18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ζητητέον ἐν τοῖς εἰς τοῦτο γράψασιν, 1.7 ἐν οἷς ἔκκεινται καὶ τὰ ῥητὰ τῆς ἔριδος.

ὡσαύτως καὶ ἐὰν ἐπὶ τῶν Τρωϊκῶνἔτυχεν ὢν ἢ μᾶλλον μετὰ τὰ Τρωϊκά. ταῦτα γὰρ

πάντα εἰ ἐπιμελῶς φυλοκρινήσειτις, βίβλος ἱστορικὴ πολύλογος συντεθήσεται. ἡμῖν δὲ

οὐ τοῦτο σκοπός, ἐκεῖνοδὲ μᾶλλον ὃ καὶ προεξεθέμεθα. Ἔτι κἀκεῖνο προλαβεῖν χρὴ

ἐχόμενον ἤδη καὶπροκλητικὸν τοῦ παρεκβολικοῦ σκοποῦ, ὅτι ἀνδρώδης μὲν ἡ Ἰλιὰς καὶ

σεμνοτέρακαὶ ὕψος ἔχουσα, ἐπεὶ καὶ ἡρωϊκωτέρα· ἠθικὴ δὲ ἡ Ὀδύσσεια, ὡς ἐκεῖ

σαφέστερον γέγραπται· καὶ ὅτι τὴν Ὁμηρικὴν ἰσχὺν οὐ τοσοῦτον ἐν τῇ Ἰλιάδι ἔστι

καταμαθεῖν, ὅσον ἐν τῇ Ὀδυσσείᾳ. ἐνταῦθα μὲν γὰρ πολλαὶ ἀφορμαὶ εἰςῥητορείας

δαψίλειαν, ἐκεῖ δὲ γλισχρότατος καὶ πάντῃ ὀλιγόϋλος ὁ τοῦ βιβλίουσκοπός. καὶ ὅμως

ἐξήρκεσεν ὁ ποιητὴς βίβλον καὶ ἐκείνην τηλικήνδε καὶ τοιαύτην διασκευάσασθαι

παραδεικνύων, ὅτι παμπλούσιός ἐστι καὶ πάνυ φιλότιμοςἔν τε πολυαφόρμοις καὶ ἐν μὴ

τοιαύταις γραφαῖς. ὅθεν ἐκεῖνο μὲν τὸ βιβλίον ἀπὸἑνὸς προσώπου τοῦ Ὀδυσσέως

ὠνόμασεν ὑποδηλῶν τὸ ὀλίγον τῆς τοῦ γράφεινὕλης, ὡς μόνα δῆθεν λέξων τὰ κατὰ

τὸν Ὀδυσσέα, εἰ καὶ ἄλλως κατὰ μέθοδονοἰκείαν καὶ ἕτερα πολλὰ παρενέπλεξε. ταύτην

δὲ τὴν βίβλον συλληπτικώτερονἸλιάδα ἐκάλεσε καὶ οὔτε ἀπὸ ἑνός τινος ὡς ἐὰν

Ἀχίλλεια ἤ τι τοιοῦτον ἐκαλεῖτο, οὔτε διὰ τοὺς Ἰλιεῖς, ὡς δηλαδὴ τὰ τῶν Ἰλιέων μόνων

περιέχουσαν κακά, ἀλλ' ὅτι περιέχει τὰ κατὰ τὴν Ἴλιον συμπεσόντα ἤτοι τὰ Τρωϊκά, εἰ

δέ τινεςἐπαγωνίζονται δεῖξαι, ὅτι ὡς οἷον ἀπὸ προσώπου παθόντος, τοῦ τῶν

Ἰλιέωνδηλαδὴ λαοῦ, ἡ ποίησις αὕτη ὠνόμασται Ἰλιάς, ὅθεν κερδήσαντες καὶ οἱ μετὰτὸν

