Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ὀνείρους καὶ κατ' αὐτοὺςπρολέγων, ὡς ὁ Ἀγαμέμνων ἐν τῇ βῆτα ῥαψῳδίᾳ, ἢ ὁ τοὺς ὑπ' ἄλλων βλεπο1.78 μένους διευκρινῶν, ὡς τοὺς τῆς Πηνελόπης ὁ Ὀδυσσεύς. καί εἰσιν ἔγγραφοίτινες τέχναι ὀνειροκριτικαί, ὥσπερ ἦσαν καὶ οἰωνιστικαὶ καὶ θυτικαὶ καὶἕτεραι. ὅτι δὲ τὸν οἰωνοπόλον ἐξέχειν οἶδεν ὁ ποιητής, δῆλον ἐκ τοῦ ὡς ἐπὶ πολὺδι' οἰωνοσκοπίας παρ' αὐτῷ σημαίνεσθαι τὰ μέλλοντα. φανερὸν δὲ καὶ ὅτιοἶδεν ὁ ποιητὴς καὶ ἄλλους τρόπους μαντικῆς, τήν τε διὰ σημείων καὶ τεράτωνκαὶ τὴν διὰ τῆς φήμης δέ, ὡς ἐν Ὀδυσσείᾳ φαίνεται. πολλαὶ δὲ καὶ ἄλλαιπαρὰ τοῖς παλαιοῖς τερθρεῖαι μαντικαί. φύλλων τε γὰρ ψόφοις τοῖς ἐν τῷκαίεσθαι προειδέναι τὸ μέλλον ᾤοντο καὶ λαχμοῖς τισι καὶ ἐνοδίοις συμβόλοις,ὁποῖον καὶ τὸ τοῦ Ἱπποκράτους λεγόμενον φέρεται, καὶ ἑτέροις μυρίοις, ὧνοὐδένα λόγον Ὅμηρος τίθεται, ὅσγε καὶ τὸν ὀνειροπόλον φαίνεται ὑποβιβάζειντοῖς ἄλλοις διὰ τὸ περὶ πταιστὸν ὑποκείμενον καταγίνεσθαι, οἷα μὴ πάντων τῶνὀνείρων ἀληθευόντων, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ δείκνυσιν, ἀλλὰ μὴν καὶ ἐν τῷεἰπεῖν «καὶ γάρ τ' ὄναρ ἐκ ∆ιός ἐστι». τοῦτο γὰρ εἰς λύσιν ἀπορίας ἐπήγαγεν,ὥς τινος ἐρωτήσοντος «τί οὖν καὶ ὀνειροπόλον ἐρωτήσομεν τὸν περὶ ψευδῆκαταγινόμενον» καὶ καθ' Ἡρόδοτον εἰπεῖν «πεπλανημένα εἰς ἀνθρώπουςἐνύπνια περιεργαζόμενον»; τοῦτο δὴ λύων φησίν, ὅτι οὐ πάντες ὄνειροι ψευδεῖς,ἀλλά τινες ἂν γένοιντο καὶ ἐκ ∆ιός, οὓς καὶ διοπέμπτους ἐκάλουν. οἱ δὲ τοιοῦτοικυρίως εἶχον τὴν τοῦ ὀνείρου κλῆσιν, ὡς τὸ ὂν ἤτοι τὸ ἀληθὲς εἴροντες καὶλέγοντες. διὸ καὶ ὀμφὴ ὁ τοιοῦτος ὄνειρος ἐλέγετο διὰ τὸ τὸ ὂν φαίνειν. ἰστέον δὲὅτι, κἄν τε εἴπῃ τις «καὶ γάρ τι ὄναρ», ἐμερίκευσε τὸν ἁπλῶς ὄνειρον, κἄν τεεἴπῃ «καὶ γάρ τε ὄναρ», ὁμοίως μερικῶς εἶπε διὰ τὸ ἀπροσδιορίστως καὶ δίχαἄρθρου εἰπεῖν. ὁ δὲ εἰπών· «καὶ γὰρ τὸ ὄναρ ἢ τοὖναρ ἢ πᾶν ὄναρ» ἐκεῖνοςἁπλῶς εἶπε καὶ οὐ πρὸς μέρος ἀλλὰ καθόλου. καὶ ταῦτα μὲν ἐν τούτοις. οἱ δὲπαλαιοὶ ἐν τῷ «ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν» φασὶ καὶ ὅτι κοινή πώς ἐστιτέχνη ἰατρικὴ καὶ μαντική, Μελάμπους οὖν καὶ Πολύειδος ἀμφότεροι ἐπ' ἀμφοῖνἔνδοξοι ἐγένοντο. καὶ Αἰσχύλος δέ που, φασί, τὸν ἰατρὸν μάντιν ὀνομάζει. καὶἈχιλλεὺς δὲ ἰατρικῶς νοήσας τὰ κατὰ τὸν λοιμὸν μαντικῆς δέεται. (ῃ. 62–4)[̓Ιστέον δὲ ὅτι τε ἐν τῷ «ἀλλ' ἄγε δή» τὸ ἄγε οὐκ ἔστι καθαρῶς ῥῆμα προστακτικόν, ἀλλ' ὡς ἐπίρρημα παρακελευσματικὸν κατὰ τὸ «φέρε, εἶα, ἄγρει,δεῦρο» καὶ τὰ τοιαῦτα. ὧν ἴδιον τὸ καὶ ἑνικοῖς καὶ πληθυντικοῖς ῥήμασισυντάσσεσθαι. καὶ ὅτι τὸ ἐρείομεν πλεονασμὸν ἔχει καὶ αὐτὸ τῆς ˉεˉι διφθόγγου.καὶ ὅτι ταὐτόν ἐστιν ἱερέα εἰπεῖν καὶ ἐμπύρων γευόμενον καὶ ἐμπύροις χρώμενονκατὰ τὸ «ἐμπύρων ἐγευόμην» καὶ «ὃς ἐμπύρῳ χρῆται τέχνῃ». καὶ ὅτι τὸ 1.79 ὀνειροπόλος ὁμοίως τῷ οἰωνοπόλος σύγκειται. καὶ ὅτι τὸ «καὶ γάρ τ' ὄναρ ἐκ ∆ιός ἐστιν» ἐπεμβολή ἐστι συστατική, ὡς εἴρηται, τοῦ ὀνειροπόλου. διὸ καὶαὐτοῦ δίχα εὐοδοῦται ἡ σύνταξις οὕτω· «ἀλλ' ἄγε δὴ ἐρείομεν τὸν δεῖνα ἢ τὸνδεῖνα, ὃς εἴποι ἂν διὰ τί τόσσον ἐχώσατο Ἀπόλλων», ὅ ἐστι συνεχέθη τῷ θυμῷ.ἔστι δὲ τοῦ χώσατο θέμα τὸ χῶ, ὡς καὶ τοῦ ἐρρώσαντο τὸ ῥῶ. τὸ γὰρ χώω καὶῥώω καὶ ζώω καὶ τὰ τοιαῦτα οὐ κινοῦνται εἰς μέλλοντα.] (ῃ. 65) Ὅτι ἑκατόμβηἡ θυσία οὐχ' ἁπλῶς, ἀλλ' ἡ πολυτελής, ἡ ἐξ ἑκατὸν δηλονότι κυρίως βοῶν.[ἣν δὴ καὶ «βούταν φόνον» κατὰ τὴν τραγῳδίαν ὀρθῶς εἴποι τις ἄν], ὁποίαν καὶὁ παρὰ Ἡροδότῳ θύσας Κλεισθένης εὐώχει τοὺς τῆς θυγατρὸς μνηστῆρας καὶτοὺς πολίτας· καθὰ καὶ χιλιόμβη ἡ ἀπὸ χιλίων. καταχρηστικῶς μέντοι καὶ ἡἐξ ἑκατὸν ζῴων ἤ, καιριώτερον εἰπεῖν, βοσκημάτων τοῦ τῶν βοῶν μέρουςσυνεισάγοντος καὶ τὰ λοιπά. διὸ καὶ ὁ ποιητὴς εἰπών «εἴπερ εὐχωλῆς ἐπιμέμφεται καὶ ἑκατόμβης», ἐπάγει «εἴ πως βούλεται ἡμῖν τὸν λοιγὸν ἀμῦναιἀρνῶν κνίσσης αἰγῶν τε τελείων μετασχών», ὡς τῇ ἑκατόμβῃ πάντως καὶἀρνῶν συνεισαγομένων καὶ αἰγῶν. οὕτω δὲ καὶ Σοφοκλῆς οἶδε. φησὶ γοῦν ἐν Τραχινίαις «τὰ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 50

