18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

οἱ μετ' αὐτὸν ποιηταί. ποῦ γὰρ σεμνὸν Ὁμήρου ἑκατηβελέτην εἰπόντοςτὸν Ἀπόλλωνα

μυθεύεσθαι τὸν Σιμωνίδην, ὡς ἑκατὸν βέλεσιν ἀνεῖλεν ὁ Ἀπόλλων τὸν ἐν Πυθοῖ

δράκοντα, δέον ὂν μιᾷ βολῇ νεκρῶσαι τὸ θηρίον· οὐ γὰρἀρετὴ τοξότου τὸ πολλὰ

βαλόντα βλάψαι. οὔκουν ἑκατηβελέτης ὁ τοιοῦτος,ἀλλ' ὁ ἕκαθεν βάλλων. τοῦτο γὰρ

ἰδιότης τοξεύοντος. διὸ καὶ ἑκάεργος ὁαὐτός, ὡς ἕκαθεν εἴργων. δύο οὖν ὄντων

ἐπιρρημάτων τοῦ ἑκάς καὶ ἕκαθεν ἀπὸμὲν τοῦ ἑκάς ἑκηβόλος λέγεται, ἀπὸ δὲ τοῦ

ἕκαθεν ἑκατηβελέτης. εἰ δέ τιςἑκατηβελέτην Ἀπόλλωνα εἰπεῖν θέλει ὡς ἀπὸ ἑκατὸν

βελῶν, κάλλιον οὕτωςεἰπεῖν αὐτόν, ὡς ἑκατὸν ἤγουν πολλὰ ἔχοντα βέλη. διὸ καὶ

Πίνδαρος εὐρυφαρέτραν αὐτὸν λέγει. (ῃ. 76) Ὅτι τὸ ἐγώ συμφώνου μὲν ἐπιφερομένου

ἀπρόσληπτόν ἐστι τοῦ νῦ, φωνήεντος δὲ ἐπαγομένου ἐφέλκεται ˉν παρὰ τῷ ποιητῇ,

οἷον»τοιγὰρ ἐγὼν ἐρέω». ἔστι δὲ τὸ τοιγάρ ἀντὶ τοῦ τοιγαροῦν, ὅπερ καὶ τοίνυν

καὶτοιγάρτοι λέγεται. οὕτω καὶ τὸ ˉνˉυ παραπληρωματικὸν ἀντὶ τοῦ ˉδˉη

σπανιώταταμέν, γίνεται δ' ὅμως ἐφελκυστικόν ποτε τοῦ ˉν καὶ αὐτὸ καὶ οὐ μόνον ἐν

τῷτοίνυν, ἀλλὰ καὶ παρ' Εὐριπίδῃ ἐν τῷ «σῶσόν νυν αὐτὸν μήδ' ἔρα τοῦ πλησίον».ἐπὶ

δὲ τοῦ ˉκˉε παραπληρωματικοῦ καὶ τῶν εἰς ˉθˉεˉν ἐπιρρημάτων ἐκδηλότερος ὁ

τοιοῦτος ἐφελκυσμός. (ῃ. 77–83) Ὅτι ὁ Κάλχας οἷα μάντις εἰδὼς τὸ τῆς

δημηγορίαςἀποτέλεσμα καὶ ὅτι μεγάλα λυπήσει τὸν βασιλέα, ἐφ' οἷς ἐρεῖ, οὐκ εὐθὺς

ἅματῷ τοῦ Ἀχιλλέως λόγῳ τὴν τοῦ λοιμοῦ αἰτίαν ἐκτίθεται, ἀλλὰ πρῶτα μὲν

οἷονἀπολογεῖται ὡς οὐχ' ἑκὼν λαλῶν, ἀλλὰ διὰ τὸ τὸν Ἀχιλλέα κελεύειν τὸν ∆ιῒ 1.85

φίλον. εἶτα καὶ τὸ δέος ἐνδεικνύμενος τὸ πρὸς τὸν βασιλέα, θεραπεύων δὲ καὶ

τὸπλῆθος, ὡς φόβῳ τοῦ ἄρχοντος μὴ φθάσας προειπεῖν τὰ κακά, ἑπτὰ ταῦτα ἐκτοῦ

Ἀχιλλέως ἀπαιτεῖ προασφαλιζόμενος ἑαυτόν· συνθήκην ἐπὶ βοηθείᾳ, εἴτινα λυπήσει ἐφ'

