18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μάχῃ τὴν Σκῦρον ὁ Ἀχιλλεὺς ἐπόρθησεν. εἰ γὰρ ἐντοῖς ὕστερον δέκα ἔτεσιν εἷλε τὴν

Σκῦρον, οὐκ ἂν οὐδὲ δεκαέτης που τοῖςἝλλησι συνεμάχησεν ὁ Νεοπτόλεμος. ἔτι δὲ

ὑπονοεῖται, φασί, τῷ Φιλομηλείδῃ τῷ Λεσβίῳ πεπαλαικέναι Ὀδυσσεύς, ὡς ἐν Ὀδυσσείᾳ

λέγεται, κατὰ τὸν πρῶτον πλοῦν, ἡνίκα ἐπεξενοῦντο Λεσβίοις οἱ Ἕλληνες, οὐχ' ὅτε

Ἀχιλλεὺς ἐπολιόρκει αὐτοὺς ὡς πολέμαρχος. καὶ ὅτε δέ, φασίν, ἡ Πηνελόπη ἐρεῖ,

ὅτι»ἤδη μοι τόδε εἰκοστὸν ἔτος ἐστίν, ἐξ οὗ Ὀδυσσεὺς εἰς Τροίαν ἔβη», ἔστινὑπονοεῖν,

ὅτι τὴν πρώτην δεκαετίαν ὧδε κἀκεῖ πλανώμενοι ἀνάλωσαν Ἕλληνες.ἀλλὰ ταῦτα μὲν

οὕτως, ἔχοντα πολλὰς ἀντιλογίας· ἡ δὲ Ὁμήρου γνώμη δήληἐστὶν ἀποφηναμένου τὸν

Κάλχαντα τοῖς Ἕλλησι τοῦ εἰς τὴν Τροίαν πλόουἀφηγήσασθαι. [Ἰστέον δὲ ὅτι ἔθος

Ὁμήρῳ ἀδιαφορεῖν ἐν τοῖς δυϊκοῖς καὶ τοῖς πληθυντικοῖς καὶ ποτὲ μὲν πληθύνειν τὰ

δυϊκά, ποτὲ δὲ δυάζειν τὸ πλῆθος, ὡςμυριαχοῦ φανήσεται. διὸ καὶ ἡ τοῦ Ἀχιλλέως

δημηγορία οὕτως ἄρχεται»νῦν ἄμμε» ἤγουν ἡμᾶς «παλιμπλαγχθέντας ὀΐω ἂψ

ἀπονοστήσειν». ἔστι δὲ Αἰολικὸν τὸ ἄμμε, ὡς δῆλον ἐκ τῆς βαρυτονήσεως καὶ τῆς

ψιλώσεως καὶ τῆςτῶν ἀμεταβόλων διπλώσεως. (ῃ. 60) Περὶ δὲ τοῦ ὀΐω καὶ τοῦ ἄψ, ὅ

ἐστινὀπίσω, καὶ τοῦ δαμᾷ καὶ τοῦ λοιμός ἐν τοῖς ἑξῆς ῥηθήσεται.] (ῃ. 62 ς.) Ὅτι ἐν

τῷεἰπεῖν «ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν» ἤγουν ἐρωτήσωμεν «ἢ ἱερῆα ἢ 1.77

ὀνειροπόλον», ὀνειροπόλον μὲν λέγει τὸν περὶ ὀνείρους στρεφόμενον κἀκεῖθεν

τὸμέλλον προειδότα διὰ τοῦ κρίνειν ὀνείρους, ἱερέα δὲ τὸν τὴν θυτικὴν εἴτ'

οὖνἱερατικὴν μετιόντα καὶ δι' ἐντόμων μαντευόμενον [ἤγουν ἱερείων σφαγίων],ὁποῖον

Σοφοκλῆς τὸν Τειρεσίαν ἱστορεῖ. μάντιν δὲ οἱ μὲν γενικῶς καὶ ἀδιορίστωςεἶπον τὸν

ἁπλῶς εἰδότα τὸ μέλλον καθ' οἱονοῦν τρόπον μαντικῆς, ἕτεροι δὲ κατ'ἐξοχὴν μάντιν

ἐνταῦθα τὸν οἰωνοσκόπον ἐνόησαν. διὸ καὶ τοιοῦτος ἀνίσταται ὁ Κάλχας οὐχ' ἱερεὺς

[ταὐτὸν δ' εἰπεῖν θυηπόλος,] οὐδὲ ὀνειροπόλος, ἀλλὰ οἰωνοπόλων, ὅ ἐστι τῶν περὶ τοὺς