πάνθ' ὁμοῦ ἑκατὸν συμμιγῆ βοσκήματα». συνᾴδει δὲ τῷ λόγῳτούτῳ καὶ ὁ εἰπών «ποιοῦσιν ἑκατόμβας ἑκάστου γένους Ἑλληνικῶς», ὡς καὶ Πίνδαρός φησι «πάντα θύειν ἑκατόν». τινὲς δὲ ἑκατόμβην εἶπον τὴν ἐξἑκατὸν βάσεων ἤτοι ποδῶν, ὡς εἶναι τούτῳ τῷ λόγῳ ἑκατόμβην καὶ τὴν ἐκ ζῴωνσυντελουμένην τετραπόδων πέντε πρὸς τοῖς εἴκοσι. καὶ οἱ μὲν ταῦτα εἰπόντεςὡρισμένον τι δεδηλώκασιν. ἄλλοι δὲ εἰς ἀοριστίαν τὸν λόγον ἐξαγαγόντες καὶτὸ ἑκατὸν ἀντὶ τοῦ πολλά νοήσαντες ἀορίστως ἑκατόμβην φασὶ τὴν ἐκ πολλῶνἁπλῶς ζῴων, οἷα τὸν ἑκατὸν ἀριθμὸν πολλάκις καὶ ἐπὶ τοιούτου σημαινομένουεὑρίσκοντες κείμενον, ὡς καὶ ἐν τῷ «ἑκατόνζυγος ναῦς» ἡ πολύζυγος [καὶ»ἑκατὸν δέ τε δούραθ' ἀμάξης» καὶ «ἑκατόγχειρ Αἰγαίων» καὶ «ἑκατόμπολις Κρήτη». οὐ μὴν τοιοῦτον καὶ αἱ Ἑκατόννησοι. ἐκεῖναι γὰρ ὡς Ἑκάτου ἤγουνἈπόλλωνος νῆσοι οὕτω λέγονται.] Σημείωσαι δὲ ὅπως ἐκ τοῦ αὐτοῦ μὲν παράγεται καὶ ἡ ἑκατόμβη, ὅθεν καὶ τὸ ἑκατόμβοιον, ἡ δὲ σημασία αὐτῶν πλεῖστονἔχει τὸ διάφορον, ὡς ἐν οἰκείῳ τόπῳ φανήσεται. καὶ ὅτι, εἰ καὶ πολλὰ ζῷα ἐν τῇἑκατόμβῃ, νικᾷ ὅμως τὸ τοῦ βοὸς ὄνομα διὰ τὸ τίμιον, ὃς καὶ ὀψέ ποτε κατήρχθη 1.80 σφάζεσθαι τυπούμενος καὶ ἐν νομίσμασιν. Ἰστέον δὲ ὅτι ἐν τῷ «εὐχωλῆςἐπιμέμφεται» λείπει τὸ ἕνεκεν, ἵνα λέγῃ, ὅτι ἐπιμέμφεται ἡμῖν ἕνεκεν εὐχῆς.καὶ τοῦτο δηλοῖ ὁ ποιητὴς καὶ ἐν τοῖς ἑξῆς εἰπών· «οὔτε εὐχῆς οὔτε ἑκατόμβηςἐπιμέμφεται, ἀλλ' ἕνεκ' ἀρητῆρος» ἐπιμέμφεται δηλαδή. [ἰστέον δὲ ὅτι τὸ»ἑκατόμβης ἐπιμέμψασθαι» «ἱρῶν μηνίσαι» φησὶν ἐν τοῖς ἑξῆς.] (ῃ. 66) Τὸ δὲἀρνῶν κατὰ τοὺς παλαιοὺς οὐκ ἀπὸ μονοσυλλάβου εὐθείας κλίνεται–ἄρρητοςγὰρ ἡ τοιαύτη–ἀλλ' ἔστιν εὐθεῖα δισύλλαβος ἀρήν ἀρῆνος καὶ ἐξ αὐτοῦ κατὰσυγκοπὴν τὸ ἀρνός ἀρνί καὶ ἡ λοιπὴ κλίσις. ἐτυμολογεῖται δὲ ἡ λέξις παρὰ τὴνἀράν, ὅ ἐστι τὴν εὐχήν, ὅτι τε ἐν εὐχαῖς παρελαμβάνετο τὸ ζῷον θυόμενον καὶὅτι καὶ ἄλλως εὐκταῖον ἦν ἡ τῶν τετραπόδων κτῆσις τοῖς παλαιοῖς. κνίσσα δὲλέγεται μὲν καὶ ἐπὶ λίπους καὶ ἄλλων τινῶν, ἐνταῦθα δὲ ἡ λέξις