18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πάνθ' ὁμοῦ ἑκατὸν συμμιγῆ βοσκήματα». συνᾴδει δὲ τῷ λόγῳτούτῳ καὶ ὁ εἰπών

«ποιοῦσιν ἑκατόμβας ἑκάστου γένους Ἑλληνικῶς», ὡς καὶ Πίνδαρός φησι «πάντα θύειν

ἑκατόν». τινὲς δὲ ἑκατόμβην εἶπον τὴν ἐξἑκατὸν βάσεων ἤτοι ποδῶν, ὡς εἶναι τούτῳ

τῷ λόγῳ ἑκατόμβην καὶ τὴν ἐκ ζῴωνσυντελουμένην τετραπόδων πέντε πρὸς τοῖς

εἴκοσι. καὶ οἱ μὲν ταῦτα εἰπόντεςὡρισμένον τι δεδηλώκασιν. ἄλλοι δὲ εἰς ἀοριστίαν τὸν

λόγον ἐξαγαγόντες καὶτὸ ἑκατὸν ἀντὶ τοῦ πολλά νοήσαντες ἀορίστως ἑκατόμβην φασὶ

τὴν ἐκ πολλῶνἁπλῶς ζῴων, οἷα τὸν ἑκατὸν ἀριθμὸν πολλάκις καὶ ἐπὶ τοιούτου

σημαινομένουεὑρίσκοντες κείμενον, ὡς καὶ ἐν τῷ «ἑκατόνζυγος ναῦς» ἡ πολύζυγος

[καὶ»ἑκατὸν δέ τε δούραθ' ἀμάξης» καὶ «ἑκατόγχειρ Αἰγαίων» καὶ «ἑκατόμπολις

Κρήτη». οὐ μὴν τοιοῦτον καὶ αἱ Ἑκατόννησοι. ἐκεῖναι γὰρ ὡς Ἑκάτου ἤγουνἈπόλλωνος

νῆσοι οὕτω λέγονται.] Σημείωσαι δὲ ὅπως ἐκ τοῦ αὐτοῦ μὲν παράγεται καὶ ἡ ἑκατόμβη,

ὅθεν καὶ τὸ ἑκατόμβοιον, ἡ δὲ σημασία αὐτῶν πλεῖστονἔχει τὸ διάφορον, ὡς ἐν οἰκείῳ

τόπῳ φανήσεται. καὶ ὅτι, εἰ καὶ πολλὰ ζῷα ἐν τῇἑκατόμβῃ, νικᾷ ὅμως τὸ τοῦ βοὸς

ὄνομα διὰ τὸ τίμιον, ὃς καὶ ὀψέ ποτε κατήρχθη 1.80 σφάζεσθαι τυπούμενος καὶ ἐν

νομίσμασιν. Ἰστέον δὲ ὅτι ἐν τῷ «εὐχωλῆςἐπιμέμφεται» λείπει τὸ ἕνεκεν, ἵνα λέγῃ, ὅτι

ἐπιμέμφεται ἡμῖν ἕνεκεν εὐχῆς.καὶ τοῦτο δηλοῖ ὁ ποιητὴς καὶ ἐν τοῖς ἑξῆς εἰπών· «οὔτε

εὐχῆς οὔτε ἑκατόμβηςἐπιμέμφεται, ἀλλ' ἕνεκ' ἀρητῆρος» ἐπιμέμφεται δηλαδή. [ἰστέον

δὲ ὅτι τὸ»ἑκατόμβης ἐπιμέμψασθαι» «ἱρῶν μηνίσαι» φησὶν ἐν τοῖς ἑξῆς.] (ῃ. 66) Τὸ

δὲἀρνῶν κατὰ τοὺς παλαιοὺς οὐκ ἀπὸ μονοσυλλάβου εὐθείας κλίνεται–ἄρρητοςγὰρ ἡ

τοιαύτη–ἀλλ' ἔστιν εὐθεῖα δισύλλαβος ἀρήν ἀρῆνος καὶ ἐξ αὐτοῦ κατὰσυγκοπὴν τὸ

ἀρνός ἀρνί καὶ ἡ λοιπὴ κλίσις. ἐτυμολογεῖται δὲ ἡ λέξις παρὰ τὴνἀράν, ὅ ἐστι τὴν εὐχήν,

ὅτι τε ἐν εὐχαῖς παρελαμβάνετο τὸ ζῷον θυόμενον καὶὅτι καὶ ἄλλως εὐκταῖον ἦν ἡ τῶν

