18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐν ὀνείροις».] Ὅτι ἀρετὴ μάντεως εὐδοκίμου, εἰδέναι τὰκατὰ τὴν χρονικὴν τριμέρειαν.

διὸ καὶ ὁ ποιητὴς ἐπαινῶν τὸν Κάλχαντα ὡς 1.83 εὖ εἰδότα τῆς μαντικῆς φησιν· «ὃς ᾔδη

τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ'ἐόντα» ἤτοι τά τε ἐνεστῶτα τά τε μέλλοντα καὶ τὰ

προγενόμενα. ὅρα δὲ ὅπωςἀπὸ τοῦ ἐνεστῶτος ἀρξάμενος πρεσβεῖόν τι τῷ τοιούτῳ

χρόνῳ χαρίζεταικαὶ οὕτως ἐντρέπει τοὺς ἐξοστρακίζοντας τὸν ἐνεστῶτα καὶ μόνον

παρῳχημένονχρόνον καὶ μέλλοντα δοξάζοντας. Ἰστέον δὲ ὅτι παρὰ μὲν τοῖς ὕστερον

ὢνλέγεται καὶ ὄντα καὶ τὰ ὅμοια, παρὰ δὲ τῷ ποιητῇ ἀναλόγως μάλιστα μετὰ τοῦˉε ἀεὶ

τὰ τοιαῦτα προφέρονται· ἐών γὰρ λέγει καὶ ἐόντα καὶ αἰὲν ἐόντες καὶ ἀγέραστος ἔω καὶ

τὰ ἄλλα ὁμοίως. καὶ ἔχει οὕτως ἡ ἀκολουθία τῶν λέξεων. ἔστιγὰρ ἔω ῥῆμα, οὗ ὁ

μέλλων ἔσω, δεύτερος ἀόριστος ἦον, ἡ μετοχὴ ἐών, ἐξ οὗ τὸἐόντος καὶ ἐόντα καὶ ἐοῦσα

καὶ τὰ λοιπά. (ῃ. 71) Ὅτι τὸ ἡγεῖσθαι ἐπὶ μὲνἀρχῆς τινος λαμβανόμενον καὶ ἐξουσίας

γενικῇ φαίνεται συντάσσεσθαι, οἷον ὁἈγαμέμνων ἡγεῖται τῶν Ἑλλήνων. [ἐπὶ δὲ

προοδεύσεως καὶ ὁδηγίας δοτικῇ μάλιστα συντάσσεται, ὡς τὸ «Κάλχας ἡγήσατο ταῖς

ναυσί» τῶν Ἑλλήνων]εἰς Τροίαν. τοῦτο δὲ καὶ ἀφηγεῖσθαι παρὰ τοῖς ὕστερον λέγεται.

ταὐτὸν γὰρπαρ' αὐτοῖς τὸ ἡγεῖσθαι καὶ προηγεῖσθαι καὶ ἀφηγεῖσθαι, [ναὶ μὴν καὶ

τὸἐξηγεῖσθαι.] Σημείωσαι δὲ ὅτι τὸ τοιοῦτον ἐλλειπτικῶς ἐρρέθη, ὡς ἐάν γε κατὰτὸ

πλῆρες λεχθείη καὶ αὐτὸ γενικῇ συντάσσεται. ἔστι γὰρ τὸ ὅλον τοιοῦτον. Κάλχας

ἡγήσατο ταῖς ναυσὶ τοῦ πρὸς τὴν Τροίαν πλοῦ. ὁμοίως δὲ συμβιβάζεται καὶ τὸ

«Ποσειδῶν ἡγεῖται τοῖς πλέουσι» καὶ ὅσα τοιαῦτα. περὶ δὲ τῆςτοιαύτης συντάξεως καὶ

τῆς τοῦ ἀνάσσειν καὶ τοῦ ἄρχειν καὶ ἐν τοῖς ἑξῆςῥηθήσεται. [ἰστέον δὲ ὡς οἱ μεθ'

Ὅμηρον ἔστιν ὅτε καὶ ἀντὶ τοῦ οἴεσθαι τὸ ἡγεῖσθαι τιθέασιν.] Ὅτι οὐ μόνον διὰ τοῦ ˉι αἱ

ἐπεκτάσεις εἰσίν, ὡς ἐν τῷ οὑτωσίκαὶ ταυτί καὶ νυνί, [ἔτι δὲ καὶ διὰ τῆς ˉδˉε συλλαβῆς,

