Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

γράφεται δι' αἰτίαν τοιαύτην. ἔθος τοῖς Ἀττικοῖςπολλάκις τὴν διὰ τοῦ ˉε καὶ ˉι δίφθογγον διὰ τοῦ ˉη καὶ ˉι προάγειν καὶ οὐ μόνονἐν τῷ ἱερῇς καὶ βασιλῇς καὶ ἱππῇς, ἀλλὰ καὶ ἐπὶ ῥημάτων, ὡς ὅτε τοῦ ᾔκαζοντὴν ἄρχουσαν διὰ τοῦ ˉη προάγουσιν· ὁμοίως δὲ καὶ τοῦ ᾔειν, ὃ δηλοῖ τὸ ἦλθον.ὥσπερ γὰρ ἀπὸ τοῦ εἰκάζω τὸ ᾔκαζον, οὕτω καὶ ἀπὸ τοῦ εἴω, τὸ πορεύομαι, τὸᾔειν προάγεται, τῶν μὲν ἐνεστώτων ἐχόντων τὴν διὰ τοῦ ˉε καὶ ˉι γραφὴν, τῶνδὲ ἀπ' αὐτῶν παρῳχημένων διὰ τοῦ ˉη καὶ ˉι τὴν τῆς ἀρχούσης ἀπαρτιζόντωνδίφθογγον. κατὰ τὸν ὅμοιον δὴ τρόπον καὶ τὸ ᾔδειν, ὃ δηλοῖ τὸ ἠπιστάμην,ἀπὸ τοῦ εἴδω, τὸ ἐπίσταμαι, γεγονός, ὅμως ἐν τῇ παραληγούσῃ κατὰ τὴνπαλαιὰν καὶ αὐτὸ Ἀτθίδα τὸ ˉη μετὰ τοῦ ˉι ἔχει. καὶ οὕτω μὲν καθίσταται ἡπαραλήγουσα. ἡ δὲ λοιπὴ σκευωρία τοῦ ῥήματος τοιαύτη ἐστίν. ἔθος Ἰωνικὸνἐκράτησε τοὺς ἐνεργητικοὺς ὑπερσυντελίκους διὰ τοῦ ˉε καὶ ˉα προάγειν κατὰτὴν λήγουσαν τοῦ πρώτου προσώπου τῶν ἑνικῶν. τὸ γοῦν ἐπεποιήκειν πεποιήκεάφασιν Ἴωνες καὶ τὸ ἐτετύφειν τετύφεα καὶ τὸ ᾔειν ἤϊα, οἷον «ἤϊα πολλὰγουνούμενος». ὡσαύτως καὶ τὰ λοιπά. οὕτω γοῦν καὶ τὸ ᾔδειν διαλύοντεςᾔδεα λέγουσιν, ὡς τὸ «εἰ γὰρ ἐγὼ τάδε ᾔδεα». τούτου δὲ κερασθέντος γίνεταιᾔδη ἐν πρώτῳ προσώπῳ καὶ δηλοῖ τὸ ἠπιστάμην, οἷον «ᾔδη ἐγώ» τουτέστινἐγίνωσκον. καὶ εἰσὶ τούτου χρήσεις παρά τε ἄλλοις καὶ Σοφοκλεῖ. τοῦ τοίνυνπρώτου προσώπου τοῦ ᾔδεα τὸ ˉε καὶ τὸ ˉα εἰς ˉη κεράσαντος ἐκβαίνει καὶ τὸτρίτον ὁμόφωνον καὶ διὰ τοῦτο καὶ τὴν αὐτὴν ἔχει γραφήν. εἰ δὲ ἀδύνατον 1.82 κατὰ τὴν αὐτὴν διάλεκτον καὶ τὸν αὐτὸν ἀριθμὸν ὁμοφωνεῖν τὸ τρίτον τῷπρώτῳ, ἀλλ' ὁ τοιοῦτος κανὼν ἐπὶ τῶν ἀσυναιρέτων ῥημάτων εἴρηται. τὰ δὲσυναιρεθέντα, ἐπεὶ πάσχουσι καὶ οὕτω τῆς πρωτοτυπίας κατ' ἀνάγκην ἐκπίπτουσιν, οὐδὲ τὴν τοῦ κανόνος φυλάττουσι παρατήρησιν. Ἐνταῦθα δὲ ἰστέον καὶὡς ἔθος πολλάκις τῷ ποιητῇ, ὁπηνίκα τὴν ἀρχὴν προσώπου μνησθείη τινὸς ἢἐπιφανοῦς