τὴν ἀπὸκρεάτων ὀπτωμένων ἀνάδοσιν δηλοῖ τοῦ καπνοῦ. ὅτι δὲ ἡ κνίσσα καὶ δι' ἑνὸςˉσ γράφεται καὶ ἐκτείνει τὴν παραλήγουσαν καὶ ἐκ τοῦ κνῶ κνίζω γίνεται κατὰτὸν Ἡρωδιανόν, δηλοῦται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. τὸ δὲ τελείων οὐ μάτην ὁ ποιητὴς προσέθετο–οὐδεμίαν γὰρ λέξιν εἰκῇ παραρρίπτειν οἶδεναὐτός–ἀλλ' ὅτι τοῖς θείοις ὡς τελείοις προσάγειν χρὴ τέλεια. ἢ καὶ πρὸςἀντιδιαστολὴν εἶπε τοῦτο τῶν ἀρνῶν οὐ τελείων ὄντων. ἀτελεῖς γὰρ οἱ ἄρνες ἔτι.ὁ μέντοι ἀρνειὸς τέλειός ἐστιν, ὡς καὶ ἐν Ὀδυσσείᾳ δηλοῖ ὁ ποιητής. (ῃ. 67)[Λοιγὸς δὲ ὁ ὄλεθρος ἢ ἀπὸ τοῦ λείπω κατὰ τοὺς παλαιούς, ὅθεν καὶ ὁ λοιμός,φασίν, ὁ κατά τε νόσον καὶ ὁ φθορεύς. ἢ μᾶλλον παρὰ τὸ λέγω ὁ λέγων, ὅ ἐστικοιμίζων εἰς θάνατον. μάλιστα δὲ παρὰ τὸ ὀλίγος μεταθέσει τοῦ ˉο, ὁ ὀλιγῶντοὺς ζῶντας. εἰσὶ δὲ καὶ ἕτεραι μεταθέσεις τοιαῦται, ἐν αἷς φανεῖται εἶναι καὶ ὁλοῖσθος. ἐκ δὲ τοῦ λοιγός καὶ ὁ βροτολοιγὸς καὶ ὁ ἀθηρηλοιγὸς καὶ τὸ λοίγιον.]ἀμῦναι δὲ λέγει τὸ ἀπροφασίστως βοηθῆσαι δίχα μύνης, ὅ ἐστι προφάσεως.μύνην γὰρ ἐν Ὀδυσσείᾳ ὁ ποιητὴς λέγει τὴν πρόφασιν. (ῃ. 68) Ὅτι ὁ ˉἤˉτˉοˉι καὶ ὁ ˉμˉεˉν ἄλλως ἀδιάφοροι ὄντες ὅμως διαφέρουσι, καθότι ὁ μὲν ἤτοι ἐν καταρχῇἀεὶ λόγου τίθεται, οἷον «ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἂρ ἕζετο». ὁ δὲ ˉμˉεˉν σύνδεσμοςοὐ πίπτει ποτὲ ἐν λόγου ἀρχῇ, οἷον «ἀλλὰ σὺ μὲν ταύτην θεῷ πρόες». καὶ ὁ μὲν 1.81 ˉἠˉτˉοˉι ποιητικός ἐστιν, ὁ δὲ ˉμˉεˉν τῆς κοινῆς φράσεως. τοιοῦτον δέ τι καὶ περὶ τοῦˉἀˉτˉαˉρ καὶ ˉαˉὐˉτˉαˉρ καὶ ˉδˉε ῥηθήσεται. [Ἰστέον δὲ ὡς οἱ μεθ' Ὅμηρον τὸ ἤτοι χυδαϊστὶ μὲν ἑρμηνευτικὸν οἴονται σύνδεσμον, καθὰ καὶ τὸ ἤγουν καὶ εἴτ' οὖν,ἀκριβῶς δὲ νοήματα διαζευγνύουσιν ἐν αὐτῷ, οἷον «ἤτοι τέθνηκεν ἢ ζῇ» καὶ»ἤτοι ἄνθρωπος ἦν ἢ ἕτερον ζῷον». (ῃ. 69) Ὅτι τὸν Θεστορίδην Θεστόρειονκτητικῶς λέγει ὁ Σοφοκλῆς.] (ῃ. 70) Ὅτι τὸ ᾔδη ἀντὶ τοῦ ἠπίστατο διὰ τῶνδύο ˉη παρὰ τῷ ποιητῇ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 51