ὡς προείρηται,] καὶ διὰ τῆςˉθˉα δὲ ὁμοίως, ὡς δηλοῖ τὸ ἔφησθα, ἦσθα, ἐθέλῃσθα καὶ τὰ

τοιάδε, ἀλλ' οἵ γεπαλαιοὶ καὶ τὸ ˉω τὸ μέγα ἔν τε ἄλλοις καὶ ἐν τῷ «Ἴλιον εἴσω»

ἐπέκτασιν εἶναίφασι νοοῦντες τὸ εἴσω ἀντὶ αὐτῆς ἐκείνης τῆς ˉεˉἰˉς προθέσεως. τοῦτο

δὲ οὐδὲνκαινόν, ἐὰν καὶ ἀντὶ ἐπιρρήματός τις νοήσῃ διφορουμένου κατὰ τὴν

σύνταξιν.ὥσπερ γὰρ ἀπὸ τῆς ˉἐˉξ προθέσεως ἀεὶ γενικῇ συντασσομένης τὸ ἔξω

ἐπίρρημαγενόμενον ἀεὶ καὶ αὐτὸ τὴν γενικὴν ἔχει σύνταξιν, οὕτως οὐδὲν παράλογον,

εἰκαὶ τὸ εἴσω γενόμενον ἀπὸ τῆς ˉεˉἰˉς προθέσεως διφορουμένης ἐν τῇ

συντάξειδιφορεῖται καὶ αὐτὸ καθ' ὁμοίωσιν ἐκείνης. καὶ ἐπείπερ ἡ ˉεˉἰˉς πρόθεσις

καὶαἰτιατικῇ κοινῶς οἶδε συντάσσεσθαι, ναὶ μὴν ἀλλὰ καὶ γενικῇ Ἀττικῶς, ὡς τὸεἰς

Ἅιδου, διὰ τοῦτο καὶ τὸ εἴσω ποτὲ μὲν οὕτω συνταχθήσεται «Ἴλιον εἴσω», ποτὲ δὲ

ἄλλως, οἷον «εἴσω τοῦ οἴκου». (ῃ. 72) [Ὅτι πρὸς ὁμοιότητα τοῦ τοξοσύνη,βριθοσύνη καὶ

ἑτέρων ὁμοίων, ἃ ἐν τοῖς ἑξῆς φανεῖται, λέγει Ὅμηρος ἐνταῦθαμαντοσύνην τὴν

μαντικὴν τέχνην, εἰπών, ὡς ἡγήσατο Κάλχας νηυσὶν Ἀχαιῶν 1.84 εἰς Ἴλιον, οὐ

πειραθεὶς ἄλλως τοῦ τόπου, ἀλλά «ἣν διὰ μαντοσύνην, τήν οἱ πόρενἈπόλλων», ὡς

ἐπιστατῶν καὶ μαντικῆς, καθὰ πολλαχοῦ φαίνεται, οἷα ἥλιος.τὸ δέ «ἣν διὰ

μαντοσύνην» ἀντὶ τοῦ διὰ ἰδίαν μαντικήν. καὶ ἔστιν ἡ σύνταξιςτρόπου ποιητικοῦ, ὃς

λέγεται μὲν ἀναστροφή, κεῖται δὲ μυριαχοῦ τῆς ποιήσεως.τοιοῦτον δὲ καὶ πρὸ τούτων

τὸ «βῆ δὲ κατ' Οὐλύμποιο» ἀντὶ τοῦ κατέβη. καὶἀλλαχοῦ «βῆ δὲ κατ' Ἰδαίων ὀρέων» καὶ

παρ' Ἡσιόδῳ τὸ «ὅν τε διά» ἤγουν δι' ὅν. (ῃ. 74) Ὅτι ὁ τοῖς ῥηθεῖσιν ἐπενηνεγμένος

στίχος τρίβραχυν ἔχων πόδαἐν τῷ «∆ιῒ φίλε», λαγαρός ἐστι. θεραπεύεται δὲ τὸ πάθος

ἀπ' ἐναντίας τῷπροκοιλίῳ. ἐκεῖνο μὲν γὰρ ἡ συνίζησις ἰᾶται, τοῦτο δὲ ἡ ἔκτασις τῆς

ληγούσηςτοῦ «∆ιΐ» ἐκ τοῦ σφηκώδους τῆς ἐν τῷ διχρόνῳ βραχύτητος διαφυσᾷ οἷον

πρὸςὄγκον σπονδειακόν.] (ῃ. 75) Ὅτι οὐχ' ὁμοίως τῷ ποιητῇ σεμνοί εἰσιν ἐν τοῖςμύθοις

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

53

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!