οἷς εἴπῃ. «σύνθεο γάρ», φησί. καὶ συνθήκην οὐχ' ἁπλῶς,ἀλλὰ ἔνορκον. φησὶ γάρ «καί

μοι ὄμοσον». καὶ βοήθειαν οὐ τὴν τυχοῦσαν ζητεῖ,ἀλλὰ ψυχῇ ὅλῃ καὶ μὴ ἄχρι μόνον

ἀφοσιώσεως. «ὄμοσον γάρ», φησί, «πρόφρωνμοι ἀρήξειν». καὶ οὐδὲ ἀτελῶς βοηθηθῆναι

θέλει, οἷον λόγοις ψιλοῖς ἢ ἔργοιςμόνοις, ἀλλὰ καὶ ἐν ἔπεσιν, εἴπερ παρά τινος

ὑβρίζοιτο, καὶ ἐν χερσίν, εἴ τιςτύπτειν ἐθέλει αὐτόν· εἶτα δὴ τὴν κορυφαίαν ἀξίωσιν

ἐπιτιθεὶς ἀπαιτεῖ καὶκατὰ παντὸς προσώπου βοηθῆσαι αὐτῷ, κἂν μέγιστον ἐκεῖνο εἴη.

«ὀΐομαι γάρ»,φησίν, «ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων Ἀργείων κρατέει καί οἱ

πείθονταιἈχαιοί». προσαπαιτεῖ δὲ καὶ μὴ τὴν σήμερον, ἀλλὰ καὶ εἰς τὸ μέλλον

ἐπάρηξιν.τοῦτο γὰρ δηλοῖ τὸ «εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά γε

καὶμετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, ἐν στήθεσσιν ἑοῖς». μονονουχὶ γὰρ λέγει,ὡς

οὔ μοι χρεία τῆς πρὸς τὸ παρὸν βοηθείας, ἀλλὰ τῆς εἰς τὸ μέλλον μάλιστα,εἴγε τοιοῦτον

ἄνδρα μέλλω λυπήσειν, ὃς ἀμύνασθαί με καὶ μετὰ ταῦτα δύναται.εἶτα ἐπὶ πᾶσιν, ὡς

ἀπαιτήσας μεγάλα, ἐπάγει «σὺ δὲ φράσαι, εἴ με σαώσεις»,τουτέστιν, εἰ δυνηθείης οὕτω

μεγάλῳ πράγματι ἀντικαταστῆναι καὶ προσώπῳ,ἐξ οὗ κίνδυνός μοι καραδοκεῖται. ἑπτὰ

οὖν, ὡς ἔφαμεν, ὁ Κάλχας ἐξ Ἀχιλλέωςἀπῄτησε· συνθήκην, ὅ ἐστι συμφωνίαν, καὶ

ταύτην ἐνώμοτον, ναὶ μὴν καὶὁλόψυχον. ἔτι δὲ καὶ ἐν λόγοις, ἀλλὰ δῆτα καὶ ἐν ἔργοις,

καὶ ἐπὶ παντὶ δὲ προσώπῳ καὶ οὐδ' ἐπ' ὀλίγον ἀλλ' ἐπὶ μακρόν. καὶ οὕτω μὲν ὁ Κάλχας.

(ῃ. 86–91) Ὁδὲ Ἀχιλλεὺς συντομώτατα ποιῶν τὸ ἀπαιτηθὲν τὰ μὲν πρῶτα ὄμνυσι καὶ

οὕτωσυνθήκην πληροῖ καὶ ταύτην ἐνώμοτον ἐν τῷ «οὐ μὰ γὰρ Ἀπόλλωνα ∆ιῒ

φίλον».καὶ τὸ πρόφρων ἀρήξειν βεβαιοῖ. οὐ γὰρ ἂν ὤμνυεν, εἰ μὴ βοηθεῖν ἤθελεν. ἐν

δὲτῷ «οὔτις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο σοὶ κοίλαις παρὰ νηυσὶβαρείας

χεῖρας ἐποίσει συμπάντων ∆αναῶν, οὐδ' ἢν Ἀγαμέμνονα εἴπῃς, ὃςνῦν πολλὸν ἄριστος

ἐνὶ στρατῷ εὔχεται εἶναι» τὰ λοιπὰ τέσσαρα βεβαιοῖ. τὸ ἐνἔπεσιν ἀρήξειν καὶ τὸ ἐν χερσὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

54

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!