ὀνείρους καὶ κατ' αὐτοὺςπρολέγων, ὡς ὁ Ἀγαμέμνων ἐν τῇ βῆτα ῥαψῳδίᾳ, ἢ ὁ τοὺς ὑπ'

ἄλλων βλεπο1.78 μένους διευκρινῶν, ὡς τοὺς τῆς Πηνελόπης ὁ Ὀδυσσεύς. καί εἰσιν

ἔγγραφοίτινες τέχναι ὀνειροκριτικαί, ὥσπερ ἦσαν καὶ οἰωνιστικαὶ καὶ θυτικαὶ

καὶἕτεραι. ὅτι δὲ τὸν οἰωνοπόλον ἐξέχειν οἶδεν ὁ ποιητής, δῆλον ἐκ τοῦ ὡς ἐπὶ πολὺδι'

οἰωνοσκοπίας παρ' αὐτῷ σημαίνεσθαι τὰ μέλλοντα. φανερὸν δὲ καὶ ὅτιοἶδεν ὁ ποιητὴς

καὶ ἄλλους τρόπους μαντικῆς, τήν τε διὰ σημείων καὶ τεράτωνκαὶ τὴν διὰ τῆς φήμης δέ,

ὡς ἐν Ὀδυσσείᾳ φαίνεται. πολλαὶ δὲ καὶ ἄλλαιπαρὰ τοῖς παλαιοῖς τερθρεῖαι μαντικαί.

φύλλων τε γὰρ ψόφοις τοῖς ἐν τῷκαίεσθαι προειδέναι τὸ μέλλον ᾤοντο καὶ λαχμοῖς τισι

καὶ ἐνοδίοις συμβόλοις,ὁποῖον καὶ τὸ τοῦ Ἱπποκράτους λεγόμενον φέρεται, καὶ ἑτέροις

μυρίοις, ὧνοὐδένα λόγον Ὅμηρος τίθεται, ὅσγε καὶ τὸν ὀνειροπόλον φαίνεται

ὑποβιβάζειντοῖς ἄλλοις διὰ τὸ περὶ πταιστὸν ὑποκείμενον καταγίνεσθαι, οἷα μὴ πάντων

τῶνὀνείρων ἀληθευόντων, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ δείκνυσιν, ἀλλὰ μὴν καὶ ἐν τῷεἰπεῖν

«καὶ γάρ τ' ὄναρ ἐκ ∆ιός ἐστι». τοῦτο γὰρ εἰς λύσιν ἀπορίας ἐπήγαγεν,ὥς τινος

ἐρωτήσοντος «τί οὖν καὶ ὀνειροπόλον ἐρωτήσομεν τὸν περὶ ψευδῆκαταγινόμενον» καὶ

καθ' Ἡρόδοτον εἰπεῖν «πεπλανημένα εἰς ἀνθρώπουςἐνύπνια περιεργαζόμενον»; τοῦτο

δὴ λύων φησίν, ὅτι οὐ πάντες ὄνειροι ψευδεῖς,ἀλλά τινες ἂν γένοιντο καὶ ἐκ ∆ιός, οὓς

καὶ διοπέμπτους ἐκάλουν. οἱ δὲ τοιοῦτοικυρίως εἶχον τὴν τοῦ ὀνείρου κλῆσιν, ὡς τὸ ὂν

ἤτοι τὸ ἀληθὲς εἴροντες καὶλέγοντες. διὸ καὶ ὀμφὴ ὁ τοιοῦτος ὄνειρος ἐλέγετο διὰ τὸ τὸ

ὂν φαίνειν. ἰστέον δὲὅτι, κἄν τε εἴπῃ τις «καὶ γάρ τι ὄναρ», ἐμερίκευσε τὸν ἁπλῶς

ὄνειρον, κἄν τεεἴπῃ «καὶ γάρ τε ὄναρ», ὁμοίως μερικῶς εἶπε διὰ τὸ ἀπροσδιορίστως καὶ

δίχαἄρθρου εἰπεῖν. ὁ δὲ εἰπών· «καὶ γὰρ τὸ ὄναρ ἢ τοὖναρ ἢ πᾶν ὄναρ» ἐκεῖνοςἁπλῶς

εἶπε καὶ οὐ πρὸς μέρος ἀλλὰ καθόλου. καὶ ταῦτα μὲν ἐν τούτοις. οἱ δὲπαλαιοὶ ἐν τῷ

«ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν» φασὶ καὶ ὅτι κοινή πώς ἐστιτέχνη ἰατρικὴ καὶ

μαντική, Μελάμπους οὖν καὶ Πολύειδος ἀμφότεροι ἐπ' ἀμφοῖνἔνδοξοι ἐγένοντο. καὶ

Αἰσχύλος δέ που, φασί, τὸν ἰατρὸν μάντιν ὀνομάζει. καὶἈχιλλεὺς δὲ ἰατρικῶς νοήσας τὰ

κατὰ τὸν λοιμὸν μαντικῆς δέεται. (ῃ. 62–4)[̓Ιστέον δὲ ὅτι τε ἐν τῷ «ἀλλ' ἄγε δή» τὸ ἄγε

οὐκ ἔστι καθαρῶς ῥῆμα προστακτικόν, ἀλλ' ὡς ἐπίρρημα παρακελευσματικὸν κατὰ τὸ

«φέρε, εἶα, ἄγρει,δεῦρο» καὶ τὰ τοιαῦτα. ὧν ἴδιον τὸ καὶ ἑνικοῖς καὶ πληθυντικοῖς

ῥήμασισυντάσσεσθαι. καὶ ὅτι τὸ ἐρείομεν πλεονασμὸν ἔχει καὶ αὐτὸ τῆς ˉεˉι

διφθόγγου.καὶ ὅτι ταὐτόν ἐστιν ἱερέα εἰπεῖν καὶ ἐμπύρων γευόμενον καὶ ἐμπύροις

χρώμενονκατὰ τὸ «ἐμπύρων ἐγευόμην» καὶ «ὃς ἐμπύρῳ χρῆται τέχνῃ». καὶ ὅτι τὸ 1.79

ὀνειροπόλος ὁμοίως τῷ οἰωνοπόλος σύγκειται. καὶ ὅτι τὸ «καὶ γάρ τ' ὄναρ ἐκ ∆ιός

ἐστιν» ἐπεμβολή ἐστι συστατική, ὡς εἴρηται, τοῦ ὀνειροπόλου. διὸ καὶαὐτοῦ δίχα

εὐοδοῦται ἡ σύνταξις οὕτω· «ἀλλ' ἄγε δὴ ἐρείομεν τὸν δεῖνα ἢ τὸνδεῖνα, ὃς εἴποι ἂν διὰ

τί τόσσον ἐχώσατο Ἀπόλλων», ὅ ἐστι συνεχέθη τῷ θυμῷ.ἔστι δὲ τοῦ χώσατο θέμα τὸ χῶ,

ὡς καὶ τοῦ ἐρρώσαντο τὸ ῥῶ. τὸ γὰρ χώω καὶῥώω καὶ ζώω καὶ τὰ τοιαῦτα οὐ κινοῦνται

εἰς μέλλοντα.] (ῃ. 65) Ὅτι ἑκατόμβηἡ θυσία οὐχ' ἁπλῶς, ἀλλ' ἡ πολυτελής, ἡ ἐξ ἑκατὸν

δηλονότι κυρίως βοῶν.[ἣν δὴ καὶ «βούταν φόνον» κατὰ τὴν τραγῳδίαν ὀρθῶς εἴποι τις

ἄν], ὁποίαν καὶὁ παρὰ Ἡροδότῳ θύσας Κλεισθένης εὐώχει τοὺς τῆς θυγατρὸς

μνηστῆρας καὶτοὺς πολίτας· καθὰ καὶ χιλιόμβη ἡ ἀπὸ χιλίων. καταχρηστικῶς μέντοι

καὶ ἡἐξ ἑκατὸν ζῴων ἤ, καιριώτερον εἰπεῖν, βοσκημάτων τοῦ τῶν βοῶν

μέρουςσυνεισάγοντος καὶ τὰ λοιπά. διὸ καὶ ὁ ποιητὴς εἰπών «εἴπερ εὐχωλῆς

ἐπιμέμφεται καὶ ἑκατόμβης», ἐπάγει «εἴ πως βούλεται ἡμῖν τὸν λοιγὸν ἀμῦναιἀρνῶν

κνίσσης αἰγῶν τε τελείων μετασχών», ὡς τῇ ἑκατόμβῃ πάντως καὶἀρνῶν

συνεισαγομένων καὶ αἰγῶν. οὕτω δὲ καὶ Σοφοκλῆς οἶδε. φησὶ γοῦν ἐν Τραχινίαις «τὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

50

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!