ἢ ἄλλως αὐτῷ χρησίμου, λαλεῖν τι περὶ αὐτοῦ ἐγκωμιαστικὸν καὶοὕτως αὐτὸ ἐγγράφειν καὶ οἷον ἐγκαθίζειν εἰς μνήμην ταῖς τῶν ἀκροωμένωνψυχαῖς. καὶ τοῦτο πολλαχοῦ μὲν ποιήσει, ἄρχεται δὲ τῆς τοιαύτης μεθόδουἐνταῦθα πρῶτον ἀπὸ τοῦ Κάλχαντος. γένος τε γὰρ αὐτοῦ ἐκτίθεται Θεστορίδηνλέγων αὐτόν, καὶ τέχνην, ὅτι δηλαδὴ μάντις ἄριστος. [«ᾔδη γάρ», φησί, «τά τ'ἐόντα» καὶ ἑξῆς.] καὶ γὰρ ἐκ Μελάμποδος ἱστορεῖται κατάγεσθαι τοῦ ἐξοχωτάτου ἐν μάντεσιν, ὡς ἐν Ὀδυσσείᾳ ἱστόρηται. ἡ δὲ τοιαύτη τῷ ποιητῇ μέθοδοςἀφορμὴ γίνεται τοῦ πολλὰ ἱστορεῖν. ἐν γὰρ τοιούτοις τόποις καὶ γενεαλογεῖκαὶ τοπογραφεῖ καὶ πράξεις ἀρχαίας ἐκτίθεται καὶ ἄλλα καλὰ μυρία ποιεῖ.περίπυστος δὲ τὰ εἰς μαντικὴν ὁ Κάλχας, εἰ καὶ τὰ εἰς τελευτὴν ἐδυστύχησεν·ὃς Μόψῳ, τῷ ἐγγόνῳ Τειρεσίου, περιτυχὼν περί που Κολοφῶνα κατὰ τὸν Γεωγράφον–ἄλλοι γὰρ ἄλλως ἱστόρησαν–καὶ ἡττηθεὶς ἐπὶ μαντικῇ διὰ λύπηνἀπέθανε σφαλεὶς μὲν τοῦ ἀριθμοῦ τῶν ὀλόνθων τοῦ ἐρινεοῦ, ὡς καὶ Λυκόφρωνἱστορεῖ, οἳ τὸν ἀριθμὸν ἦσαν μύριοι κατὰ τὴν ἱστορίαν τοῦ Γεωγράφου,μέτρῳ δὲ μέδιμνος ἑνὸς ὀλόνθου περιττεύοντος· ἀστοχήσας δέ, φησί, καὶ τοῦπροβλήματος τῆς ὑός, ἥτις τρεῖς εἶχε χοίρους, ὧν ἡ μία θῆλυς. ὅτι δέ τινέςφασιν ἐν τῇ τοῦ Κάλχαντος Ὁμηρικῇ γενεαλογίᾳ στίχους ἐκλελοιπέναι, ὁ Πορφύριος ἱστορεῖ ἐκτιθέμενος καὶ στίχους δύο, ἐν οἷς Εὐβοεύς τε φαίνεταιεἶναι καὶ Ἄβαντος ἀπόγονος. [Ὅτι δὲ κάλχη ἡ πορφύρα καὶ ἀπ' αὐτῆς Κάλχας, ὁ ἢ πορφύρων, ὅ ἐστιν ἐν βάθει βυσσοδομεύων μαντικὰ ἢ ἀλλοῖά τινα, ἢ ὁκατὰ χρόαν οἷον κάλχεος ἤγουν πορφύρεος καθ' ὁμοιότητα τοῦ Ὁμηρικοῦ Φοίνικος· καὶ ὅτι καλχαίνειν ἔπος ἢ τὸ πορφύρειν κατὰ νοῦν βύθιον ὡς ἐκ τῆςκάλχης ἢ τὸ μαντεύεσθαι ὡς ἐκ τοῦ Κάλχαντος, δῆλον ἀπὸ τῶν παλαιῶν. ὅτι δὲὁ οἰωνοπόλος καὶ οἰωνόμαντις λέγεται καὶ οἰωνοθέτης καὶ οἰωνιστής, δηλοῦσινοἱ παλαιοί, παρ' οἷς καὶ ἡ ὀνειροκριτικὴ περιφραζομένη μαντεία λέγεται»βροτῶν δεινοῖς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 52

