ «ἀμείβετο φώνησέν τε» καὶ ἐν τῷ

«Ἑλένη μύθοις ἀμείβετο». (ῃ. 85) Ὅτι θεοπρόπος ὁ μάντις ὁ θεοῖς πρέπων ἢ τὰ θεοῖς

πρέποντα λέγων καὶ θεοπρόπιοντὸ αὐτοῦ λόγιον ἤτοι μάντευμα καὶ θεοπροπία ἡ

μαντεία καὶ τὸ ῥῆμα θεοπροπέω,ὅθεν καὶ μετοχὴ τὸ «ἐν ∆αναοῖς θεοπροπέων

ἀγορεύεις». ἦν δὲ καὶ τάγμα τιθεῖον ἐν ∆ελφοῖς, οἱ θεοπρόποι, οἳ καθ' Ἡρόδοτον

ἐσιτοῦντο μετὰ τῶνβασιλέων τὰ δημόσια. [Συγκέκοπται δὲ τὸ πρέπειν ἐκ τοῦ περιέπειν,

ἐπειδὴ τὰἐκπρεπῆ καὶ εὐπρεπῆ καὶ ἀριπρεπῆ καὶ ἀληθῶς πρέποντα καὶ

ἐπιπρέπονταπεριέπομεν. (ῃ. 87) Ὅτι ἐν τῷ «∆αναοῖσι θεοπροπίας ἀναφαίνεις» οὐκ

ἔστικαιριώτερον φάναι τοῦ «ἀναφαίνεις»· οἱ δὲ μεθ' Ὅμηρον ἐντεῦθεν ὁρμώμενοιεἶπον

τὸ «ἀνεῖλεν ὁ Φοῖβος» καὶ ὅσα τοιαῦτα.] (ῃ. 92) Ὅτι αὐδᾶν λέγεται τὸἀνθρωπίνως

λαλεῖν. αὐδὴ γὰρ οὐχ' ἁπλῶς ἡ τυχοῦσα φωνή, ἀλλ' ἡ ἀνθρωπίνη. 1.90 ὅθεν καὶ

αὐδήεσσα ἡ χρωμένη φωνῇ ἀνθρωπίνῃ καὶ αὐδήεις ὁμοίως. γίνεται δὲπαρὰ τὸ αὔω τὸ

φωνῶ καὶ τὸ δέω τὸ δεσμῶ αὐδὴ ἡ συνδεδεμένη καὶ ἐναρμόνιοςφωνή. (ῃ. 94) [Ὅτι ὁ

ἀρητήρ, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, ἐκτείνει τὴνἄρχουσαν, οἷον «ἠτίμησ' ἀρητῆρα»

καὶ «ἀλλ' ἕνεκ' ἀρητῆρος». καὶ ἴσως, ὥσπερἐκ τοῦ ἴσχω γενόμενος ὁ ἰχὼρ ἐνθέσει

μακρᾶς τῆς τοῦ ἴσχω φύσει μακρὸναὐτὸς ἔσχε τὸ κατάρχον δίχρονον, οὕτω καὶ ὁ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

57

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!