18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

μνησικακίας ἐστίν, ὥσπερ καὶ τὸ «ἄνδρ' ἀπαμύνασθαι, ὅτε τιςπρότερος χαλεπήνῃ».

ὀρθῶς γὰρ ἔχει φάναι, ὅτι μνησικακῆσαί ἐστι τὸ χόλον 1.87 αὐτῆμαρ καταπέψαι,

μετόπισθεν δὲ ἔχειν κότον, ὄφρα τελέσσει. τὸ δέ «καταπέψῃ» μετηνέχθη ἀπὸ τῶν

σιτίων τῶν μετὰ βρῶσιν ἱκανῶς κατασχεθέντων ἔσωἄχρι καὶ πέψεως. οὕτω γὰρ καὶ ὁ

κρυψίχολος πέττειν δοκεῖ τὸν θυμόν, ὃ δὴ κότοςἐστίν. ὁ δὲ μὴ κρύπτειν εἰδὼς τὸν

θυμόν, ἐκεῖνος οὐ πέττει, ἀλλὰ τρόπον τινὰἐξεμεῖ. [Ὅτι δὲ τὸ πέσσειν καὶ ἀντὶ τοῦ

θεραπεύειν κεῖταί ποτε, φανεῖται ἐντοῖς ἑξῆς.] οὐκ ἀπὸ τοῦ πέττω δὲ γίνεται τὸ πέψῃ,

ἀλλὰ ἀπὸ τοῦ πέπτωσεσιγημένου ἐνεστῶτος. διφορεῖται γὰρ καὶ αὐτός, ὡς καὶ τὸ

καλύπτω, ὅπερἔοικε καὶ καλύσσω εἶναι, ἀφ' οὗ ὁ κάλυξ γίνεται. οὕτω δὲ καὶ τὸ

βλάπτωἑτεροίως διφορεῖται βλάβω λεγόμενον, ὡς ἀλλαχοῦ φανεῖται, [ἀπὸ τοῦ

βέβλαφαπαρακειμένου ἀνηγμένου εἰς ἐνεστῶτα καὶ τρέψαντος τὸ ˉφ συνήθως εἰς ˉβ. ὃ

γίνεται καὶ ἐπὶ τοῦ βλεμεαίνειν, ὅπερ ἐστὶν ἀναρρώνυσθαι καὶ προθυμεῖσθαι, ὡςἀπὸ

φλεβός, φασίν. ὅθεν καὶ ἀβλεμὲς τὸ νωθρόν, ὡς οἷον ἀφλεβές τι ὄν, καθὰκαὶ

βλεμεαίνειν τὸ ὡσανεὶ φλεβεαίνειν, περὶ οὗ καὶ ἀλλαχοῦ δηλωθήσεται.]Ὅτι δὲ τοῦ

πέττειν προϋπάρχει τὸ πέπτειν καὶ ὅτι Αἰολικόν ἐστιν, Ἡρακλείδης δηλοῖ φάμενος

οὕτω· «Αἰολεῖς τὰ εἰς ˉπˉτˉω λήγοντα βαρυτονοῦντες μετατιθέασινεἰς δύο ˉςˉσ, ὡς καὶ

ἡ Ὀδύσσεια δηλοῖ· οἷον, πέπτω πέσσω, ὄπτω ὄσσω»ὀσσόμενος πατέρ' ἐσθλόν».

Ἡρόδοτος δὲ τὸ χόλον καταπέψαι «χόλον πιέσαι»φησίν. Ἐν δὲ τῷ «οὐ μὰ γὰρ

Ἀπόλλωνα ∆ιῒ φίλον» σκοπητέον, ὅτι καὶ τὴν ἄρχουσαν τοῦ Ἀπόλλωνος ἐκτείνει ὁ

ποιητὴς καὶ τὴν λήγουσαν τῆς ∆ιῒ δοτικῆς,ὅπερ καὶ ἐν ἀμφοτέροις παρὰ τὴν κοινὴν

ἀναλογίαν ἐστί. τὸ δὲ ˉμˉα ἐπίρρημάἐστιν ἀπωμοτικόν, περὶ οὗ ῥηθήσεται μετ' ὀλίγα ἐν

τῷ «ναὶ μὰ τόδε σκῆπτρον». Τὸ δέ «οὐ μὰ γὰρ Ἀπόλλωνα οὔτις ἐμεῦ ζῶντος βαρείας σοι

χεῖρας ἐποίσει» Ἀττικὸν σχῆμά ἐστι τῶν δύο ἀποφάσεων λαμβανομένων ἀντὶ μιᾶς.

