18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καὶ τὸ εἰς πᾶν πρόσωπον καὶ τὸ μὴ μόνον πρὸςτὸ παρὸν ἀλλὰ καὶ εἰς τὸ μέλλον. ἐν μὲν

γὰρ τῷ «οὔτις σοι παρὰ νηυσὶ βαρείαςχεῖρας ἐποίσει» καὶ τὸ ἔργοις βοηθῆσαι

παραδηλοῖ, πολλῷ δὲ πλέον καὶ τὸ ἐνλόγοις. ὁ γὰρ ἐν τῷ μείζονι βοηθῆσαι ὑποστάς, ἐν

τῇ τῶν χειρῶν δηλαδὴβίᾳ, πολλῷ πλέον ὑποστήσεται τὸ ἔλαττον ἤγουν τὸ ἀμῦναι

ὑβριζομένῳ τῷ Κάλχαντι. ἐν δὲ τῷ «οὔ τις συμπάντων ∆αναῶν, οὐδ' αὐτὸς

Ἀγαμέμνων» τὸ ἐπὶ παντὶ προσώπῳ ἀρήξειν ἐδήλωσε. τὸ δέ «ἐμοῦ ζῶντος» καὶ ἑξῆς τὴν

εἰς τὸμέλλον ἐμφαίνει συγκρότησιν. καὶ ταῦτα μὲν οὕτως. Ὅρα δὲ ὅπως ὁ Ἀχιλλεὺς

συνετώτατα τὴν δημηγορίαν μεταχειριζόμενος ποιεῖ μὲν ὅσα ὁ Κάλχαςἀπῄτησε,

προσδιορίζεται δέ τι ὅμως ἄξιον λόγου συνθέμενος μὲν ὁρκωμοτικῶςπρόφρων ἔπεσι καὶ

χερσὶν ἀρήξειν κατὰ παντὸς ἀνθρώπου καὶ εἰς τὸ μέλλον,κολάσας μέντοι τὴν εἰς τὸ

μέλλον βοήθειαν ἀπό τινος χρονικοῦ καὶ τοπικοῦἐπιρρήματος, χρονικοῦ μὲν ἐν τῷ «οὔ

τις ἐμοῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο», ὅ ἐστι φαινομένου· οἱονεὶ γὰρ λέγει, ὅτι

οὐκ εἰσαεὶ κατὰ τὸ μέλλον βοη1.86 θήσω σοι, ἀλλ' ἕως ἂν ζῶν περίβλεπτος ὦ καὶ

ἐπιφανῶς ἔχω. τοπικοῦ δὲ ἐντῷ «κοίλαις παρὰ νηυσί» μονονουχὶ λέγων, ὅτι καὶ ζῶν

καὶ φαινόμενος οὐδ'οὕτω διόλου ἐπαρήξω σοι, ἀλλ' ἕως ἐνταῦθα ἐν τῇ Τροίᾳ ἐσμέν. οὐ

γὰρ δήπουκαὶ εἰς τὴν Φθίαν ἀπονοστήσας ὀφειλέτης σοι τῆς ἀρωγῆς ἔσομαι. ἐπεὶ

δὲοὗτος ὁ λόγος ἀπέκναιε τὸν Κάλχαντα, ἐπάγει εὐθὺς ὁ Ἀχιλλεὺς καὶ θεραπείανεἰπών·

«ὃς νῦν ἄριστος ἐν στρατῷ εὔχεται εἶναι», οἱονεὶ λέγων, ὅτι ἐὰν ἐνταῦθαβοηθήσω σοι,

ἔχεις τὸ πᾶν. καὶ γὰρ ἐν ταῖς ναυσὶν ἔστι σοι χρεία τῆς ἀρωγῆςκαὶ οὐχ' ὕστερον μετὰ τὴν

τοῦ πολέμου λύσιν. νῦν γὰρ ἄριστος ὁ Ἀγαμέμνων,ὡς αἱρετὸς εὐρυκρείων τυγχάνων,

ὕστερον δὲ Μυκήνης μόνης ἐσόμενοςβασιλεύς. καὶ ὅρα, ὅπως ἔχῃ τι οὐκ ὀλίγον

αὐστηρότητος ὁ τοῦ Ἀχιλλέωςοὗτος λόγος. οὔτε γὰρ εἶπεν ἀπολύτως, ὅτι ὁ Ἀγαμέμνων

ἄριστος, ἀλλὰ νῦνἄριστος. καὶ οὐδὲ ὅτι ἄριστός ἐστιν, ἀλλὰ εὔχεται εἶναι τουτέστιν