ἐν ὀνείροις».] Ὅτι ἀρετὴ μάντεως εὐδοκίμου, εἰδέναι τὰκατὰ τὴν χρονικὴν τριμέρειαν. διὸ καὶ ὁ ποιητὴς ἐπαινῶν τὸν Κάλχαντα ὡς 1.83 εὖ εἰδότα τῆς μαντικῆς φησιν· «ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ'ἐόντα» ἤτοι τά τε ἐνεστῶτα τά τε μέλλοντα καὶ τὰ προγενόμενα. ὅρα δὲ ὅπωςἀπὸ τοῦ ἐνεστῶτος ἀρξάμενος πρεσβεῖόν τι τῷ τοιούτῳ χρόνῳ χαρίζεταικαὶ οὕτως ἐντρέπει τοὺς ἐξοστρακίζοντας τὸν ἐνεστῶτα καὶ μόνον παρῳχημένονχρόνον καὶ μέλλοντα δοξάζοντας. Ἰστέον δὲ ὅτι παρὰ μὲν τοῖς ὕστερον ὢνλέγεται καὶ ὄντα καὶ τὰ ὅμοια, παρὰ δὲ τῷ ποιητῇ ἀναλόγως μάλιστα μετὰ τοῦˉε ἀεὶ τὰ τοιαῦτα προφέρονται· ἐών γὰρ λέγει καὶ ἐόντα καὶ αἰὲν ἐόντες καὶ ἀγέραστος ἔω καὶ τὰ ἄλλα ὁμοίως. καὶ ἔχει οὕτως ἡ ἀκολουθία τῶν λέξεων. ἔστιγὰρ ἔω ῥῆμα, οὗ ὁ μέλλων ἔσω, δεύτερος ἀόριστος ἦον, ἡ μετοχὴ ἐών, ἐξ οὗ τὸἐόντος καὶ ἐόντα καὶ ἐοῦσα καὶ τὰ λοιπά. (ῃ. 71) Ὅτι τὸ ἡγεῖσθαι ἐπὶ μὲνἀρχῆς τινος λαμβανόμενον καὶ ἐξουσίας γενικῇ φαίνεται συντάσσεσθαι, οἷον ὁἈγαμέμνων ἡγεῖται τῶν Ἑλλήνων. [ἐπὶ δὲ προοδεύσεως καὶ ὁδηγίας δοτικῇ μάλιστα συντάσσεται, ὡς τὸ «Κάλχας ἡγήσατο ταῖς ναυσί» τῶν Ἑλλήνων]εἰς Τροίαν. τοῦτο δὲ καὶ ἀφηγεῖσθαι παρὰ τοῖς ὕστερον λέγεται. ταὐτὸν γὰρπαρ' αὐτοῖς τὸ ἡγεῖσθαι καὶ προηγεῖσθαι καὶ ἀφηγεῖσθαι, [ναὶ μὴν καὶ τὸἐξηγεῖσθαι.] Σημείωσαι δὲ ὅτι τὸ τοιοῦτον ἐλλειπτικῶς ἐρρέθη, ὡς ἐάν γε κατὰτὸ πλῆρες λεχθείη καὶ αὐτὸ γενικῇ συντάσσεται. ἔστι γὰρ τὸ ὅλον τοιοῦτον. Κάλχας ἡγήσατο ταῖς ναυσὶ τοῦ πρὸς τὴν Τροίαν πλοῦ. ὁμοίως δὲ συμβιβάζεται καὶ τὸ «Ποσειδῶν ἡγεῖται τοῖς πλέουσι» καὶ ὅσα τοιαῦτα. περὶ δὲ τῆςτοιαύτης συντάξεως καὶ τῆς τοῦ ἀνάσσειν καὶ τοῦ ἄρχειν καὶ ἐν τοῖς ἑξῆςῥηθήσεται. [ἰστέον δὲ ὡς οἱ μεθ' Ὅμηρον ἔστιν ὅτε καὶ ἀντὶ τοῦ οἴεσθαι τὸ ἡγεῖσθαι τιθέασιν.] Ὅτι οὐ μόνον διὰ τοῦ ˉι αἱ ἐπεκτάσεις εἰσίν, ὡς ἐν τῷ οὑτωσίκαὶ ταυτί καὶ νυνί, [ἔτι δὲ καὶ διὰ τῆς ˉδˉε συλλαβῆς, ὡς προείρηται,] καὶ διὰ τῆςˉθˉα δὲ ὁμοίως, ὡς