αἰσίους οἰωνοὺς πολουμένων ἤτοι ἀναστρεφομένωνὁ ἄριστος. ἔδει γὰρ ἕνα τῶν

ὀνομασθέντων τριῶν ἀναστῆναι ἢ μάντιν ἢ ἱερέαἢ ὀνειροπόλον–οὐκ ἦν δὲ οὔτε ἱερεὺς

οὔτε ὀνειροπόλος ὁ ἀναστάς–μάντιςἄρα ἤτοι οἰωνοπόλος κατὰ τὸν ποιητήν. [Σοφοκλῆς

δ' ἂν εἴποι οἰωνοθέτης.]ἀλλὰ τοῦτο μὲν πιθανόν ἐστιν, Ὅμηρος δὲ ἐν ἄλλοις ἕτερον

ὁμολογουμένωςἔχει τὸν μάντιν παρὰ τὸν οἰωνοπόλον λέγων «οὔτε τι μάντις ἐὼν οὔτ'

οἰωνῶνσάφα εἰδώς». καὶ ἔοικε τάχα εἶναί τι μέρος ἢ εἶδος μαντικῆς καὶ τὸ

τοιοῦτονὄνομα τὸ μάντις ἐξιδιασθέντος ἐν αὐτῷ τοῦ γενικοῦ ὀνόματος. καὶ ἴσως

τοιοῦτόςἐστιν ὁ ἐνθουσιαστὴς ἤτοι ἔνθεος, οἱονεὶ μαινόμενος καὶ ἐξεστηκὼς ἐν

τῷπρολέγειν τὰ μέλλοντα. ὅθεν καὶ μάντις παρὰ τὸ μαίνεσθαι εἴρηται. μανίαν γάρτινα

ἔνθεον ἐκστατικῶς οἱ μάντεις ἐν τῷ προλέγειν ἔπασχον· ὥστε γένος μὲνὁ μάντις, εἴδη

δὲ αὐτοῦ ὁ ἐνταῦθα μάντις ἤγουν ὁ ἐνθουσιαστὴς καὶ ὁ ἱερεὺς καὶὁ ὀνειροπόλος. ἰστέον

δὲ ὅτι οὐκ ἔξω λόγου καὶ τὸ γενικῶς μέν, ὡς καὶπροερρέθη, νοῆσαι τὸν μάντιν, εἴδη δὲ

αὐτοῦ εἰπεῖν τὸν ἱερέα καὶ τὸν ὀνειροκρίτην, ἵνα λέγῃ ὅτι ἐρωτηθήτω τις μάντις οἷον

ἱερεὺς ἢ ὀνειροπόλος. οὕτωκαὶ ἐν Ὀδυσσείᾳ γένος εἰπὼν τὸ φυτὸν ἐπάγει τὰ εἴδη ἐν τῷ

«οὐ φυτόν, οὐσυκῆ, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη» καὶ ἑξῆς. τοιοῦτον καὶ παρ' Εὐριπίδῃ

τὸ»οὔτε ὅπλα οὔτ' ἔγχος». γένος μὲν γὰρ τὰ ὅπλα, εἶδος δὲ τὸ ἔγχος. εἰ δὲ δύοτούτων

μάντεων ὀνομασθέντων, ἱερέως καὶ ὀνειροπόλου, τρίτος ἀνίσταται ὁ ἐξἑτέρου εἴδους

οἰωνοπόλος Κάλχας, καινὸν οὐδέν, ἀλλὰ καὶ μᾶλλον ἀνύποπτοντὸν Ἀχιλλέα ποιεῖ.

αὐτοῦ γὰρ ἄλλους ἐρωτηθῆναι θελήσαντος ἕτερος ἀνέστη,ὃν οὐ προεκαλέσατο

Ἀχιλλεύς. ἔστι δὲ νοῆσαι καὶ ὅτι ὁ αὐτὸς Κάλχας καὶ ἱερεὺςὢν καὶ ὀνειροπόλος περὶ

οἰωνοὺς μάλιστα εὐδοκίμει. διὸ καὶ ὡς παντοῖοςἀνίσταται ἤγουν ὡς τέλειος μάντις καὶ

οὕτω ἀμύμων κατὰ τὸν ποιητήν.(ῃ. 63) Ὀνειροπόλος δὲ διχῶς ἢ ὁ βλέπων αὐτὸς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

49

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!