ᾄδεται,λέγεται· καὶ οὐδὲ ἄριστος ἁπλῶς, οἷον καὶ γένει καὶ ἀνδρίᾳ καὶ παρὰ ὅλοις

Ἕλλησιν, ἀλλὰ ἐν τῷ στρατῷ. ἑαυτὸν δὲ προϊὼν ἐρεῖ τοιοῦτον ἐν τῷ «ἄριστονἈχαιῶν

οὐδὲν ἐτίμησας» τουτέστιν ἐμὲ τὸν καὶ βασιλέα καὶ ἀνδρειότατον καὶεὐγενέστατον. διὸ

καὶ ὁ Ἀγαμέμνων συνάγει χόλον τινὰ καὶ ἐν τούτοις. πικρὰγὰρ τά τε ἄλλα καὶ τὸ «οὐδ'

ἢν Ἀγαμέμνονα εἴπῃς», εἰ καὶ παράκειται οἷονγλυκύ τι «τὸ ἄριστος ἐν στρατῷ», ὃ καὶ

αὐτὸ ἔχει τι πικρίας, ὡς εἴρηται. (ῃ. 88 ς.) Σημείωσαι δὲ ὅτι καὶ τὸ «οὔτις σοι βαρείας

χεῖρας ἐποίσει» εὐστόχως συνεφωνήθη παρὰ τοῦ Ἀχιλλέως. μονονουχὶ γὰρ λέγει ὡς οὐ

μέχρι καὶ τῶν σμικροτάτων καταγενήσεται τῶν ἐχθραινόντων τῷ Κάλχαντι. τοῦτο γὰρ

ἀγεννὲς καὶψοφοδεές, οἷον εἴ τις ἀπειλεῖται ἢ δακτύλων δείξεσιν ἐρεθίζει ἢ χεῖρας

ἐπισείει.ἀλλὰ κατὰ βαρείας χειρῶν ἐπαγωγῆς ἐνστήσεται. διὸ οὐδὲ τὸ ἔπεσι

βοηθῆσαιῥητῶς ἐξεφώνησεν, ἀλλὰ νοηθῆναι αὐτὸ ἀφῆκεν. οὐ γὰρ ἐχρῆν ὀμόσαι τὸν

Ἀχιλλέα γλώσσαις ἀντεπεξελθεῖν λοιδόροις καὶ «ἔπος ἐρείδειν πρὸς ἔπος», ὃ

καὶγυναῖκες ἂν ποιήσαιεν. ὅρα δὲ καὶ ὅτι ἐν οἷς ἄνω εἶπεν ὁ Κάλχας, ὡς ὁ Ἀγαμέμνων

«πάντων Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί», εὐρυκρείων τε ὁ Ἀγαμέμνων

δείκνυται καὶ ἀγαθὸς βασιλεύς, ὅπερ καὶ ἀλλαχοῦ μαρτυρεῖται·εὐρυκρείων μὲν ὡς

πάντων κρατῶν, ἀγαθὸς δὲ ὅτι πειθοῖ ἄγει καὶ οὐ βίᾳ τὸνλαόν. καὶ ὅτι ὁ μὲν Κάλχας

ᾐδέσθη ἄντικρυς καὶ ὀνομαστὶ εἰπεῖν, ὅτι λυπήσειτὸν Ἀγαμέμνονα, [οἷα καὶ αὐτὸς

εἰπεῖν ἔχων τὸ «ὀνομάζειν αἰδέομαι», ὅπερἐν Ὀδυσσείᾳ κεῖται.] συμβολικῶς δὲ εἶπεν ὅτι

χολώσει τὸν μέγα δυνάμενον.ὁ δέ γε Ἀχιλλεὺς καὶ ἐξ ὀνόματος εἶπεν αὐτὸν πολὺ τὸ

θάρσος ἔχων, ὃ καὶαὐτὸ τὸν βασιλέα πάντως ἐλύπησεν. (ῃ. 81) Ὅρα δὲ καὶ ὅτι πάνυ

κυριολεκτεῖἐν τῷ «εἰ γὰρ τὸν χόλον καὶ αὐτῆμαρ» ἤγουν αὐθημερόν «καταπέψῃ, ἀλλὰ

καὶμετόπισθεν ἔχει κότον». χόλος γὰρ καταπεφθεὶς κότος γίνεται. τοῦτο δὲ καὶὁρισμὸς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

55

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!