δηλοῖ τὸ ἔφησθα, ἦσθα, ἐθέλῃσθα καὶ τὰ τοιάδε, ἀλλ' οἵ γεπαλαιοὶ καὶ τὸ ˉω τὸ μέγα ἔν τε ἄλλοις καὶ ἐν τῷ «Ἴλιον εἴσω» ἐπέκτασιν εἶναίφασι νοοῦντες τὸ εἴσω ἀντὶ αὐτῆς ἐκείνης τῆς ˉεˉἰˉς προθέσεως. τοῦτο δὲ οὐδὲνκαινόν, ἐὰν καὶ ἀντὶ ἐπιρρήματός τις νοήσῃ διφορουμένου κατὰ τὴν σύνταξιν.ὥσπερ γὰρ ἀπὸ τῆς ˉἐˉξ προθέσεως ἀεὶ γενικῇ συντασσομένης τὸ ἔξω ἐπίρρημαγενόμενον ἀεὶ καὶ αὐτὸ τὴν γενικὴν ἔχει σύνταξιν, οὕτως οὐδὲν παράλογον, εἰκαὶ τὸ εἴσω γενόμενον ἀπὸ τῆς ˉεˉἰˉς προθέσεως διφορουμένης ἐν τῇ συντάξειδιφορεῖται καὶ αὐτὸ καθ' ὁμοίωσιν ἐκείνης. καὶ ἐπείπερ ἡ ˉεˉἰˉς πρόθεσις καὶαἰτιατικῇ κοινῶς οἶδε συντάσσεσθαι, ναὶ μὴν ἀλλὰ καὶ γενικῇ Ἀττικῶς, ὡς τὸεἰς Ἅιδου, διὰ τοῦτο καὶ τὸ εἴσω ποτὲ μὲν οὕτω συνταχθήσεται «Ἴλιον εἴσω», ποτὲ δὲ ἄλλως, οἷον «εἴσω τοῦ οἴκου». (ῃ. 72) [Ὅτι πρὸς ὁμοιότητα τοῦ τοξοσύνη,βριθοσύνη καὶ ἑτέρων ὁμοίων, ἃ ἐν τοῖς ἑξῆς φανεῖται, λέγει Ὅμηρος ἐνταῦθαμαντοσύνην τὴν μαντικὴν τέχνην, εἰπών, ὡς ἡγήσατο Κάλχας νηυσὶν Ἀχαιῶν 1.84 εἰς Ἴλιον, οὐ πειραθεὶς ἄλλως τοῦ τόπου, ἀλλά «ἣν διὰ μαντοσύνην, τήν οἱ πόρενἈπόλλων», ὡς ἐπιστατῶν καὶ μαντικῆς, καθὰ πολλαχοῦ φαίνεται, οἷα ἥλιος.τὸ δέ «ἣν διὰ μαντοσύνην» ἀντὶ τοῦ διὰ ἰδίαν μαντικήν. καὶ ἔστιν ἡ σύνταξιςτρόπου ποιητικοῦ, ὃς λέγεται μὲν ἀναστροφή, κεῖται δὲ μυριαχοῦ τῆς ποιήσεως.τοιοῦτον δὲ καὶ πρὸ τούτων τὸ «βῆ δὲ κατ' Οὐλύμποιο» ἀντὶ τοῦ κατέβη. καὶἀλλαχοῦ «βῆ δὲ κατ' Ἰδαίων ὀρέων» καὶ παρ' Ἡσιόδῳ τὸ «ὅν τε διά» ἤγουν δι' ὅν. (ῃ. 74) Ὅτι ὁ τοῖς ῥηθεῖσιν ἐπενηνεγμένος στίχος τρίβραχυν ἔχων πόδαἐν τῷ «∆ιῒ φίλε», λαγαρός ἐστι. θεραπεύεται δὲ τὸ πάθος ἀπ' ἐναντίας τῷπροκοιλίῳ. ἐκεῖνο μὲν γὰρ ἡ συνίζησις ἰᾶται, τοῦτο δὲ ἡ ἔκτασις τῆς ληγούσηςτοῦ «∆ιΐ» ἐκ τοῦ σφηκώδους τῆς ἐν τῷ διχρόνῳ βραχύτητος διαφυσᾷ οἷον πρὸςὄγκον σπονδειακόν.] (ῃ. 75) Ὅτι οὐχ' ὁμοίως τῷ ποιητῇ σεμνοί εἰσιν ἐν τοῖςμύθοις Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 53