Βαρεῖαι δὲχεῖρες αἱ κακοποιοί, ὡς καὶ προϊὼν ἐρεῖ ὁ ποιητὴς ἐπὶ Ἀπόλλωνος.

[Σημείωσαιδὲ ὅτι βαρείας χεῖρας ἔχειν οὐ ταὐτόν ἐστι τῷ χερσὶ βρίθειν ἀεί, ἀλλὰ ποτὲ

μὲνπλουσιότητα δηλοῖ τὸ τοιοῦτον· δύναται δὲ ποτὲ καὶ Ὁμηρικῶς νοεῖσθαι, ὡςκαὶ ἐν

τῷ «εἴ τινος πλέον ἢ χειρὶ βρίθεις» ἀντὶ τοῦ δυνατὸς εἶ. (ῃ. 77) Τὸ δὲπρόφρων ταὐτόν

ἐστι τῷ ὑπέρφρων. αὐτὸ δὲ διχῶς· ὑπέρφρων γὰρ οὐ μόνον ὁὑπέρ τινος φρονῶν, ὡς ἐν

τοῖς ῥηθεῖσι νοεῖται, ἀλλὰ καὶ ὁ περιφρονῶν τινα,καθὰ κεῖται ἀλλαχοῦ. (ῃ. 78) Τὸ δὲ

ὀΐομαι ὅτι ἐκ τοῦ οἴομαι διαλέλυται καὶ ὅτι 1.88 καὶ ὀΐω λέγεται τὸ αὐτὸ ἐνεργητικῶς,

ἐκδηλότατόν ἐστιν.] Ἐν δὲ τῷ χολωσέμενἰστέον, ὡς τὰ εἰς ˉεˉιˉν ἀπαρέμφατα εἰς ˉεˉν

ποιοῦσιν οἱ ∆ωριεῖς ἀποβολῇ τοῦ ˉι,ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. ἀντὶ γὰρ τοῦ λέγειν

καὶ γράφειν λέγεν φασὶ καὶγράφεν. ταῦτα δὲ προσλήψει τῆς ˉμˉε συλλαβῆς λεγέμεν

γίνεται καὶ γραφέμεν.οὕτω γοῦν καὶ τὸ χολωσέμεν παράγεται χολώσειν χολώσεν

χολωσέμεν.[Σημείωσαι δὲ ὅτι ἐν τοῖς ῥηθεῖσιν ὑπὸ τοῦ Κάλχαντος ἔπαινος βασιλέως

ὑψηλοῦ τε καὶ ἀγαθοῦ δηλοῦται εἶναι τὸ πολλῶν τε κρατεῖν καὶ εὐπειθῶν, ὁποῖοικαὶ οἱ

Ἀχαιοὶ τῷ Ἀγαμέμνονι ἐφάνησαν ἐν τοῖς κατὰ τὸν Χρύσην. ἔφη γοῦν ὁΚάλχας τὸν

Ἀτρείδην πάντων μέγα κρατέειν ὡς εὐρυκρείοντα εἴτ' οὖν εὐρυμέδοντα καί οἱ τοὺς

τοιούτους πείθεσθαι. Καὶ ὅρα τὸ μέγα, ὄνομα ὂν ἐπιρρηματικὸν ἢ καὶ ἄλλως εἰπεῖν

ἐπίρρημα ὀνοματικόν, ὁποῖον καὶ τὸ «πρόφρωνἀρήξειν» καὶ πρὸ αὐτῶν τὸ «ὄχ'

ἄριστος» ἤγουν ἐξόχως, ἐν ᾧ λείπει πρόθεσιςπάντως ἡ ˉἐˉξ καθὰ καὶ ἐν τῷ Ὄχη· ὄρος

δὲ ἡ Ὄχη Καρύστιον ἐξέχον ἐν τοῖς ἐκεῖ.] (ῃ. 80) Ὅτι τὸ «κρείσσων γὰρ βασιλεύς, ὅτε

χώσεται ἀνδρὶ χέρῃϊ»πρῶτόν ἐστιν ὧδε γνωμικὸν παρὰ τῷ ποιητῇ [καὶ κατὰ τὸν

εἰπόντα ὑφεστηκυῖαγνώμη σοφὴ] ἤγουν γνωμάτευμα καθολικὸν περὶ βιωτικοῦ τινος

πράγματοςδιδάσκον οἷός ποτε ὁ ἄρχων κατὰ ἐλάττονος θυμωθείς. λέγει δὲ ὅτι, ὅτε

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

56

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!