τετραπόδων κτῆσις τοῖς παλαιοῖς. κνίσσα δὲλέγεται μὲν καὶ ἐπὶ λίπους καὶ ἄλλων

τινῶν, ἐνταῦθα δὲ ἡ λέξις τὴν ἀπὸκρεάτων ὀπτωμένων ἀνάδοσιν δηλοῖ τοῦ καπνοῦ. ὅτι

δὲ ἡ κνίσσα καὶ δι' ἑνὸςˉσ γράφεται καὶ ἐκτείνει τὴν παραλήγουσαν καὶ ἐκ τοῦ κνῶ

κνίζω γίνεται κατὰτὸν Ἡρωδιανόν, δηλοῦται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. τὸ δὲ

τελείων οὐ μάτην ὁ ποιητὴς προσέθετο–οὐδεμίαν γὰρ λέξιν εἰκῇ παραρρίπτειν

οἶδεναὐτός–ἀλλ' ὅτι τοῖς θείοις ὡς τελείοις προσάγειν χρὴ τέλεια. ἢ καὶ

πρὸςἀντιδιαστολὴν εἶπε τοῦτο τῶν ἀρνῶν οὐ τελείων ὄντων. ἀτελεῖς γὰρ οἱ ἄρνες ἔτι.ὁ

μέντοι ἀρνειὸς τέλειός ἐστιν, ὡς καὶ ἐν Ὀδυσσείᾳ δηλοῖ ὁ ποιητής. (ῃ. 67)[Λοιγὸς δὲ ὁ

ὄλεθρος ἢ ἀπὸ τοῦ λείπω κατὰ τοὺς παλαιούς, ὅθεν καὶ ὁ λοιμός,φασίν, ὁ κατά τε νόσον

καὶ ὁ φθορεύς. ἢ μᾶλλον παρὰ τὸ λέγω ὁ λέγων, ὅ ἐστικοιμίζων εἰς θάνατον. μάλιστα δὲ

παρὰ τὸ ὀλίγος μεταθέσει τοῦ ˉο, ὁ ὀλιγῶντοὺς ζῶντας. εἰσὶ δὲ καὶ ἕτεραι μεταθέσεις

τοιαῦται, ἐν αἷς φανεῖται εἶναι καὶ ὁλοῖσθος. ἐκ δὲ τοῦ λοιγός καὶ ὁ βροτολοιγὸς καὶ ὁ

ἀθηρηλοιγὸς καὶ τὸ λοίγιον.]ἀμῦναι δὲ λέγει τὸ ἀπροφασίστως βοηθῆσαι δίχα μύνης, ὅ

ἐστι προφάσεως.μύνην γὰρ ἐν Ὀδυσσείᾳ ὁ ποιητὴς λέγει τὴν πρόφασιν. (ῃ. 68) Ὅτι ὁ

ˉἤˉτˉοˉι καὶ ὁ ˉμˉεˉν ἄλλως ἀδιάφοροι ὄντες ὅμως διαφέρουσι, καθότι ὁ μὲν ἤτοι ἐν

καταρχῇἀεὶ λόγου τίθεται, οἷον «ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἂρ ἕζετο». ὁ δὲ ˉμˉεˉν

σύνδεσμοςοὐ πίπτει ποτὲ ἐν λόγου ἀρχῇ, οἷον «ἀλλὰ σὺ μὲν ταύτην θεῷ πρόες». καὶ ὁ

μὲν 1.81 ˉἠˉτˉοˉι ποιητικός ἐστιν, ὁ δὲ ˉμˉεˉν τῆς κοινῆς φράσεως. τοιοῦτον δέ τι καὶ

περὶ τοῦˉἀˉτˉαˉρ καὶ ˉαˉὐˉτˉαˉρ καὶ ˉδˉε ῥηθήσεται. [Ἰστέον δὲ ὡς οἱ μεθ' Ὅμηρον τὸ

ἤτοι χυδαϊστὶ μὲν ἑρμηνευτικὸν οἴονται σύνδεσμον, καθὰ καὶ τὸ ἤγουν καὶ εἴτ'

οὖν,ἀκριβῶς δὲ νοήματα διαζευγνύουσιν ἐν αὐτῷ, οἷον «ἤτοι τέθνηκεν ἢ ζῇ» καὶ»ἤτοι

ἄνθρωπος ἦν ἢ ἕτερον ζῷον». (ῃ. 69) Ὅτι τὸν Θεστορίδην Θεστόρειονκτητικῶς λέγει ὁ

Σοφοκλῆς.] (ῃ. 70) Ὅτι τὸ ᾔδη ἀντὶ τοῦ ἠπίστατο διὰ τῶνδύο ˉη παρὰ τῷ ποιητῇ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

51

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!