γράφεται δι' αἰτίαν τοιαύτην. ἔθος τοῖς Ἀττικοῖςπολλάκις τὴν διὰ τοῦ ˉε καὶ ˉι

δίφθογγον διὰ τοῦ ˉη καὶ ˉι προάγειν καὶ οὐ μόνονἐν τῷ ἱερῇς καὶ βασιλῇς καὶ ἱππῇς,

ἀλλὰ καὶ ἐπὶ ῥημάτων, ὡς ὅτε τοῦ ᾔκαζοντὴν ἄρχουσαν διὰ τοῦ ˉη προάγουσιν· ὁμοίως

δὲ καὶ τοῦ ᾔειν, ὃ δηλοῖ τὸ ἦλθον.ὥσπερ γὰρ ἀπὸ τοῦ εἰκάζω τὸ ᾔκαζον, οὕτω καὶ ἀπὸ

τοῦ εἴω, τὸ πορεύομαι, τὸᾔειν προάγεται, τῶν μὲν ἐνεστώτων ἐχόντων τὴν διὰ τοῦ ˉε

καὶ ˉι γραφὴν, τῶνδὲ ἀπ' αὐτῶν παρῳχημένων διὰ τοῦ ˉη καὶ ˉι τὴν τῆς ἀρχούσης

ἀπαρτιζόντωνδίφθογγον. κατὰ τὸν ὅμοιον δὴ τρόπον καὶ τὸ ᾔδειν, ὃ δηλοῖ τὸ

ἠπιστάμην,ἀπὸ τοῦ εἴδω, τὸ ἐπίσταμαι, γεγονός, ὅμως ἐν τῇ παραληγούσῃ κατὰ

τὴνπαλαιὰν καὶ αὐτὸ Ἀτθίδα τὸ ˉη μετὰ τοῦ ˉι ἔχει. καὶ οὕτω μὲν καθίσταται

ἡπαραλήγουσα. ἡ δὲ λοιπὴ σκευωρία τοῦ ῥήματος τοιαύτη ἐστίν. ἔθος Ἰωνικὸνἐκράτησε

τοὺς ἐνεργητικοὺς ὑπερσυντελίκους διὰ τοῦ ˉε καὶ ˉα προάγειν κατὰτὴν λήγουσαν τοῦ

πρώτου προσώπου τῶν ἑνικῶν. τὸ γοῦν ἐπεποιήκειν πεποιήκεάφασιν Ἴωνες καὶ τὸ

ἐτετύφειν τετύφεα καὶ τὸ ᾔειν ἤϊα, οἷον «ἤϊα πολλὰγουνούμενος». ὡσαύτως καὶ τὰ

λοιπά. οὕτω γοῦν καὶ τὸ ᾔδειν διαλύοντεςᾔδεα λέγουσιν, ὡς τὸ «εἰ γὰρ ἐγὼ τάδε ᾔδεα».

τούτου δὲ κερασθέντος γίνεταιᾔδη ἐν πρώτῳ προσώπῳ καὶ δηλοῖ τὸ ἠπιστάμην, οἷον

«ᾔδη ἐγώ» τουτέστινἐγίνωσκον. καὶ εἰσὶ τούτου χρήσεις παρά τε ἄλλοις καὶ Σοφοκλεῖ.

τοῦ τοίνυνπρώτου προσώπου τοῦ ᾔδεα τὸ ˉε καὶ τὸ ˉα εἰς ˉη κεράσαντος ἐκβαίνει καὶ

τὸτρίτον ὁμόφωνον καὶ διὰ τοῦτο καὶ τὴν αὐτὴν ἔχει γραφήν. εἰ δὲ ἀδύνατον 1.82 κατὰ

τὴν αὐτὴν διάλεκτον καὶ τὸν αὐτὸν ἀριθμὸν ὁμοφωνεῖν τὸ τρίτον τῷπρώτῳ, ἀλλ' ὁ

τοιοῦτος κανὼν ἐπὶ τῶν ἀσυναιρέτων ῥημάτων εἴρηται. τὰ δὲσυναιρεθέντα, ἐπεὶ

πάσχουσι καὶ οὕτω τῆς πρωτοτυπίας κατ' ἀνάγκην ἐκπίπτουσιν, οὐδὲ τὴν τοῦ κανόνος

φυλάττουσι παρατήρησιν. Ἐνταῦθα δὲ ἰστέον καὶὡς ἔθος πολλάκις τῷ ποιητῇ, ὁπηνίκα

τὴν ἀρχὴν προσώπου μνησθείη τινὸς ἢἐπιφανοῦς ἢ ἄλλως αὐτῷ χρησίμου, λαλεῖν τι

περὶ αὐτοῦ ἐγκωμιαστικὸν καὶοὕτως αὐτὸ ἐγγράφειν καὶ οἷον ἐγκαθίζειν εἰς μνήμην

ταῖς τῶν ἀκροωμένωνψυχαῖς. καὶ τοῦτο πολλαχοῦ μὲν ποιήσει, ἄρχεται δὲ τῆς τοιαύτης