Ὅμηρον τραγικοὶ καὶ ἕτεροι ἐκ προσώπων παθόντων οἰκεῖα πολλάκιςἐπιγράφουσι

δράματα, οἱ τοιοῦτοι αὐτόθεν ἐλέγχονται ἄλλως τε καὶ ὅτι οὐχ'ἁπλῶς ἐνταῦθα ὁ

ποιητὴς περὶ τῶν Ἰλιέων λέγει τί ἔπαθον, ἀλλὰ καὶ τοῦτομέν, σκοπὸς δὲ αὐτῷ τοῦ

βιβλίου, ὡς καὶ αὐτὸς ἐν προοιμίῳ ἐκτίθεται, εἰπεῖνὅσα κακὰ ἐν τῷ καιρῷ τῆς τοῦ

Ἀχιλλέως μήνιδος καὶ οἱ Τρῶες καὶ οἱ Ἕλληνες ἔπαθον καὶ μάλιστα οἱ Ἕλληνες. διὸ καὶ

«οὐλομένην» εἰπὼν τὴν τοῦ Ἀχιλλέως μῆνιν ἐπάγει «ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε»

μονονουχὶ λέγων ὀλεθρίαν γενέσθαιτὴν τοιαύτην μῆνιν, διότι κακὰ ἐξ αὐτῆς οἱ Ἀχαιοὶ

ἔπαθον κατά τινα εἱμαρμένην, ὡς ἐν τοῖς ἑξῆς δηλωθήσεται. καὶ διὰ ταῦτα μὲν τὸ

βιβλίον τοῦτο καλεῖταιἸλιάς. ∆οκεῖ δὲ ἡ τοιαύτη λέξις κτητικὴ εἶναι καὶ ἐλλειπτικῶς

ἔχειν. ὥσπεργὰρ λόγχη καὶ γῆ καὶ Τροία καὶ μάχη καὶ σκοπιὰ Ἰλιὰς παρὰ τοῖς τραγικοῖς

1.8 ἀντὶ τοῦ Ἰλιακή, ὅ ἐστι Τρωϊκή, οὕτω καὶ ἐνταῦθα Ἰλιάς, βίβλος δηλαδή, ἢ Ἰλιὰς

ποίησις ἢ ἱστορία Ἰλιάς. ὥσπερ καὶ τὸ Ἰάς. καὶ τοῦτο γὰρ ἐλλέλειπταιδηλοῦν ὅτι Ἰωνικὴ

διάλεκτος. Σημείωσαι δὲ ἐνταῦθα καὶ ὅτι τὸ μὲν εἰπεῖνὉμήρου Ἰλιάς ταὐτόν ἐστι τῷ

Ὁμήρου Τρωϊκά, τὸ δὲ Ἰλιὰς μάχη τραγικῶἴσον δύναται τῷ Τρωϊκὸς πόλεμος. ἀλλὰ γὰρ

ἤδη τῷ σκοπῷ ἐγχειρητέον,ἵνα μή ποθεν ἀκούσωμεν περιττὰ ἐν οὐ δέοντι σοφίζεσθαι.

1.9 ΕΚ ΤΩΝ ΤΗΣ ΑΛΦΑ ΡΑΨΩΙ∆ΙΑΣ

Ὅτι ἓν μέν τι σῶμα συνεχὲς διόλου καὶ εὐάρμοστον ἡ τῆς Ἰλιάδος ποίησις,οἱ δὲ

συνθέμενοι ταύτην κατ' ἐπιταγήν, ὥς φασι, Πεισιστράτου τοῦ τῶνἈθηναίων τυράννου

γραμματικοὶ καὶ διορθωσάμενοι κατὰ τὸ ἐκείνοις ἀρέσκον,ὧν κορυφαῖος ὁ Ἀρίσταρχος

καὶ μετ' ἐκεῖνον Ζηνόδοτος, διὰ τὸ ἐπίμηκες καὶδυσεξίτητον καὶ διὰ τοῦτο προσκορὲς

κατέτεμον αὐτὸ εἰς πολλά. καὶ τὰτοιαῦτα τμήματα οὐκ ἠθέλησαν ὀνομάσαι πρῶτον

τυχὸν λόγον καὶ δεύτερον καὶτρίτον καὶ τὰ ἑξῆς, καθάπερ ἐποίησε Κόϊντος ἐν τοῖς μετὰ

τὸν Ὅμηρον,ἀλλ' ἐπειδήπερ ἡ βίβλος ἐξήρκει πρὸς πλείω τμήματα, ἔκριναν σεμνὸν

ὀνομάσαιτὰς τομὰς τοῖς ὀνόμασι τῶν εἰκοσιτεσσάρων στοιχείων τῆς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

5

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!