μεθόδουἐνταῦθα πρῶτον ἀπὸ τοῦ Κάλχαντος. γένος τε γὰρ αὐτοῦ ἐκτίθεται

Θεστορίδηνλέγων αὐτόν, καὶ τέχνην, ὅτι δηλαδὴ μάντις ἄριστος. [«ᾔδη γάρ», φησί, «τά

τ'ἐόντα» καὶ ἑξῆς.] καὶ γὰρ ἐκ Μελάμποδος ἱστορεῖται κατάγεσθαι τοῦ ἐξοχωτάτου ἐν

μάντεσιν, ὡς ἐν Ὀδυσσείᾳ ἱστόρηται. ἡ δὲ τοιαύτη τῷ ποιητῇ μέθοδοςἀφορμὴ γίνεται

τοῦ πολλὰ ἱστορεῖν. ἐν γὰρ τοιούτοις τόποις καὶ γενεαλογεῖκαὶ τοπογραφεῖ καὶ πράξεις

ἀρχαίας ἐκτίθεται καὶ ἄλλα καλὰ μυρία ποιεῖ.περίπυστος δὲ τὰ εἰς μαντικὴν ὁ Κάλχας, εἰ

καὶ τὰ εἰς τελευτὴν ἐδυστύχησεν·ὃς Μόψῳ, τῷ ἐγγόνῳ Τειρεσίου, περιτυχὼν περί που

Κολοφῶνα κατὰ τὸν Γεωγράφον–ἄλλοι γὰρ ἄλλως ἱστόρησαν–καὶ ἡττηθεὶς ἐπὶ μαντικῇ

διὰ λύπηνἀπέθανε σφαλεὶς μὲν τοῦ ἀριθμοῦ τῶν ὀλόνθων τοῦ ἐρινεοῦ, ὡς καὶ

Λυκόφρωνἱστορεῖ, οἳ τὸν ἀριθμὸν ἦσαν μύριοι κατὰ τὴν ἱστορίαν τοῦ Γεωγράφου,μέτρῳ

δὲ μέδιμνος ἑνὸς ὀλόνθου περιττεύοντος· ἀστοχήσας δέ, φησί, καὶ τοῦπροβλήματος τῆς

ὑός, ἥτις τρεῖς εἶχε χοίρους, ὧν ἡ μία θῆλυς. ὅτι δέ τινέςφασιν ἐν τῇ τοῦ Κάλχαντος

Ὁμηρικῇ γενεαλογίᾳ στίχους ἐκλελοιπέναι, ὁ Πορφύριος ἱστορεῖ ἐκτιθέμενος καὶ

στίχους δύο, ἐν οἷς Εὐβοεύς τε φαίνεταιεἶναι καὶ Ἄβαντος ἀπόγονος. [Ὅτι δὲ κάλχη ἡ

πορφύρα καὶ ἀπ' αὐτῆς Κάλχας, ὁ ἢ πορφύρων, ὅ ἐστιν ἐν βάθει βυσσοδομεύων μαντικὰ

ἢ ἀλλοῖά τινα, ἢ ὁκατὰ χρόαν οἷον κάλχεος ἤγουν πορφύρεος καθ' ὁμοιότητα τοῦ

Ὁμηρικοῦ Φοίνικος· καὶ ὅτι καλχαίνειν ἔπος ἢ τὸ πορφύρειν κατὰ νοῦν βύθιον ὡς ἐκ

τῆςκάλχης ἢ τὸ μαντεύεσθαι ὡς ἐκ τοῦ Κάλχαντος, δῆλον ἀπὸ τῶν παλαιῶν. ὅτι δὲὁ

οἰωνοπόλος καὶ οἰωνόμαντις λέγεται καὶ οἰωνοθέτης καὶ οἰωνιστής, δηλοῦσινοἱ

παλαιοί, παρ' οἷς καὶ ἡ ὀνειροκριτικὴ περιφραζομένη μαντεία λέγεται»βροτῶν δεινοῖς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

52

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!